ΕΙΣ
ΤΗΝ ΠΑΝΥΠΕΡΕΥΛΟΓΗΜΕΝΗ ΔΕΣΠΟΙΝΑ ΤΟΥ ΠΑΝΤΟΣ ΚΑΙ ΜΗΤΕΡΑ ΤΟΥ ΚΥΡΙΟΥ ΚΑΙ ΘΕΟΥ ΚΑΙ ΣΩΤΗΡΟΣ ΗΜΩΝ
ΚΥΡΙΑΝ ΘΕΟΤΟΚΟΝ ΜΑΡΙΑΝ
Ὄνομα εὐλαβείας Πάρθένε, ἐμαυτῷ
ἔξω θέμενος, πὰίγνιον πορνείας, ἐντὸς χρηματίζω, καὶ ἀλαζονείας, γέλως καθορῶμαι∙
θὴρίοις γὰρ δύσίν, ὡς ἀντιμάχοις, παραδέχομαι ἐξ ἀπροσεξίας∙ διὰ τοῦτο ῥῦσαί μὲ∙
σὺ γὰρ ἀγαλλίαμα, πέφυκας ψυχῆς μου καὶ πεποίθησις.
Ὁ Ἰωσὴφ κεκρατηκῶς, τῆς ἀκολάστου
Δεσποίνης, τὴν ἀθέσμων πάλαι ἡδονῶν, λαμπρὸς βασιλεὺς Αἰγύπτου γέγονεν˙ ἐγὼ δὲ
σώματος πολλοῖς, πάθεσιν εἶξας ἀφρόνως, ὑπὸ ἁμαρτίας βασιλεύομαι.
Θεογεννῆτορ Μαριάμ, τῆς
νοητῆς μὲ Αἰγύπτου, καὶ δουλείας της τοῦ πονηροῦ, ἐξάρπασον σὺ θαλάσσας
τέμνουσα, τῶν πονηρῶν μου ἐννοιῶν, καὶ ὄρει τῆς μετανοίας, ἐνδιαβιβάζουσα καὶ
σώζουσα.
Δραπέτης θείων ἐντολῶν, ἄφρονι
νῷ ἐγενόμην, καὶ ὑπῆρξα δοῦλος ἡδονῶν˙ δι’ ὤν τῆς ψυχῆς τὸ κάλλος ἔσβεσα, καὶ ἠμαυρώθην
ἀγαθὴ˙ μεσίτης δὲ μὶ φανεῖσα, σὺ ἀντιποιήθητι τοῦ δούλου σου.
Μεμολυσμένος ἡδοναῖς, σὲ
τὴν ἀμόλυντον Κόρην, ἱκετεύω ρύσαί μὲ παντός, σαρκὸς μολυσμοῦ καὶ καθαρτήριον,
πένθος μοὶ δὸς διηνεκές, καὶ τῆς φλογὸς τῆς γεέννης, δάκρυον σβεστήριον
παράσχου μοί.
Εὐχὴ
εἰς τὴν Ὑπεραγίαν Θεοτόκον
Ὑπεράγαθε
Δέσποινα Θεοτόκε, ἐπάκουσον τῆς οἰκτρᾶς μου δεήσεως
καὶ
μὴ καταισχύνης μὲ ἀπὸ τῆς προσδοκίας μου, ἡ μετὰ Θεὸν ἐλπὶς πάντων τῶν περάτων
τῆς γῆς.
Τὸν
βρασμὸν τῆς σαρκὸς μοῦ κατάσβεσον. Τὸν ἐν τῇ ψυχῇ μοῦ ἀγριότατον κλύδωνα
κατεύνασον.
Τὸν
πικρὸν θυμὸν καταπράϋνον. Τὸν τῦφον καὶ τὴν ἀλαζονείαν τῆς ματαίας οἰήσεως
ἐκ
τοῦ νοὸς μοῦ ἀφάνισον.
Τὰς
νυκτερινὰς φαντασίας τῶν πονηρῶν πνευμάτων καὶ τὰς μεθημερινὰς τῶν ἀκαθάρτων ἐννοιῶν
προσβολὰς ἐκ τῆς καρδίας μοῦ μείωσον.
Παίδευσόν
μὲ τὴν γλῶσσαν λαλεῖν τὰ συμφέροντα.
Δίδαξον
τοὺς ὀφθαλμοὺς μοῦ βλέπειν ὀρθῶς τῆς ἀρετῆς τὴν εὐθύτητα.
Τοὺς
πόδας μοῦ τρέχειν ἀνυποσκελίστως ποίησον τὴν μακαρίαν ὁδόν των τοῦ Θεοῦ ἐντολῶν.
Τὰς
χεῖρας μου ἁγιασθῆναι παρασκεύασον , ἵνα ἀξίως αἴρω αὐτὰς πρὸς τὸν Ὕψιστον.
Κάθαρόν
μου τὸ στόμα, ἵνα μετὰ παρρησίας ἐπικαλεῖται Πατέρα τὸν φοβερὸν Θεὸν καὶ
πανάγιον.
Ἄνοιξὸν μοῦ τὰ ὦτα, ἵνα ἀκούω
αἰσθητῶς καὶ νοητῶς τὰ ὑπὲρ μέλι καὶ κηρίον γλυκύτερα τῶν ἁγίων Γραφῶν λόγια ,
καὶ βιῶ κατ ‘ αὐτὰ ἀπὸ σοῦ κραταιούμενος.
Διὰ γὰρ σοῦ , πανύμνητε
καὶ ὑπεράγαθε Δέσποινα, περισώζεται πᾶσα βροτεία φύσις αἰνοῦσα καὶ εὐλογοῦσα
Πατέρα, Υἱὸν καὶ Ἅγιον Πνεῦμα, τὴν παναγίαν Τριάδα καὶ ὁμοούσιον, πάντοτε, νῦν
καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἁγίου Γρηγορίου τοῦ Παλαμᾶ
Εὐχὴ εἰς τὴν Ὑπεραγίαν
Θεοτόκον
Κεχαριτωμένη,
Δεδοξασμένη, Παντάνασσα, ἀπὸ τὴν ἄφθονον ἐκείνην ἠλιοβολίαν τοῦ θείου φωτὸς ὁποὺ
χαίρεσαι, παρισταμένη ἐκ δεξιῶν τοῦ μονογενοῦς σου Υἱοῦ, πέμψον ἐδῶ κάτω καὶ εἰς
ἡμᾶς τοὺς εὐλαβεῖς δούλους σου μίαν μακαρίαν ἀκτῖνα, ὁποὺ νὰ εἶναι καὶ φῶς εἰς
τὸν ἐσκοτισμένον μας νοῦν καὶ φλόγα εἰς τὴν ψυχραμένην μας θέλησιν, διὰ νὰ
βλέπωμεν νὰ περιπατοῦμεν σπουδαῖοι εἰς τὴν ὁδὸν τῶν θείων δικαιωμάτων. Ἡμεῖς,
μετὰ Θεόν, εἰς ἐσὲ τοῦ Θεοῦ τὴν Μητέρα καὶ Μητέρα ἡμῶν ἔχομεν τὴν ἐλπίδα τῆς
σωτηρίας μας· ἀπὸ σὲ ἐλπίζομεν τὰς νίκας τῆς γαληνοτάτης Αὐθεντίας, τὰ τρόπαια
τῶν Εὐσεβῶν Βασιλέων· τὴν στερέωσιν τῆς Ἐκκλησίας· τὴν ἀντίληψιν τοῦ Ὀρθοδόξου
γένους· τὴν σκέπην τῆς εὐλαβοῦς του ταύτης πολιτείας, ὁποὺ εἶναι ἀφιερωμένη εἰς
τὴν ἄμαχόν σου βοήθειαν. Ναί, Παναγία Παρθένε, ναί, Μαρία, ὄνομα ὁποὺ εἶναι ἡ
χαρά, ἡ παρηγορία, τὸ καύχημα τῶν Χριστιανῶν· δέξου τὴν νηστείαν καὶ παράκλησιν
τῶν ἁγίων τούτων ἡμερῶν, ὁποὺ ἐκάμαμε εἰς τιμήν σου, ὡς θυμίαμα εὐπρόσδεκτον·
καὶ ἀξίωσόν μας, καθὼς ἐδῶ εἰς τὴν Ἐκκλησίαν εὐλαβῶς ἀσπαζόμεθα τὴν ἁγίαν καὶ
θαυματουργὸν ταύτην εἰκόνα, ἔτζι καὶ ἐκεῖ εἰς τὸν Παράδεισον νὰ ἰδοῦμεν αὐτὸ τὸ
μακάριόν σου πρόσωπον, τὸ ὁποῖον νὰ προσκυνοῦμεν σὺν τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ
ἁγίῳ Πνεύματι, εἰς τοὺς ἀπεράντους αἰῶνας.Αμήν.
Ἠλίας Μηνιάτης
Ὕμνος
εἰς τὴν Θεοτόκον , (κατὰ τὸ Ἄχραντε καὶ Βασίλισσα )
Σὺ
βοηθὸς ἁμαρτωλῶν, παράκλησις πασχόντων,
Σὺ
ὀρφανῶν ἀντίληψις, ἐνίσχυσις καμνόντων.
Χειμαζομένων
εἰ λιμήν, πτωχῶν παρηγορία,
ἀβοηθήτων
δύναμις, χηρῶν παραμυθία.
Σὺ
εὐσεβῶν τὸ στήριγμα, ἐλπὶς ἀπηλπισμένων,
τῶν
ἐναθλούντων ἔρεισμα, χαρὰ τῶν τεθλιμμένων.
Σὺ
σκέπη καὶ ἀντίληψις τῶν Σοὶ καταφευγόντων,
Σὺ
εἰ στερέωμα πιστῶν, ρύστις κινδυνευόντων.
Σὴν
κραταιὰν ἀντίληψιν παράσχου μοί, Κυρία,
ἐπὶ
τὴν Σὴν ἐνίσχυσιν θαρρῶ, ὦ Παναγία.
Σὺ
σκέπε, φρούρει, φύλαττε, ἀπὸ παντῶς κινδύνου,
Σὺ
τῶν παγίδων ρύσαι μὲ τοῦ δυσμενοῦς ἐκείνου.
Σὺ
μοὶ γενοῦ βοήθεια, σθένος καὶ προστασία,
Σὺ
μοί, Παρθένε, ἄχραντε, γενοῦ μοὶ σωτηρία.
Σὲ
δυσωπὼ μεσίτευσον πρὸς λύσιν ὀφλημάτων
τῷ
Σῷ Υἱῷ καὶ ἄφεσιν πολλῶν πλημμελημάτων,
Κόρη
σεμνή, Βασίλισσα, κόσμου ἡ σωτηρία.
Σὺ
ἔσο μοὶ παράκλησις, χαρά, παραμυθία,
ἵνα
ἀπαύστως ἐν χαρὰ ὑμνῶ τὸ ὄνομὰ Σοῦ,
καὶ
ψαλλων μεγαλύνω Σὲ καὶ τὰ θαυμάσιά Σοῦ.
Στὸν
πόλεμο τοῦ πονηροῦ
Πανύμνητε,
Πανάχραντε, κόρη Θεοκυῆτορ,
ἐνώτισαί
μου τῆς φωνής, ἁγνὴ Παρθενομῆτορ.
Ἰδὲ
δακρύων σταλαγμοὺς ψυχῆς συντετριμμένης,
ἐπάκουσον
τοὺς στεναγμούς, καρδίας τεθλιμμένης.
Οὐ
φέρω τα φρυάγματα τοῦ δολεροῦ ἐχθροῦ μου,
οὐ
σθένω πρὸς τὰς μηχανάς, τοῦ πονηροῦ ἐκείνου,
οὐ
φέρω τὰς ἐπιβουλάς, τὴν τόσην κακουργίαν,
οὐ
στέγω πρὸς τὴν φοβερὰν ἐκείνου πανουργίαν.
Οὐχ
ὑπομένω τὰς δεινὰς ἐνέδρας καὶ παγίδας,
ἀδυνατῶ
πρὸς τὰς πολλὰς τοῦ πονηροῦ βολίδας.
Ποικίλως
ἐκπειράζει με, παντοίως πολεμεῖ με,
εἰς
ἁμαρτίας βάραθρα ἕλκει καὶ συνωθεῖ με.
Παρακαλῶ
Σέ, Δέσποινα, λιμὴν χειμαζομένων,
παρηγορία
τῶν πιστῶν, σθένος ἠσθενημένων,
ἐλέησόν
με, οἴκτιρον, φρούρησον, φύλαξόν με,
τῆς
τυραννίδος τοῦ ἐχθροῦ, Δέσποιν’απαλλαξόν με.
Ἀγάθυνον,
Παντάνασσα, ἐλπὶς ἀπηλπισμένων,
ἀντιλαβοῦ
μου, ρύσαι με, λύσις ὀδυνωμένων.
Ἐν
λύπαις Σὲ παράκλησιν, ἐν νόσοις θεραπείαν,
ἐν
τοῖς κινδύνοις λύτρωσιν ἔχω καὶ προστασίαν.
Σὲ
πρόμαχον ἐπίσταμαι τῶν ἐκπολεμουμένων,
ἑτοίμην
δὲ βοήθειαν τῶν ἐκπειραζομένων.
Σὺ
με, Ἁγνή, διάσωσον ἀπὸ τοῦ πολεμίου,
ἀπάλλαξόν
μὲ τῶν δεινῶν, δίκης τοῦ αἰωνίου.
Σὺ
ἔσο μοὶ παράκλησις, Θεόπαις ἐν τῷ βίῳ,
Σὺ
παραμύθιον γλυκὺ γενοῦ μοὶ ἐν σταδίῳ.
Σὺ
βάλσαμον ἐπίχεε, ἐπὶ τὰ τραύματά μου.
Σὺ
μοὶ γενοῦ μεσίτρια πρὸς Σὸν Υἱὸν Παρθένε,
Σὺ
δώρησαί μοὶ τὴν ζωήν, Ναὲ ἡγιασμένε. Ἀμήν
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου