Ἡ Διδαχὴ τῶν Δώδεκα Ἀποστόλων
Διδαχὴ Κυρίου διὰ τῶν δώδεκα ἀποστόλων τοῖς ἔθνεσιν.
Κείμενο τοῦ πρώτου ἢ ἀρχὲς τοῦ δευτέρου αἰώνος μ.Χ., τὸ ὁποῖο
διατηρεῖ τμήματα τῶν παλαιοτέρων διασωζομένων κατηχήσεων τῆς Ἐκκλησίας.
1. Ὁδοὶ δύο εἰσί, μία τῆς ζωῆς καὶ μία τοῦ θανάτου (Ἱερ.
21,8),
διαφορὰ δὲ πολλὴ μεταξὺ τῶν δύο ὁδῶν.
2. Ἡ μὲν οὖν τῆς ζωῆς ἐστιν αὕτη·
πρῶτον ἀγαπήσεις τὸν Θεὸν τὸν ποιήσαντά σε,
δεύτερον τὸν πλησίον σου ὡς σεαυτόν (Ματθ.22, 37-39
Σοφ.Σειράχ 7,30)·
πάντα δὲ ὅσα ἐὰν θελήσῃς μὴ γίνεσθαί σοι,
καὶ σὺ ἄλλῳ μὴ ποίει (Τωβίτ 4,15).
3. Τούτων δὲ τῶν λόγων ἡ διδαχή ἐστιν αὕτη·
«εὐλογεῖτε τοὺς καταρωμένους ὑμῖν
καὶ προσεύχεσθε ὑπὲρ τῶν ἐχθρῶν ὑμῶν» (Ματθ. 5,44-46 Λουκ.
6,27-28),
νηστεύετε δὲ ὑπὲρ τῶν διωκόντων ὑμᾶς·
ποία γὰρ χάρις, ἐὰν φιλῆτε τοὺς φιλῶντας ὑμᾶς;
Οὐχὶ καὶ τὰ ἔθνη τὸ αὐτὸ ποιοῦσιν;
Ὑμεῖς δὲ φιλεῖτε τοὺς μισοῦντας ὑμᾶς (Ματθ, 5,46),
καὶ οὐχ ἕξετε ἐχθρόν.