Περὶ τῆς ἐν Χριστῷ ζωῆς τοῦ σοφωτάτου Νικολάου Καβάσιλα τοῦ καὶ Χαμαετοῦ
1. Ἡ ἐν Χριστῷ ζωὴ φύεται μὲν ἐν τῷδε τῷ βίῳ καὶ τὰς ἀρχὰς ἐντεῦθεν
λαμβάνει· τελειοῦται δὲ ἐπὶ τοῦ μέλλοντος, ἐπειδὰν εἰς ἐκείνην ἀφικώμεθα τὴν ἡμέραν.
Καὶ οὔτε ὁ βίος οὗτος τελείως δύναται ταύτην ἐνθεῖναι ταῖς τῶν ἀνθρώπων ψυχαῖς,
οὔτε ὁ μέλλων μὴ τὰς ἀρχὰς ἐντεῦθεν λαβών. Ἐπὶ μὲν γὰρ τοῦ παρόντος, τὸ σαρκίον
ἐπισκοτεῖ, καὶ ἡ ἐκεῖθεν νεφέλη καὶ φθορά, «μὴ δυναμένη τὴν ἀφθαρσίαν κληρονομεῖν»·
ὅθεν ὁ Παῦλος τὸ ἀναλῦσαι πρὸς τὸ συνεῖναι Χριστῷ καὶ μάλα ἐνόμισε φέρειν· «ἀναλῦσαι
γάρ, φησί, καὶ σὺν Χριστῷ εἶναι, πολλῷ μᾶλλον κρεῖσσον.»