Ἁγίου Ἀθανασίου τοῦ Μέγα
- Περί ὅρων : Ἐξετάσεις διαφόρων ὅρων
Τί ἐστιν ὁριστόν; καὶ τί ἀόριστον; καὶ τί δυσόριστον; καὶ τί εὐόριστον;
Τί λέγεται φύσις; ∆έον οὖν καθολικώτερον εἰπεῖν τί ἐστιν
οὐσία, καὶ τί ἐστιν
ὑπόστασις. Τί ἐστι θέλημα; Τί λέγεται ἰδίωμα . Περὶ ἐνεργείας . Περὶ ἑνώσεως . Περὶ ὁμοουσίου . Περὶ ψυχῆς καὶ νοός .
Περὶ φθαρτοῦ
Τί ἐστι φθαρτόν; καὶ κατὰ τί εἴρηται
φθαρτόν; καὶ ὁσαχῶς εἴρηται φθαρτόν·
∆ιὰ τί λέγεται πρωτότοκος; Τί ἐστι Χριστιανός; Περὶ ψυχῆς
οὓς δεῖ πρὸ παντὸς ἑτέρου μαθήματος μετιέναι καὶ ἐνστηθίζειν, τὸν τῇ βοηθείᾳ τοῦ Θεοῦ προΐστασθαι τοῦ Λόγου τῆς ἀληθείας βουλόμενον, καὶ πάντα ἄνθρωπον ὀρθοδόξως φρονοῦντα, καὶ πίστιν πρὸς Θεὸν τὴν εἰλικρινῆ ἐσχηκότα.
Πρὸς δὲ ἀκριβεστέραν
παράδοσιν ἐκεῖνο εἰδέναι χρὴ,
ὅτιπερ πᾶν τὸ οἱονοῦν ζήτημα ἢ ἐρώτημα
τρεῖς τὰς ἐρωτήσεις καὶ ἐξετάσεις ἔχει·
οἷον τί ἐστι τόδε πρᾶγμα,
καὶ κατὰ τί εἴρηται τόδε,
καὶ (ὁσαχῶς) νοεῖται τὸ ὄνομα τόδε.
ὅτιπερ πᾶν τὸ οἱονοῦν ζήτημα ἢ ἐρώτημα
τρεῖς τὰς ἐρωτήσεις καὶ ἐξετάσεις ἔχει·
οἷον τί ἐστι τόδε πρᾶγμα,
καὶ κατὰ τί εἴρηται τόδε,
καὶ (ὁσαχῶς) νοεῖται τὸ ὄνομα τόδε.
Καὶ ὅτε μὲν ἐρωτῶμεν, τί ἐστι
τόδε;
πρόδηλον, ὅτι τὸν ὅρον ζητοῦμεν τοῦ πράγματος·
πρόδηλον, ὅτι τὸν ὅρον ζητοῦμεν τοῦ πράγματος·
ὅταν δὲ λέγωμεν, κατὰ τί
εἴρηται τόδε;
τὴν ἐτυμολογίαν τοῦ ὀνόματος ἀπαιτοῦμεν.
τὴν ἐτυμολογίαν τοῦ ὀνόματος ἀπαιτοῦμεν.
Ἡνίκα δὲ λέγομεν, ὁσαχῶς
νοεῖται τὸ ὄνομα τόδε;
πρόδηλον, ὅτι πόσα ζητοῦμεν τὰ σημαινόμενα τοῦ ὀνόματος.
πρόδηλον, ὅτι πόσα ζητοῦμεν τὰ σημαινόμενα τοῦ ὀνόματος.
Ὁ γοῦν ἐκτὸς εἰδήσεως τῶν
ὅρων δογματίζειν ἐπιχειρῶν οὐδὲν διαφέρει τυφλοῦ ὁδοιπόρου ὧδε κἀκεῖσε
πλαζομένου.
Εἰρητέον τοίνυν τῶν προειρημένων τρόπων τριχῶς ποιεῖσθαι τὴν ἐξέτασιν.
Εἰρητέον τοίνυν τῶν προειρημένων τρόπων τριχῶς ποιεῖσθαι τὴν ἐξέτασιν.
Ὅρος τῶν ὅρων ἐστὶν ὁ
πάντα μὲν ὁρίζων,
αὐτὸς δὲ ὑπ' οὐδενὸς ὁριζόμενος·
ὥστε μόνος ὅρος τῶν ὅρων ἐστὶν ὁ Θεός.
αὐτὸς δὲ ὑπ' οὐδενὸς ὁριζόμενος·
ὥστε μόνος ὅρος τῶν ὅρων ἐστὶν ὁ Θεός.
Ὅρος ἐστὶ λόγος σύντομος
δηλωτικὸς τῆς φύσεως τοῦ ὑποκειμένου πράγματος.
Ὅροι δὲ λέγονται, ὡς ὁράσεις
καὶ ὀφθαλμοὶ τῶν πραγμάτων τυγχάνοντες, καὶ ὡς διορίζοντες συντόμως τὴν τοῦ
νοητοῦ δύναμιν.
Καὶ γὰρ ὁ ἄνθρωπός ἐστιν οὐσία ἐκ σαρκὸς καὶ ψυχῆς, καὶ λόγου καὶ αἵματος, καὶ στοιχείων, καὶ ἑτέρων πλειόνων συνισταμένη.
Καὶ γὰρ ὁ ἄνθρωπός ἐστιν οὐσία ἐκ σαρκὸς καὶ ψυχῆς, καὶ λόγου καὶ αἵματος, καὶ στοιχείων, καὶ ἑτέρων πλειόνων συνισταμένη.
Ἡμεῖς δὲ περιορίζομεν ταῦτα,
καὶ συντόμως λέγομεν διὰ τοῦ ὅρου, ὅτι Ὁ ἄνθρωπός ἐστι ζῶον λογικὸν, θνητὸν,
νοῦ καὶ ἐπιστήμης δεκτικόν.
Λέγεται καὶ πάλιν τὸ ἐντελὲς ὄνομα τοῦ ἀνθρώπου ἀνορθοπεριπατητικόν.
Συνέκοψαν δὲ οἱ ὀνοματοθέται τὴν πολυλεξίαν, καὶ ὠνόμασαν αὐτὸν ἄνθρωπον διὰ τὴν συντομολογίαν.
Ἀνορθοπεριπατητικὸν δὲ λέγεται ὁ ἄνθρωπος,
ἐπειδὴ τὰ ἄλογα ζῶα περιπατοῦντα,
κλίνοντα τὴν κεφαλὴν βλέπουσι κάτω πρὸς τὴν γῆν·
ὁ δὲ ἄνθρωπος περιπατῶν βλέπει καὶ θεωρεῖ τὰ ἄνω.
Ἐν συγκοπῇ δὲ ὀνομάζεται ἄνθρωπος.
Πάλιν ἄνθρωπος λέγεται,
διὰ τὸ ἄνω ἀθρεῖν τὸν ὦπα·
τοῦτ' ἔστι διὰ τὸ ἄνω θεωρεῖν τῶν ὀφθαλμῶν ἡμῶν τὴν ἐνέργειαν.

Ὁ γὰρ ὀφθαλμὸς καὶ ὁ νοῦς
πάντοτε ἄνω ὁρᾷ.
Καὶ τούτου χάριν εἴρηται ὅρος·
ὅτι περιορίζει καὶ συγκόπτει τὴν πολυλεξίαν, καὶ ποιεῖ σύντομον τὴν μακρολογίαν.
Καὶ τούτου χάριν εἴρηται ὅρος·
ὅτι περιορίζει καὶ συγκόπτει τὴν πολυλεξίαν, καὶ ποιεῖ σύντομον τὴν μακρολογίαν.
Πολλοὶ μὲν οὖν εἰσι καὶ ἀναρίθμητοι
ὅροι περὶ παντὸς πράγματος.
Ἐκ πολλῶν δὲ ὀλίγους τοὺς κυριωτέρους ἐντάττομεν διὰ τὸ ῥᾴθυμον τῶν ἀνθρώπων.
Πλὴν τοῦτο γνωστέον καὶ πιστευτέον, ὅτι ὁ φιλοπόνως πράττων τοὺς ὅρους ῥήτορας καὶ δεινοὺς πολυλόγους δυνήσεται εὐχερῶς ἐν ταῖς διαλέξεσιν ἐπιστομίζειν.

Ὅταν γὰρ ἐρωτηθεὶς, τί ἐστιν
ὅρος;
καὶ κατὰ τί εἴρηται ὅρος;
καὶ ὁσαχῶς νοεῖται ὅρος;
ἀπορήσει ὁ ἐξ ἐναντίας πρὸς ταῦτα, καὶ καταισχύνεται λοιπὸν ὡς μηδὲν ἐπιστάμενος.
καὶ κατὰ τί εἴρηται ὅρος;
καὶ ὁσαχῶς νοεῖται ὅρος;
ἀπορήσει ὁ ἐξ ἐναντίας πρὸς ταῦτα, καὶ καταισχύνεται λοιπὸν ὡς μηδὲν ἐπιστάμενος.
Τρία εἰσὶ κατ' οὐσίαν ἀνθρώποις
ἀγνώριστα καὶ ἀόριστα,
Θεὸς, ἄγγελος, καὶ ψυχὴ, μόνῳ Θεῷ κατ' οὐσίαν γνωριζόμενα.
Θεὸς, ἄγγελος, καὶ ψυχὴ, μόνῳ Θεῷ κατ' οὐσίαν γνωριζόμενα.
Τί ἐστιν ὁριστόν; καὶ τί ἀόριστον;
καὶ τί δυσόριστον; καὶ τί εὐόριστον;
Ὁριστόν ἐστιν ἀνυπέρβατος
στάσις·
οἷον ὁ οὐρανὸς καὶ ἡ γῆ, καὶ ἡ θάλασσα, ἡ τοὺς ὅρους αὐτῆς μὴ ὑπερβαίνουσα.
οἷον ὁ οὐρανὸς καὶ ἡ γῆ, καὶ ἡ θάλασσα, ἡ τοὺς ὅρους αὐτῆς μὴ ὑπερβαίνουσα.
Ἀόριστόν ἐστι τὸ μόνον ἄκτιστον,
ὁ Θεός.
∆υσόριστόν ἐστι τὸ κτιστὸν
καὶ ἀόριστον·
οἷον ἄγγελος, ψυχὴ, καὶ δαίμων·
ἢ δυσόριστόν ἐστι τὸ μὴ καθόλου, ἀλλ' ἐκ μέρους γινωσκόμενον· οἷον τὸ ξύλον τῆς ζωῆς.
οἷον ἄγγελος, ψυχὴ, καὶ δαίμων·
ἢ δυσόριστόν ἐστι τὸ μὴ καθόλου, ἀλλ' ἐκ μέρους γινωσκόμενον· οἷον τὸ ξύλον τῆς ζωῆς.
Εὐόριστόν ἐστι τὸ
ψηλαφώμενον καὶ θεωρούμενον· οἷον ἄρτος καὶ τὰ ὅμοια.
Τί ἐστι Θεός;
καὶ κατὰ τί εἴρηται Θεός;
καὶ ὁσαχῶς νοεῖται Θεός;
καὶ κατὰ τί εἴρηται Θεός;
καὶ ὁσαχῶς νοεῖται Θεός;
Θεὸς μέν ἐστιν οὐσία ἀναίτιος
καὶ πάσης οὐσίας αἰτία ὑπερούσιος·
καὶ λέγεται ἀπὸ τοῦ θέειν, ἤτοι τρέχειν.
Τὸ τρέχειν δὲ μὴ τὴν ἀπὸ τόπου νοητέον εἰς τόπον μετάβασιν, ἀλλὰ τὸ τὴν προνοίαν τοῦ Θεοῦ καὶ τὴν ἐνέργειαν ἐπὶ πάντα διήκειν·
ἢ ἀπὸ τοῦ αἴθειν ἤτοι καίειν·
ἢ ἀπὸ τοῦ θεωρεῖν τὰ πάντα·
οὐδὲν γὰρ τῶν ὄντων τὴν ἐποπτικὴν αὐτοῦ διαφεύγει δύναμιν.
∆ισσῶς δὲ λέγεται ἡ Θεὸς προσηγορία παρὰ τῇ θείᾳ Γραφῇ, φύσει καὶ χάριτι.

Ὁ μὲν Θεὸς φύσει καὶ οὐσίᾳ
ἐστὶ Θεός·
χάριτι δὲ καὶ θέσει λέγονται θεοὶ καὶ οἱ δίκαιοι.
χάριτι δὲ καὶ θέσει λέγονται θεοὶ καὶ οἱ δίκαιοι.
Καὶ γὰρ ἡ Γραφὴ λέγει·
«Ἐγὼ εἶπα· Θεοί ἐστε καὶ υἱοὶ Ὑψίστου.»
Εἴρηται δὲ Πατὴρ, ἢ ὡς τὰ πάντα τηρῶν,
ἢ ὡς τοὺς οἰκείους παῖδας τηρῶν καὶ στηρίζων οἷα πατήρ.
«Ἐγὼ εἶπα· Θεοί ἐστε καὶ υἱοὶ Ὑψίστου.»
Εἴρηται δὲ Πατὴρ, ἢ ὡς τὰ πάντα τηρῶν,
ἢ ὡς τοὺς οἰκείους παῖδας τηρῶν καὶ στηρίζων οἷα πατήρ.
Υἱὸς δὲ λέγεται, ὡς ἂν εἴποις·
Οἷος ὁ Πατὴρ τὴν οὐσίαν, τοιοῦτος καὶ ὁ Υἱός·
εἴτε ἐξ ἀκτίστου ἄκτιστος, εἴτε ἐκ θνητοῦ θνητός.
Οἷος ὁ Πατὴρ τὴν οὐσίαν, τοιοῦτος καὶ ὁ Υἱός·
εἴτε ἐξ ἀκτίστου ἄκτιστος, εἴτε ἐκ θνητοῦ θνητός.
Πνεῦμα δὲ εἴρηται, ὡσανεὶ
πᾶν νεῦμα,
ὀξέως πάντη νεῦον καὶ κινούμενον.
Εἴρηται δὲ πνεῦμα ἐν τῇ θείᾳ Γραφῇ τετραχῶς,
Πνεῦμα τὸ ἅγιον, πνεῦμα ὁ ἄγγελος, πνεῦμα ἡ ψυχὴ,
πνεῦμα ἄνεμος·
ἔστι δ' ὅτε καὶ ὁ νοῦς εἴρηται πνεῦμα.
ὀξέως πάντη νεῦον καὶ κινούμενον.
Εἴρηται δὲ πνεῦμα ἐν τῇ θείᾳ Γραφῇ τετραχῶς,
Πνεῦμα τὸ ἅγιον, πνεῦμα ὁ ἄγγελος, πνεῦμα ἡ ψυχὴ,
πνεῦμα ἄνεμος·
ἔστι δ' ὅτε καὶ ὁ νοῦς εἴρηται πνεῦμα.
Ἀΐδιόν ἐστι τὸ ἀεὶ
διάγον.
Καὶ τὸ μὲν ἀΐδιον οὐ λέγεται καὶ ἄναρχον·
τὸ δὲ ἄναρχον λέγεται καὶ ἀΐδιον.
Καὶ τὸ μὲν ἀΐδιον οὐ λέγεται καὶ ἄναρχον·
τὸ δὲ ἄναρχον λέγεται καὶ ἀΐδιον.
Ἄναρχον δὲ λέγεται τὸ μὴ ἔχον
ἀρχήν·
τοῦτο δέ ἐστιν ὁ Θεός.
∆ιὸ καὶ ἄναρχος λέγεται καὶ ἀΐδιος, τουτέστιν ἀτελεύτητος.
τοῦτο δέ ἐστιν ὁ Θεός.
∆ιὸ καὶ ἄναρχος λέγεται καὶ ἀΐδιος, τουτέστιν ἀτελεύτητος.
Οἱ δὲ ἄγγελοι καὶ αἱ ψυχαὶ
οὐ λέγονται ἄναρχοι·
ἀρχὴν γὰρ ἔλαβον καὶ ἐκτίσθησαν παρὰ Θεοῦ.
Λέγονται δὲ ἀΐδια, ἐπειδὴ μέλλουσιν ἀθάνατα ζῇν.
ἀρχὴν γὰρ ἔλαβον καὶ ἐκτίσθησαν παρὰ Θεοῦ.
Λέγονται δὲ ἀΐδια, ἐπειδὴ μέλλουσιν ἀθάνατα ζῇν.
Ἰδίωμα λέγεται τὸ ἰδίως ὑπάρχον
ἐν τῇ φύσει,
ἐν ἑτέρᾳ δὲ οὐσίᾳ μηδαμῶς ὑπάρχον·
ὥσπερ ἐν τῷ ἀνθρώπῳ τὸ γελαστικόν.
Οὐδὲ γάρ ἐστι γέλως ἐν ἄλλῃ οἵᾳ δήποτε φύσει.
ἐν ἑτέρᾳ δὲ οὐσίᾳ μηδαμῶς ὑπάρχον·
ὥσπερ ἐν τῷ ἀνθρώπῳ τὸ γελαστικόν.
Οὐδὲ γάρ ἐστι γέλως ἐν ἄλλῃ οἵᾳ δήποτε φύσει.
Τί λέγεται φύσις;
Φύσις εἴρηται, διὰ τὸ
πεφυκέναι καὶ εἶναι,
ὥσπερ καὶ οὐσία, ὡς οὖσα καὶ ἐν ἀληθείᾳ γνωριζομένη.
Φύσις πάλιν εἴρηται, διὰ τοῦ φύειν καὶ βλαστάνειν.
Φύσις καὶ οὐσία καὶ γένος καὶ μορφὴ ἕν ἐστι.
ὥσπερ καὶ οὐσία, ὡς οὖσα καὶ ἐν ἀληθείᾳ γνωριζομένη.
Φύσις πάλιν εἴρηται, διὰ τοῦ φύειν καὶ βλαστάνειν.
Φύσις καὶ οὐσία καὶ γένος καὶ μορφὴ ἕν ἐστι.
Πρόσωπον δὲ καὶ χαρακτὴρ
καὶ ὑπόστασις καὶ ἰδικὸν καὶ ἄτομον ἓν καὶ αὐτὸ ὑπάρχει.
Ἄλλο γὰρ φύσις καὶ ἄλλο ὑπόστασις.
Ἐὰν οὖν εἴπῃ σοί τις ὅτι
Ἐπὶ τῆς θεότητος πόσας φύσεις ὁμολογεῖς;
εἰπὲ μίαν, ὑποστάσεις δὲ τρεῖς.
Ἐπὶ τῆς θεότητος πόσας φύσεις ὁμολογεῖς;
εἰπὲ μίαν, ὑποστάσεις δὲ τρεῖς.
Ἐὰν δὲ εἴπῃ σοι ἐπὶ τῆς ἐνσάρκου
οἰκονομίας,
πόσας φύσεις ὁμολογεῖς;
εἰπὲ δύο· μίαν δὲ τὴν ὑπόστασιν.
πόσας φύσεις ὁμολογεῖς;
εἰπὲ δύο· μίαν δὲ τὴν ὑπόστασιν.
Καὶ γὰρ ὁ Χριστὸς τὰς δύο
οὐσίας καὶ φύσεις ἔσχεν ἀτρέπτους καὶ ἀκεραίους, τὴν θεότητα καὶ τὴν ἀνθρωπότητα
ἐν μιᾷ ὑποστάσει, Θεὸς τέλειος καὶ ἄνθρωπος τέλειος γνωριζόμενος.
Καὶ διὰ τοῦτο δύο φύσεις ἐν
μιᾷ ὑποστάσει ὁμολογοῦμεν τὴν σάρκωσιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ Θεοῦ.
Ἐπὶ δὲ τῆς θεολογίας μίαν
φύσιν ὁμολογοῦμεν τῆς ἁγίας Τριάδος, τρεῖς δὲ ὑποστάσεις.
Καὶ γὰρ Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος μία φύσις ἐστὶ, καὶ μία οὐσία, καὶ μία ἐξουσία, καὶ βασιλεία, καὶ δύναμις·
τρεῖς δὲ ὑποστάσεις, καὶ τρεῖς χαρακτῆρες,
καὶ τρία πρόσωπα·
τουτέστι Πατὴρ καὶ Υἱὸς καὶ Πνεῦμα ἅγιον.
Μία θεότης ἐστὶν ἐν τρισὶ προσώποις γνωριζομένη.

∆έον οὖν καθολικώτερον εἰπεῖν
τί ἐστιν οὐσία, καὶ τί ἐστιν ὑπόστασις.
Ἡ μὲν οὐσία, καὶ τὸ
γένος, καὶ ἡ φύσις, καὶ ἡ μορφὴ,
ὡς εἴρηται, μία ἐστί·
τὸ δὲ πρόσωπον καὶ ὁ χαρακτὴρ καὶ ἡ ὑπόστασις, καὶ τὸ ἄτομον, καὶ τὸ ἰδικὸν, ἕν ἐστι.
Καὶ γὰρ ἡ φύσις δύναται ἔχειν ἐν ἑαυτῇ πλείους τὰς ὑποστάσεις.
Καὶ γὰρ οἱ ἄνθρωποι, ἐξ ἑνὸς σώματος ὄντες καὶ μιᾶς πνοῆς πάντες, μιᾶς ἐσμεν φύσεως καὶ οὐσίας.

Ὑποστάσεις δὲ πολλαί.
Καὶ γὰρ ὑπόστασις διὰ τοῦτο λέγεται,
ἀπὸ τοῦ στήκειν τῇ οὐσίᾳ.
Καὶ ἡ μὲν φύσις καὶ ἡ οὐσία λέγεται καθολικὴ,
ἡ δὲ ὑπόστασις μερική.
Καθολικὸν δὲ λέγεται τὸ καθόλου πάντα περιλαμβάνον καὶ περιέχον·
μερικὸν δὲ τὸ ἔχον μέρος τι οὐσίας.

Οἷον, ἐὰν εἴπῃς, Ὁ ἄνθρωπος,
ἰδοὺ εἶπας πάντα ἄνθρωπον·
καθολικὸν γάρ ἐστι τοῦτο καὶ οὐσιῶδες,
καὶ πάντες ἄνθρωποι λέγονται, καὶ τῆς αὐτῆς οὐσίας εἰσίν.
καθολικὸν γάρ ἐστι τοῦτο καὶ οὐσιῶδες,
καὶ πάντες ἄνθρωποι λέγονται, καὶ τῆς αὐτῆς οὐσίας εἰσίν.
Εἰ δὲ εἴπῃς, Ὁ Πέτρος καὶ
ὁ Παῦλος ἢ ὁ Ἰωάννης,
τότε ἕνα ἄνθρωπον ἐσήμανας, ὅτι μερικόν ἐστι τοῦτο.
Τὸ γὰρ κοινόν ἐστι, ἐὰν εἴπῃς, Ὁ ἄνθρωπος,
ἐπειδὴ πάντες οἱ ἄνθρωποι ὀνομάζονται.
τότε ἕνα ἄνθρωπον ἐσήμανας, ὅτι μερικόν ἐστι τοῦτο.
Τὸ γὰρ κοινόν ἐστι, ἐὰν εἴπῃς, Ὁ ἄνθρωπος,
ἐπειδὴ πάντες οἱ ἄνθρωποι ὀνομάζονται.
Τὸ δὲ μερικόν ἐστι ἑκάστου
τὸ ὄνομα.
Ἁρμόζει καὶ τοῦτο τὸν
θέλοντα γνῶναι τῶν πραγμάτων τὴν φύσιν, ἵνα γινώσκῃ, ποῖόν ἐστι τὸ μερικὸν, καὶ
ποῖον καθόλου.
Οὐ γὰρ μόνον ἐπ' ἀνθρώπων, ἀλλὰ καὶ ἐπὶ παντὸς πράγματος, οὐρανίων καὶ ἐπιγείων, τοῦτό ἐστιν εὑρεῖν.
Καὶ εἴπωμεν φανερώτερον·
ἀναγκαῖα γάρ εἰσι ταῦτα τοῖς μέλλουσιν ἐκζητεῖν.
Λέγομεν δὲ οὕτως.
Ἐὰν εἴπῃς, Ὁ ἄγγελος,
ὅλην τὴν οὐσίαν τῶν ἀγγέλων ἐσήμανας·
κοινὸν γάρ ἐστι τοῦτο τὸ ὄνομα τοῖς ἀγγέλοις καὶ οὐσιῶδες, καὶ πάντες ἄγγελοι λέγονται·
Ἐὰν δὲ εἴπῃς,
Ὁ Μιχαὴλ, ὁ Γαβριὴλ, ὑπόστασιν μίαν εἶπας,
τουτέστιν ἕνα ἄγγελον.

Φύσις γὰρ λέγεται ἡ ἀγγελότης·
ὑπόστασις δέ ἐστιν ἑνὸς ἑκάστου ἀγγέλου προσηγορία.
Καὶ γὰρ φύσις ἐστὶ μία κοινὴ ἡ ἀνθρωπότης, ὑποστάσεις δὲ Πέτρος, Παῦλος καὶ Θωμᾶς, καὶ τὰ λοιπὰ πρόσωπα καὶ οἱ χαρακτῆρες.
Ἡ οὖν φύσις ἐστὶν ἡ κυρία καὶ γεννητικὴ τῶν ὑποστάσεων.

Καὶ διὰ τοῦτο πάλιν ἐροῦμεν·
ἐὰν εἴπῃς·
Καλὴ φύσις ὁ ἄγγελος, ὅλην τὴν οὐσίαν αὐτῶν ἐσήμανας.
Ἐὰν δὲ εἴπῃς·
Μέγας ἐστὶν ὁ Γαβριὴλ, ὑπόστασιν μίαν ἐκ πάντων εἶπας.
Καὶ ἐὰν εἴπῃς, Τὸ πετεινὸν, ἰδοὺ τὴν οὐσίαν πᾶσαν ἐδήλωσας τῶν πετεινῶν·
ἐὰν δὲ εἴπῃς, Ἡ περιστερὰ, ἡ τρυγὼν, ἡ ἀηδὼν, ὁ ταὼς, καὶ ὁ κύκνος, ἰδοὺ ταῦτα ὑποστάσεις εἰσίν.

Οὐ μόνον δὲ ἐπὶ τῶν νοερῶν
καὶ λογικῶν καὶ ἐμψύχων ἁρμόζει ὁ αὐτὸς τῶν ὅρων κανὼν, ἀλλὰ καὶ διὰ πάσης ἀψύχου
καὶ ἀναισθήτου καὶ ἀκινήτου φύσεως·
οἷόν τι λέγω, ἐὰν εἴπῃς, ὅτι
Ἐποίησεν ὁ Θεὸς τὸ φῶς,
ἰδοὺ πᾶσαν τὴν οὐσίαν τῶν φωστήρων ἐσήμανας.
οἷόν τι λέγω, ἐὰν εἴπῃς, ὅτι
Ἐποίησεν ὁ Θεὸς τὸ φῶς,
ἰδοὺ πᾶσαν τὴν οὐσίαν τῶν φωστήρων ἐσήμανας.
Αὕτη λοιπὸν ἡ οὐσία
τέμνεται εἰς τὰς ὑποστάσεις αὐτῆς·
μερίζεται γὰρ εἰς ἥλιον, εἰς σελήνην καὶ εἰς ἀστέρας, εἰς λύχνους, εἰς κηροὺς, καὶ εἰς ἄλλα διάφορα.
Ὁμοίως καὶ ἐπὶ ἀνέμων·
ἐὰν εἴπῃς, Πνεῦμα, πᾶσαν τὴν φύσιν τῶν ἀνέμων ἐσήμανας.
μερίζεται γὰρ εἰς ἥλιον, εἰς σελήνην καὶ εἰς ἀστέρας, εἰς λύχνους, εἰς κηροὺς, καὶ εἰς ἄλλα διάφορα.
Ὁμοίως καὶ ἐπὶ ἀνέμων·
ἐὰν εἴπῃς, Πνεῦμα, πᾶσαν τὴν φύσιν τῶν ἀνέμων ἐσήμανας.
Εἰ δὲ εἴπῃς, Νότος, ἢ βοῤῥᾶς,
ἢ εὐροκλύδων, αὗται ὑποστάσεις εἰσί.
Πάλιν ἐὰν εἴπῃς, Τὸ δένδρον, πᾶσαν τὴν οὐσίαν τῶν δένδρων ἐσήμανας·
εἰ δὲ εἴπῃς, Ἡ συκῆ, ἡ καρύα, ἡ κασταναία, ἡ ἀμυγδαλῆ, μίαν ὑπόστασιν εἶπας τῶν δένδρων.
Πάλιν ἐὰν εἴπῃς, Τὸ δένδρον, πᾶσαν τὴν οὐσίαν τῶν δένδρων ἐσήμανας·
εἰ δὲ εἴπῃς, Ἡ συκῆ, ἡ καρύα, ἡ κασταναία, ἡ ἀμυγδαλῆ, μίαν ὑπόστασιν εἶπας τῶν δένδρων.
Πάλιν ἐὰν εἴπῃς, Τὸ ὕδωρ,
ὅλην τὴν φύσιν τῶν ὑδάτων εἶπας·
ἐὰν δὲ εἴπῃς, Ἡ θάλασσα, ἡ λίμνη, τὸ φρέαρ, ἡ πηγὴ, μίαν εἶπας τῶν ὑδάτων ὑπόστασιν.
ἐὰν δὲ εἴπῃς, Ἡ θάλασσα, ἡ λίμνη, τὸ φρέαρ, ἡ πηγὴ, μίαν εἶπας τῶν ὑδάτων ὑπόστασιν.
Πάλιν ἐὰν εἴπῃς, Ὁ ποταμὸς,
τοὺς ποταμοὺς πάντας εἴρηκας·
εἰ δὲ εἴπῃς, ὁ Μαίανδρος, ὁ Εὐφράτης, ὁ Νεῖλος, τότε τῶν ποταμῶν εἶπας μίαν ὑπόστασιν.
εἰ δὲ εἴπῃς, ὁ Μαίανδρος, ὁ Εὐφράτης, ὁ Νεῖλος, τότε τῶν ποταμῶν εἶπας μίαν ὑπόστασιν.
Καὶ ἐν τοῖς λοιποῖς ὁμοίως
οὕτω χρὴ πάντα διερευνᾷν, καὶ καθ' ὃν τρόπον ἐγράφησαν διανοεῖσθαι καὶ ἐπιγινώσκειν,
καὶ διακρίνειν τί ἐστι φύσις, καὶ τί ἐστιν ὑπόστασις.
Ἡ μὲν γὰρ φύσις ἐστὶν ἡ ῥίζα
καὶ ἡ πηγὴ τῶν πραγμάτων·
ἡ δὲ ὑπόστασις μέρος ἐστὶ τῆς φύσεως.
ἡ δὲ ὑπόστασις μέρος ἐστὶ τῆς φύσεως.
Ἀναγκαῖα γὰρ ταῦτα τοῖς
θέλουσιν ἀκριβῶς τὰ ἐν τῷ κόσμῳ ἐπιγινώσκειν καὶ ἐρευνᾷν.
Περὶ θελήματος, καὶ ἰδιώματος,
καὶ ἐνεργείας, καὶ περὶ ἑνώσεως καὶ ὁμοουσίου.
Τί ἐστι θέλημα;
Θέλημά ἐστιν οὐσίας νοερᾶς
καὶ λογικῆς ἔφεσις πρὸς τὸ καταθύμιον.
Πᾶν γὰρ νοερὸν, πρόδηλον, ὅτι καὶ θελητικὸν ὑπάρχει·
θέλημα γὰρ λέγεται, κατὰ τὸ θέειν λίαν, ἢ τοῦ θελητοῦ λῆμμα, ἢ ὡς κράτημα.
Πᾶν γὰρ νοερὸν, πρόδηλον, ὅτι καὶ θελητικὸν ὑπάρχει·
θέλημα γὰρ λέγεται, κατὰ τὸ θέειν λίαν, ἢ τοῦ θελητοῦ λῆμμα, ἢ ὡς κράτημα.
Τριχῶς δὲ θεωρεῖται τὸ
θέλημα, θεϊκὸν, ἀγγελικὸν, καὶ ψυχικόν·
ἐπειδὴ αὗται αἱ τρεῖς φύσεις μόναι εἰσὶ θελητικαί.
ἐπειδὴ αὗται αἱ τρεῖς φύσεις μόναι εἰσὶ θελητικαί.
Τριχῶς δὲ καὶ ἐν τῇ Γραφῇ
εὑρίσκομεν τὸ θέλημα λεγόμενον, θεϊκὸν, τὸ φυσικὸν ἢ τὸ μέσον, καὶ τρίτον τὸ
σαρκικὸν, ὅπερ σημαίνει τὸ διαβολικόν.
Θέλημα θεῖόν ἐστι τὰ
προστάγματα τοῦ Θεοῦ.
Θέλημα δὲ φυσικὸν ἡ ἐργασία
τοῦ Θεοῦ θελήματος.
Θέλημα δὲ σαρκικὸν ἡ
παρακοὴ τοῦ θείου νόμου.
Ταῦτα τὰ τρία θελήματά εἰσιν
ἐν τῷ ἀνθρώπῳ.
Ἔστι δὲ καὶ ἕτερον θέλημα φυσικὸν,
ὅπερ λέγεται κοινὸν πᾶσιν ἀνθρώποις.
Τοῦτο δέ ἐστι τὸ φιλόζωον.
Πάντες γὰρ οἱ ἄνθρωποι φιλοῦσι τὴν ζωὴν,
καὶ τὸ ὁρᾷν τὸ φῶς.
Ἰδοὺ καὶ τὸ κοινὸν θέλημα.
Εἰσὶ δὲ καὶ ἕτερα θελήματα ἐν ἡμῖν, ἅπερ καλοῦνται γνωμικά.
Ἄλλος μὲν γὰρ ἄνθρωπος θέλει ἰδιάζειν, ἄλλος γεωργεῖν·
καὶ ἄλλος μὲν πλέειν, ἄλλος δὲ ἀναπαύεσθαι, καὶ ἄλλος ὁδεύειν, ἄλλος γρηγορεῖν, καὶ ἄλλος ὑπνοῦν,
καὶ οἱ λοιποὶ ὁμοίως·
πολλὰ γνωμικὰ θελήματα ἔχομεν οἱ ἄνθρωποι.
Ἓν δὲ φυσικὸν θέλημα ἔχομεν πάντες, τὸ ἀγαπᾷν τὴν ζωὴν, ἤτοι τὴν ἀθανασίαν, ἣν ἐλάβομεν ἐξ ἀρχῆς.

Τί λέγεται ἰδίωμα
Ἰδίωμα λέγεται διὰ τὸ ἴδια
εἶναι ἅμα·
ἀχώριστοι γάρ εἰσι τῶν φύσεων καὶ τῶν ὑποστάσεων αἱ αὐτῶν ἰδιότητες.
Ἰδίωμά ἐστι τὸ ἔν τινι φύσει ἰδικῶς γνωριζόμενον καὶ ἐν ἑτέρᾳ μὴ εὑρισκόμενον.
ἀχώριστοι γάρ εἰσι τῶν φύσεων καὶ τῶν ὑποστάσεων αἱ αὐτῶν ἰδιότητες.
Ἰδίωμά ἐστι τὸ ἔν τινι φύσει ἰδικῶς γνωριζόμενον καὶ ἐν ἑτέρᾳ μὴ εὑρισκόμενον.
Οἷόν τι λέγω·
Ἐν τῷ Θεῷ ἐστι τὸ προαιώνιον, τὸ ἄκτιστον, τὸ ἀπερίγραπτον, ἅτινα οὐχ ὑπάρχουσιν ἐν ἄλλῃ οἵᾳ δήποτε οὐσίᾳ.
Ἐν τῷ Θεῷ ἐστι τὸ προαιώνιον, τὸ ἄκτιστον, τὸ ἀπερίγραπτον, ἅτινα οὐχ ὑπάρχουσιν ἐν ἄλλῃ οἵᾳ δήποτε οὐσίᾳ.
Ἰδίωμά ἐστι τοῖς ἀγγέλοις
τὸ ἀπαθὲς καὶ ἀθάνατον, τὸ ὑμνολογικὸν, τὸ ἀσίγητον.
Ἰδίωμα δὲ ἀνθρώπου κυρίως
τὸ σύνθετον ἐκ θνητῆς καὶ ἀθανάτου φύσεως, ἐν ἄλλῃ οἵᾳ δήποτε οὐσίᾳ μὴ
γνωριζόμενον.
Καὶ ταῦτα μέν εἰσι φυσικὰ
ἰδιώματα·
ἕτερα καὶ ὑποτακτικὰ, οἷον λευκότης, μελανία, μακρότης, κολοβότης, γλαυκότης, γοργότης, νωθρότης, καὶ τὰ ὅμοια ἅπερ οὐκ ἐν πᾶσιν ἀνθρώποις εὑρίσκονται.
ἕτερα καὶ ὑποτακτικὰ, οἷον λευκότης, μελανία, μακρότης, κολοβότης, γλαυκότης, γοργότης, νωθρότης, καὶ τὰ ὅμοια ἅπερ οὐκ ἐν πᾶσιν ἀνθρώποις εὑρίσκονται.
Οὐ γὰρ πάντες οἱ ἄνθρωποι
γοργοὶ, οὐδὲ πάντες ξανθοί.
Τὰ δὲ φυσικὰ ἰδιώματα ἐξ ἴσου καὶ ἐν παντὶ τῷ εἴδει εὑρίσκονται·
πάντες γὰρ οἱ ἄνθρωποι βροτοὶ ὁμοίως εἰσὶ, καὶ θνητοὶ, λογικοὶ, πλατυόνυχοι, ὀρθοπεριπατητικοί.
Τὰ δὲ φυσικὰ ἰδιώματα ἐξ ἴσου καὶ ἐν παντὶ τῷ εἴδει εὑρίσκονται·
πάντες γὰρ οἱ ἄνθρωποι βροτοὶ ὁμοίως εἰσὶ, καὶ θνητοὶ, λογικοὶ, πλατυόνυχοι, ὀρθοπεριπατητικοί.
Εἰσὶ δὲ καὶ ἕτερα, ἅπερ οὐ
λέγονται κυρίως ἰδιώματα,
ἀλλὰ συμβεβηκότα.
Ταῦτα δὲ γίνονται καὶ ἀπογίνονται·
οἷον ἡ νηπιότης, ἡ ὑγεία, ἡ νόσος, ἡ θερμότης, ἡ ψυχρότης·
καὶ ἁπλῶς πᾶν τὸ παραλλαγῆναι δυνάμενον συμβεβηκὸς λέγεται.
ἀλλὰ συμβεβηκότα.
Ταῦτα δὲ γίνονται καὶ ἀπογίνονται·
οἷον ἡ νηπιότης, ἡ ὑγεία, ἡ νόσος, ἡ θερμότης, ἡ ψυχρότης·
καὶ ἁπλῶς πᾶν τὸ παραλλαγῆναι δυνάμενον συμβεβηκὸς λέγεται.
Περὶ ἐνεργείας
Ἐνέργειά ἐστι, καθάφησιν ὁ
ἅγιος Γρηγόριος ὁ Νύσσης, ἡ φυσικὴ ἑκάστου δύναμίς τε καὶ κίνησις.
Καὶ γὰρ ἕκαστον οὐσιῶδες ἔχει
τὴν ἑαυτοῦ ἐνέργειαν·
οἷον τὰ νοερὰ τὴν νόησιν, τὰ αἰσθητικὰ τὴν αἴσθησιν, τὰ κινητὰ τὴν κίνησιν, τὰ πετεινὰ τὴν πτῆσιν, τὰ νηκτὰ τὴν νῆξιν, τὰ βλαστικὰ τὴν βλάστησιν, τὰ ἑρπυστικὰ τὴν ἕρπυσιν, τὰ φωτιστικὰ τὴν ἔλλαμψιν, τὰ γεννητικὰ τὴν γέννησιν·
ἅπερ πάλιν, ἀναιρουμένης τῆς ἐνεργείας, ἀναιρεῖται καὶ ἀπόλλυται καὶ ἡ αὐτοῦ φύσις.
Ἀναιρουμένης γὰρ τῆς καύσεως, σβέννυται τὸ πῦρ·
ἀναιρουμένης τῆς κινήσεως τοῦ ζώου, ἀπόλλυται ζῶον·
ἀναιρουμένης τῆς νοήσεως, ἀπόλλυται τὸ νοερὸν τῆς ψυχῆς καὶ τὸ λο γικὸν αὐτῆς.

Τὸ δὲ παράδοξον, ὅτι καί
τινες διάφοροι φύσεις στερούμεναι τῶν φυσικῶν ἐνεργειῶν αὐτῶν, ἑτέρας ἐνεργείας
τίκτουσιν.
Οἷον ὁ λίθος καιόμενος,
καὶ ἀπόλλυσι τὴν φυσικὴν ἐνέργειαν, καὶ γίνεται ἄσβεστος, καὶ καυστικὴν ἐνέργειαν
κέκτηται.
Καὶ ἡ κέδρος ὁμοίως στερεῖται
μὲν τῆς βλαστικῆς ἐνεργείας, καὶ ἰαματικὴν κέκτηται, ἀναιρετικὴν ποιοῦσα τῶν
σκωλήκων τὴν κεδρίαν.
∆εῖ οὖν τοὺς ἐχέφρονας τὰς
τῶν ὄντων προσηγορίας σκοπεῖν, καὶ ἀνακρίνειν, ὡς ἂν δύναιντο εὑρεῖν, πόσας
πλείους ἁπάσης ὑπάρξεως προσηγορίας ἐνεργητικὰς, ἀλλ' οὐ φυσικὰς ὀνομασίας ἔχουσιν,
ἐκ τῶν ἰδίων ἐνεργειῶν ταύτας λαβοῦσαι καὶ ἔχουσαι καὶ λεγόμεναι.
Καὶ γὰρ, ὡς προειρήκαμεν,
καθὼς ὀνομάζεται Θεὸς ἀπὸ τοῦ θεωρεῖν τὰ πάντα,
καὶ ἄγγελος ἐκ τῆς ἀγγελικῆς αὐτοῦ ἐνεργείας καὶ διακονίας,
καὶ ἄνθρωπος ἀπὸ τοῦ ἄνω θεωρεῖν τὸν ὦπα·
καθὼς ὀνομάζεται Θεὸς ἀπὸ τοῦ θεωρεῖν τὰ πάντα,
καὶ ἄγγελος ἐκ τῆς ἀγγελικῆς αὐτοῦ ἐνεργείας καὶ διακονίας,
καὶ ἄνθρωπος ἀπὸ τοῦ ἄνω θεωρεῖν τὸν ὦπα·
οὕτω κἀν τοῖς λοιποῖς·
καὶ γὰρ παρθένος λέγεται, διὰ τὸ θανατοῦν τὴν πύρωσιν τῆς σαρκός·
καὶ περιστερὰ διὰ τοῦτο λέγεται, ὅτι πέτεται στεῤῥῶς·
καὶ ἔλαφος διὰ τὸ ἑλεῖν τοὺς ὄφεις·
χελιδὼν, διὰ τὸ τὰ χείλη δονεῖν ἐν τῷ λαλεῖν·
ὄφις, τουτέστιν ὁ φὰς ἤτοι ὁ λαλήσας πρὸς τὴν Εὔαν ποτέ·
δορκὰς, ἐκ τοῦ ὀξέως δέρκειν, ἢ ὡς ὁρᾷν·
τρυγὼν ἡ τηροῦσα τὴν γονὴν, ἤτοι τὸ οἰκεῖον γένος·
ἀηδὼν, διὰ τὸ ἀεὶ ᾄδειν, καὶ ἐν θέρει, καὶ ἐν χειμῶνι·
γὺψ, διὰ τὸ γυρεύειν ὕψη·
ἵππος, ἐκ τοῦ ἱππᾶσθαι τοῖς ποσίν·
ἀετὸς ἀείετος, διὰ τὸ πολλάκις ἀνακαινίζεσθαι καὶ πολλὰ (ἔτη) ζῇν·
πετεινὸν, τὸ τὴν πτέρυγα τεῖνον·
ποταμὸς, ὡς πότιμον ἔχων ἐνέργειαν·
χείμαῤῥος, ὅτι ἐν χειμῶνι ῥεῖ·
φύσις, ἐκ τοῦ φύειν τὰς ὑποστάσεις·
βοτάνη, διὰ τὸ βαδίζειν ἄνω·
ὥσπερ καὶ ὁ ἄνθρωπος, ἐκ τοῦ ἄνω θεωρεῖν, ἢ ὡς βλέπειν.

καὶ ἡ ψυχὴ δὲ ἐκ τῆς οἰκείας
ἐνεργείας ἔχει τὴν τῆς ψυχῆς προσηγορίαν·
ψύχειν γὰρ τὸ ζωοποιεῖν λέγεται·
διὰ τοῦτο ἐκ τῆς ζωοποιοῦ ἐνεργείας ψυχὴ λέγεται,
διὰ τὸ σῶμα ζωοποιεῖν·
καὶ ἕτερα δὲ μυρία ἐστὶν, ἃ παρίεμεν, ἵνα μὴ λέγωμεν πάντα κατὰ τὰς οἰκείας προσηγορίας.
ψύχειν γὰρ τὸ ζωοποιεῖν λέγεται·
διὰ τοῦτο ἐκ τῆς ζωοποιοῦ ἐνεργείας ψυχὴ λέγεται,
διὰ τὸ σῶμα ζωοποιεῖν·
καὶ ἕτερα δὲ μυρία ἐστὶν, ἃ παρίεμεν, ἵνα μὴ λέγωμεν πάντα κατὰ τὰς οἰκείας προσηγορίας.
Περὶ ἑνώσεως
Τί ἐστιν ἕνωσις; καὶ
ποσαχῶς νοεῖται ἡ ἕνωσις;
Ἕνωσις μὲν ἔστι διεστώτων
πραγμάτων κοινωνικὴ συνδρομή·
ἕνωσις δὲ εἴρηται διὰ τὸ ἑνῶσαι,
τουτέστι συνωθῆσαι καὶ μίξαι τὰ πράγματα.
ἕνωσις δὲ εἴρηται διὰ τὸ ἑνῶσαι,
τουτέστι συνωθῆσαι καὶ μίξαι τὰ πράγματα.
Πενταχῶς δὲ λέγεται ἡ ἕνωσις,
συγχυτικὴ, διαιρετικὴ, σχετικὴ, θετικὴ, καὶ ἡ ἁγία ἕνωσις τοῦ Χριστοῦ, ἥτις ὑπὲρ
ταῦτα καθ' ὑπόστασιν εἴρηται.
Καὶ ἕνωσις μὲν συγχυτικὴ
λέγεται,
ὡς ἡ τοῦ οἴνου καὶ τοῦ ὕδατος.
ὡς ἡ τοῦ οἴνου καὶ τοῦ ὕδατος.
∆ιαιρετικὴ δὲ, ὡς ἀνθρώπου
πρὸς ἄνθρωπον.
Σχετικὴ δὲ, ὡς χρυσοῦ πρὸς
χρυσόν.
Ἡ δὲ τοῦ Χριστοῦ ἕνωσις ὑπὲρ
ταῦτα καθ' ὑπόστασιν εἴρηται.
Καθ' ὑπόστασιν δὲ ἕνωσίς ἐστιν
ἡ αὐθύπαρκτος ἐν τῇ μήτρᾳ τῆς ἁγίας Θεοτόκου τῶν δύο φύσεων συνδρομή;
οὔτε γὰρ τὸ σῶμα πρὸ τοῦ Θεοῦ Λόγου ὑπέστη ἐκεῖ,
οὔτε ἡ ψυχή·
ἀλλὰ σὰρξ ἅμα, καὶ Θεὸς Λόγος ἅμα.
οὔτε γὰρ τὸ σῶμα πρὸ τοῦ Θεοῦ Λόγου ὑπέστη ἐκεῖ,
οὔτε ἡ ψυχή·
ἀλλὰ σὰρξ ἅμα, καὶ Θεὸς Λόγος ἅμα.
Σὰρξ ἔμψυχος λογικὴ ἐν αὐτῷ
ὑπέστη, καθάπερ, ὡς ἐμοὶ δοκεῖ, καὶ ἐπὶ τῆς ἡμετέρας συλλήψεως, αὐθύπαρκτος ἡ
ψυχὴ συντρέχει τῷ σώματι.
Οὔτε γὰρ σῶμα καθ' ἑαυτὸ
συνίσταται, οὔτε ἡ ψυχὴ προϋπάρχει τοῦ σώματος, προτύπωσις οὖσα τῆς ἑνώσεως τοῦ
Κυρίου.
Περὶ ὁμοουσίου
Τί ἐστιν ὁμοούσιον, καὶ
κατὰ τί εἴρηται ὁμοούσιον; καὶ ὁσαχῶς τὸ ὁμοούσιον;
Ὁμοούσιόν ἐστι, τὸ τῆς αὐτῆς
οὐσίας καὶ ἐνεργείας ἀπαραλλάκτως ὑπάρχον.
Καὶ γὰρ διὰ τοῦτο λέγεται
ὁμοούσιον,
ὅτι τὴν αὐτὴν οὐσίαν καὶ δύναμιν κέκτηται.
ὅτι τὴν αὐτὴν οὐσίαν καὶ δύναμιν κέκτηται.
Πενταχῶς δὲ εἴρηται ὁμοούσιον
καὶ ὁμογενὲς, καὶ συγγενὲς, καὶ ὁμοφυὲς, καὶ ὁμόφυλον.
Ὁμοούσιον δέ ἐστι, τὸ ὂν ἐν
τῇ αὐτῇ οὐσίᾳ, ἔχον δέ τινα διαφορὰν, οἷον λίθος σαθρὸς, καὶ λίθος σκληρός·
εἰσὶ δὲ ὁμοούσιοι, τουτέστι μιᾶς οὐσίας.
Ἔστι δὲ καὶ ξύλον φοίνικος, καὶ ξύλον ἐβένου·
ὁμοίως καὶ σὰρξ καμήλου, καὶ σὰρξ ἰχθύος.
Ταῦτα δὲ λέγονται ὁμοούσια, ὅτι τῆς αὐτῆς οὐσίας ἐστίν.
Ὥσπερ πάντες οἱ ἄνθρωποι τῆς μιᾶς οὐσίας εἰσίν·
ἔχουσι δὲ διαφορὰν τὸ εἶναι, ἕτερος μακρὸς, καὶ ἕτερος κολοβός·
ἄλλος δυνατὸς, καὶ ἄλλος ταλαίπωρος.
Ἀλλ' ὅμως μιᾶς οὐσίας εἰσὶ, ψυχῆς λέγω καὶ σώματος.

Ἑτεροούσιον δὲ λέγεται, τὸ
ἑτέρας οὐσίας ὑπάρχον, καὶ μηδόλως τῷ ἑτέρῳ προσοῖκον, ἀλλὰ παντελῶς ἀλλότριον
καὶ κατὰ πάντα τρόπον ἐκείνου ἀνόμοιον, οἷον ὕδωρ καὶ πῦρ·
ἄλλη γὰρ οὐσία τοῦ πυρὸς, καὶ ἄλλη τοῦ ὕδατος.
ἄλλη γὰρ οὐσία τοῦ πυρὸς, καὶ ἄλλη τοῦ ὕδατος.
Καὶ διὰ τοῦτο ἑτεροούσιον
λέγεται,
ὅτι ἑτεροφυὲς καὶ ἀλλογενὲς ὑπάρχει·
ὥσπερ ἄνθρωπος καὶ Θεὸς, καὶ ἄγγελος, καὶ πηλὸς, καὶ ἥλιος, καὶ χλόη.
Ταῦτα γὰρ κατὰ πάντα τρόπον ἀνόμοιά εἰσι πρὸς ἄλληλα, διὰ τοῦτο καὶ ἑτεροούσια λέγονται·
ὡσεὶ διὰ τὸ μὴ μετέχειν ἕτερον τῆς οὐσίας τοῦ ἑτέρου·
ἀλλὰ ἄλλη μὲν ἐκείνου, ἑτέρου δὲ ἄλλη, καθὼς εἴρηται.

Περὶ ψυχῆς καὶ νοός
∆ισσῶς λέγεται ἡ ψυχὴ,
μία μὲν ἡ ἄλογος, ἥτις ἐστὶ τὸ τῶν κτηνῶν·
ἑτέρα δὲ ἡ λογικὴ, ἥτις ἐστὶ τῶν ἀνθρώπων.
ἑτέρα δὲ ἡ λογικὴ, ἥτις ἐστὶ τῶν ἀνθρώπων.
Καὶ ἡ μὲν τῶν κτηνῶν, ἐκ
γῆς ἔλαβεν τὴν δημιουργίαν κατὰ Θεοῦ πρόσταξιν, ὡς ἡ θεία λέγει Γραφή·
«Καὶ εἶπεν ὁ Θεός·
Ἐξαγαγέτω ἡ γῆ ἑρπετὰ ψυχῶν ζωσῶν.»
«Καὶ εἶπεν ὁ Θεός·
Ἐξαγαγέτω ἡ γῆ ἑρπετὰ ψυχῶν ζωσῶν.»
Ὥστε τὰ ζῶα ἐκ τῆς γῆς ἔλαβον
τὴν ψυχήν.
∆ιὰ τοῦτο πρὸς τὰ γήϊνα μόνον ἔχουσι τὴν ὁρμὴν καὶ πᾶσαν τὴν ὄρεξιν, καὶ οὐ φρονοῦσι τὰ ἄνω.
∆ιὰ τοῦτο πρὸς τὰ γήϊνα μόνον ἔχουσι τὴν ὁρμὴν καὶ πᾶσαν τὴν ὄρεξιν, καὶ οὐ φρονοῦσι τὰ ἄνω.
Πῶς δὲ ἐγένετο ἡ ψυχὴ αὐτῶν
ἐκ τῆς γῆς εἴπωμεν.
Ἔδωκεν ἡ γῆ κατὰ
πρόσταξιν Θεοῦ σάρκα τοῖς κτήνεσιν·
ἡ δὲ σὰρξ πεποίηκεν αἷμα.
ἡ δὲ σὰρξ πεποίηκεν αἷμα.
Τὸ δὲ αἷμα γέγονε ψυχὴ
κτηνώδης τῷ ζώῳ, ὥστε πάλιν θνήξαντος τοῦ ζώου, τὸ αἷμα πεπηγὸς εἰς σάρκα
μεταβάλλεται.
Ἡ δὲ σὰρξ φθαρεῖσα, πάλιν
ἀναλυομένη, γίνεται γῆ.
Καὶ διὰ τοῦτο ἀγνοοῦσι, καὶ οὐ φρονοῦσι τὰ ἄνω.
Καὶ διὰ τοῦτο ἀγνοοῦσι, καὶ οὐ φρονοῦσι τὰ ἄνω.
Ὁ δὲ ἄνθρωπος ἐκ τῆς
θείας ἐμπνεύσεως ἔσχηκε τὴν ψυχὴν, διὰ τοῦτο καὶ τὰ θεῖα ἐπιγινώσκει, καὶ τὰ ἄνω
διώκει, καὶ τὰ οὐράνια νοεῖ, καὶ λογικὸς ὑπάρχει καὶ ἔννους.
Ἀλλὰ μηδεὶς ὑπονοείτω, ὅτι
τὸ πνεῦμα, ὅπερ ἐνεφύσησεν ὁ Θεὸς ἐν τῷ ἀνθρώπῳ, ἐκεῖνο ἐγένετο ψυχή· μὴ
γένοιτο·
ἀλλὰ τὸ πνεῦμα ἐκεῖνο ψυχὴν ἐδημιούργησεν.
ἀλλὰ τὸ πνεῦμα ἐκεῖνο ψυχὴν ἐδημιούργησεν.
Εἰ γὰρ ἐκεῖνο τὸ πνεῦμα
ψυχὴ ἐν τῷ ἀνθρώπῳ,
τάχα ἐκ τῆς οὐσίας τοῦ Θεοῦ ἡ ψυχὴ ἔμελλεν εἶναι.
τάχα ἐκ τῆς οὐσίας τοῦ Θεοῦ ἡ ψυχὴ ἔμελλεν εἶναι.
Ἐὰν ὑπῆρχεν ἡ ψυχὴ ἐκ τῆς
οὐσίας τοῦ Θεοῦ,
διὰ τί οὐκ ἔστι πάντοτε ἀναλλοίωτος, ἄτρεπτος, ὥσπερ ὁ Θεός;
ἐκεῖνος γὰρ λέγει ὅτι·
«Αὐτὸς ἐγώ εἰμι, καὶ οὐκ ἠλλοίωμαι.»
διὰ τί οὐκ ἔστι πάντοτε ἀναλλοίωτος, ἄτρεπτος, ὥσπερ ὁ Θεός;
ἐκεῖνος γὰρ λέγει ὅτι·
«Αὐτὸς ἐγώ εἰμι, καὶ οὐκ ἠλλοίωμαι.»
Ἡ δὲ ψυχή ποτε μὲν οὖσα
μωρὰ, ποτὲ δὲ φρόνιμος·
καί ποτε μὲν ἁμαρτωλὸς, ποτὲ δὲ δικαία·
καὶ ἄλλοτε πιστὴ, καὶ ἄλλοτε ἄπιστος·
καί ποτε μὲν ἀγνοοῦσα, ποτὲ δὲ γινώσκουσα·
καί ποτε μὲν πρόθυμος οὖσα, ποτὲ δὲ ὀκνηρά.
καί ποτε μὲν ἁμαρτωλὸς, ποτὲ δὲ δικαία·
καὶ ἄλλοτε πιστὴ, καὶ ἄλλοτε ἄπιστος·
καί ποτε μὲν ἀγνοοῦσα, ποτὲ δὲ γινώσκουσα·
καί ποτε μὲν πρόθυμος οὖσα, ποτὲ δὲ ὀκνηρά.
Ταῦτα ἔχουσα,
πῶς δύναται λέγεσθαι ἐκ τῆς οὐσίας εἶναι τοῦ Θεοῦ;
οὐκ ἔστι τοῦτο, οὐκ ἔστι.
πῶς δύναται λέγεσθαι ἐκ τῆς οὐσίας εἶναι τοῦ Θεοῦ;
οὐκ ἔστι τοῦτο, οὐκ ἔστι.
Τὸ δὲ ἐμφύσημα ἐκεῖνο,
ψυχὴν ἐδημιούργησεν ἐν τῷ ἀνθρώπῳ, λογικὴν καὶ νοεράν.
∆ιὰ τοῦτο καὶ ἡ ψυχὴ νοερῶς
τὰ ἄνω φαντάζεται,
καὶ τὰ ἐκεῖθεν ζητεῖ καὶ ὀρέγεται καὶ ποθεῖ,
ὅτι ἐκεῖθεν ἔχει τὴν δημιουργίαν.
καὶ τὰ ἐκεῖθεν ζητεῖ καὶ ὀρέγεται καὶ ποθεῖ,
ὅτι ἐκεῖθεν ἔχει τὴν δημιουργίαν.
Ἡ δὲ τῶν ἀλόγων, οὐχ οὕτως,
ἀλλ' ἐπίγειος οὖσα, τὰ ἐπίγεια μόνα ζητεῖ·
διὸ καὶ συναποθνήσκει τῷ σώματι.
ἀλλ' ἐπίγειος οὖσα, τὰ ἐπίγεια μόνα ζητεῖ·
διὸ καὶ συναποθνήσκει τῷ σώματι.
Τοῦ δὲ ἀνθρώπου ἡ ψυχὴ, ἀείζωος
ὑπάρχει καὶ ἀτελεύτητος.
Ἔχει δὲ ἡ ψυχὴ τρία μέρη,
λογικὸν, θυμικὸν
καὶ ἐπιθυμητικόν.
καὶ ἐπιθυμητικόν.
Καὶ διὰ μὲν τοῦ λογικοῦ
μέρους
ἀγαπᾷ τὸν Θεόν·
ἀγαπᾷ τὸν Θεόν·
διὰ τοῦ θυμικοῦ μέρους ὀργίζεται
τοῖς δαίμοσιν, ἀνδριζομένη κατ' αὐτῶν·
διὰ δὲ τοῦ ἐπιθυμητικοῦ
μέρους
ἐπιθυμεῖ τὰ αἰώνια ἀγαθά.
ἐπιθυμεῖ τὰ αἰώνια ἀγαθά.
Ἔχει δὲ ὁ ἄνθρωπος αἰσθήσεις
πέντε σωματικὰς,
καὶ πέντε ψυχικάς·
καὶ πέντε ψυχικάς·
αἱ σωματικαὶ μέν εἰσιν·
ὅρασις, ἀκοὴ, ὄσφρησις, γεῦσις, καὶ ἁφή.
ὅρασις, ἀκοὴ, ὄσφρησις, γεῦσις, καὶ ἁφή.
Θεωρεῖται δὲ ἐν μὲν τῇ ὁράσει
τὸ λευκὸν καὶ μέλαν,
ἐν δὲ τῇ ἀκοῇ, τὸ ὀξὺ καὶ τὸ βαρύ·
ἐν δὲ τῇ ὀσφρήσει τὸ εὔοσμον καὶ δυσῶδες·
ἐν δὲ τῇ γεύσει τὸ γλυκὺ καὶ πικρόν·
ἐν δὲ τῇ ἁφῇ, τὸ σκληρὸν καὶ μαλακὸν καὶ θερμὸν καὶ ψυχρόν·
ἐν δὲ τῇ ἀκοῇ, τὸ ὀξὺ καὶ τὸ βαρύ·
ἐν δὲ τῇ ὀσφρήσει τὸ εὔοσμον καὶ δυσῶδες·
ἐν δὲ τῇ γεύσει τὸ γλυκὺ καὶ πικρόν·
ἐν δὲ τῇ ἁφῇ, τὸ σκληρὸν καὶ μαλακὸν καὶ θερμὸν καὶ ψυχρόν·
τῆς δὲ ψυχῆς τὰ αἰσθητήριά
εἰσι ταῦτα·
νοῦς, διάνοια, δόξα, φαντασία, καὶ αἴσθησις.
νοῦς, διάνοια, δόξα, φαντασία, καὶ αἴσθησις.
Λέγεται δὲ μιᾶς ἑκάστης αἰσθήσεως
ὄργανον, αἰσθητήριον, ἀπὸ τοῦ τηρεῖν τὴν αἴσθησιν αἰσθητικὸν τὸ ζῶον.
∆εῖ δὲ καὶ τοῦτο
γινώσκειν,
ὅτι πᾶσα σὰρξ καὶ σῶμα λέγεται·
οὐ πᾶν δὲ σῶμα, καὶ σὰρξ ὀνομάζεται.
ὅτι πᾶσα σὰρξ καὶ σῶμα λέγεται·
οὐ πᾶν δὲ σῶμα, καὶ σὰρξ ὀνομάζεται.
Καὶ οἱ ἀστέρες, σώματα ἐπουράνια
λέγονται,
οὐ μὴν καὶ σάρκες ἐπουράνιοι.
οὐ μὴν καὶ σάρκες ἐπουράνιοι.
Καὶ τὸ μὲν σῶμα διττῶς εἴρηται,
σῶμα ὑλικὸν, καὶ σῶμα λεπτόν.
Καὶ τὸ μὲν ὑλικὸν σῶμά ἐστι
τὸ κρατούμενον διὰ χειρὸς, καὶ φθορᾷ καὶ θανάτῳ ὑποκείμενον·
σῶμα δὲ λεπτόν ἐστι τὸ ἀκράτητον καὶ ἀψηλάφητον, οἷον τοῦ ἡλίου, τῆς σελήνης, καὶ τῶν ἀστέρων·
σῶμα δὲ λεπτόν ἐστι τὸ ἀκράτητον καὶ ἀψηλάφητον, οἷον τοῦ ἡλίου, τῆς σελήνης, καὶ τῶν ἀστέρων·
τὸ δὲ σῶμα τὸ παχὺ καὶ ὑλικὸν,
ὅπερ λέγεται σὰρξ, συνίσταται ἐκ τεσσαρῶν στοιχείων, ἐξ αἵματος, ἐκ φλέγματος, ἐκ
χυμοῦ, καὶ χολῆς, ἢ ὡς ἐξ ἀέρος, γῆς, πυρὸς, καὶ ὕδατος·
τουτέστιν, ἐκ θερμοῦ, καὶ ψυχροῦ, καὶ ὑγροῦ, καὶ ξηροῦ.
Ὁ ἥλιος τὸ θερμὸν καὶ ζωτικὸν στοιχεῖον·
ὁ ἀὴρ τὸ θερμὸν καὶ ὑγρόν·
ἡ γῆ τὸ ξηρόν·
τὰ ὕδατα τὸ ὑγρὸν στοιχεῖον τίκτει.
τουτέστιν, ἐκ θερμοῦ, καὶ ψυχροῦ, καὶ ὑγροῦ, καὶ ξηροῦ.
Ὁ ἥλιος τὸ θερμὸν καὶ ζωτικὸν στοιχεῖον·
ὁ ἀὴρ τὸ θερμὸν καὶ ὑγρόν·
ἡ γῆ τὸ ξηρόν·
τὰ ὕδατα τὸ ὑγρὸν στοιχεῖον τίκτει.
Ταῦτά εἰσιν, ἐξ ὧν
συνέστηκεν ὁ ἄνθρωπος,
μᾶλλον δὲ ἡ σὰρξ τοῦ ἀνθρώπου·
διὸ καὶ μετὰ θάνατον πάλιν εἰς αὐτὰ ἀναλύεται.
μᾶλλον δὲ ἡ σὰρξ τοῦ ἀνθρώπου·
διὸ καὶ μετὰ θάνατον πάλιν εἰς αὐτὰ ἀναλύεται.
Περὶ φθαρτοῦ
Τί ἐστι φθαρτόν; καὶ κατὰ
τί εἴρηται φθαρτόν; καὶ ὁσαχῶς εἴρηται φθαρτόν·
Καὶ εἴρηται μὲν φθαρτὸν
δισσῶς, σωματικῶς καὶ ψυχικῶς.
Καὶ ψυχικῶς μὲν, ὅταν τις ἁμαρτάνῃ, λέγεται εἶναι διεφθαρμένος, καθὼς λέγει ἡ Γραφή·
«∆ιεφθάρησαν καὶ ἐβδελύχθησαν ἐν ἀνομίαις·»
Καὶ ψυχικῶς μὲν, ὅταν τις ἁμαρτάνῃ, λέγεται εἶναι διεφθαρμένος, καθὼς λέγει ἡ Γραφή·
«∆ιεφθάρησαν καὶ ἐβδελύχθησαν ἐν ἀνομίαις·»
σωματικῶς δὲ λέγεται
τρισσῶς·
φθορὰ, διαφθορὰ καὶ καθαφθορά.
φθορὰ, διαφθορὰ καὶ καθαφθορά.
Καὶ φθορὰ μὲν λέγεται τὸ
χωρισθῆναι μόνον τὴν ψυχὴν ἐκ τοῦ σώματος καὶ ἀποθανεῖν·
διαφθορὰ δέ ἐστιν, ὅταν τὸ
σῶμα βρωθῇ ὑπὸ τῶν σκωλήκων, καὶ μόνα καταλειφθῶσι τὰ ὀστᾶ.
Καταφθορὰ λέγεται, ὅταν
σαπῶσι καὶ αὐτὰ τὰ ὀστᾶ, καὶ δαπανηθῶσι, καὶ εἰς μὴ ὂν χωρήσωσι παντελῶς.
Τοῦτο γὰρ λέγομεν καὶ περὶ
τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅτι φθορὰν μόνην ἐδέξατο·
τουτέστι θάνατον.
τουτέστι θάνατον.
∆ιαφθορὰν δὲ ἢ καταφθορὰν
τὸ πανάγιον αὐτοῦ σῶμα ὅλως οὐκ ἐδέξατο, ἀνέστη δὲ τριήμερος πρωτότοκος
γενόμενος ἐκ τῶν νεκρῶν.
∆ιὰ τί λέγεται
πρωτότοκος;
∆ιότι ἀνέστη πρῶτος ἐκ τοῦ
ᾅδου, καθὼς καὶ ἡμεῖς μέλλομεν ἀνίστασθαι ἐν τῇ δευτέρᾳ παρουσίᾳ.
Καὶ ἐπεὶ ἀνέστη πρὸ ἐκείνου
ὁ Λάζαρος καὶ τοῦ Ἰαείρου θυγάτηρ, καὶ ἄλλοι πολλοὶ, διὰ τί οὐκ ἐκλήθη τις ἐξ αὐτῶν
πρωτότοκος;
∆ιότι ἐκεῖνοι ἀναστάντες ἐκ
τῶν νεκρῶν πάλιν ἀπέθανον.
Ὁ δὲ Χριστὸς, ἀναστὰς, οὐκ ἔτι ἀπέθανε.
Καὶ ὅπερ ἐφ' ἡμῶν γενήσεται ἐν τῇ ἀναστάσει,
τοῦτο γέγονε καὶ ἐπ' αὐτοῦ.
Ὁ δὲ Χριστὸς, ἀναστὰς, οὐκ ἔτι ἀπέθανε.
Καὶ ὅπερ ἐφ' ἡμῶν γενήσεται ἐν τῇ ἀναστάσει,
τοῦτο γέγονε καὶ ἐπ' αὐτοῦ.
Πρῶτος γὰρ ἐκ τῶν νεκρῶν ἀνέστη
τὴν ἐν ἀφθαρσίᾳ ἀνάστασιν, ἧς καὶ ἡμεῖς κατὰ τὸ μέλλον ἐλπίζομεν ἀπολαύσασθαι, ἣν
μὴ διαδέχεται θάνατος.
Τί ἐστι λόγος, καὶ ὁσαχῶς
ὁ λόγος;
Εἴρηται μὲν ὁ λόγος τριχῶς·
λόγος ἐνούσιος, ὁ Θεὸς Λόγος, λόγος ἐνδιάθετος, ὁ τῶν ἀγγέλων, καὶ ὁ ἐν τῇ ἡμετέρᾳ διανοίᾳ λαλούμενος λόγος·
καὶ ὁ προφορικὸς, ὁ διὰ τῆς γλώττης, ὃς λέγεται ἄγγελος νοήματος.
Λόγος δὲ εἴρηται ἐκ τοῦ λέγειν.

Τί ἐστι Χριστιανός;
Χριστιανός ἐστιν ἀληθινὸς
οἶκος Χριστοῦ λογικὸς, δι' ἔργων ἀγαθῶν καὶ δογμάτων ὀρθῶν συνιστάμενος.
Αἱρετικὸς δέ ἐστι
συκοφάντης καὶ κατήγορος ἀληθείας.
Αἵρεσις ἡ ψευδὴς ὑπόληψις
τοῦ μὴ ὄντος.
Ἄτρεπτόν ἐστι τὸ ἀεὶ ὡσαύτως
ἔχον.
Φυσικόν ἐστι τὸ ἐν τῇ
φύσει κείμενον, ἢ τὸ ἀληθῶς ἀληθὲς γνωριζόμενον.
Παρὰ φύσιν ἐστὶν, ὃ ὁ Θεὸς
οὐχ οὕτω πεποίηκεν, ἢ ὅπερ ὅλως οὐ πεποίηκεν, οἷόν ἐστιν ἡ ἁμαρτία καὶ ὁ
θάνατος.
Τρία φησὶ τὰ λαλούμενα ἐν
ἀνθρώποις·
τὸ κατὰ φύσιν, τὸ παρὰ φύσιν, καὶ τὸ ὑπὲρ φύσιν.
τὸ κατὰ φύσιν, τὸ παρὰ φύσιν, καὶ τὸ ὑπὲρ φύσιν.
Καὶ κατὰ φύσιν μὲν ἔστιν ὁ
γάμος·
παρὰ φύσιν ἡ πορνεία·
ὑπὲρ φύσιν ἡ παρθενία.
παρὰ φύσιν ἡ πορνεία·
ὑπὲρ φύσιν ἡ παρθενία.
Καὶ πάλιν κατὰ φύσιν ὁ
δικαίως συναγόμενος πλοῦτος·
παρὰ φύσιν ἡ πλεονεξία·
ὑπὲρ φύσιν ἡ ἀκτημοσύνη.
παρὰ φύσιν ἡ πλεονεξία·
ὑπὲρ φύσιν ἡ ἀκτημοσύνη.
Ὁμοίως πάλιν κατὰ φύσιν ἡ
σύμμετρος τροφή·
παρὰ φύσιν ἡ γαστριμαργία·
ὑπὲρ φύσιν ἡ νηστεία.
παρὰ φύσιν ἡ γαστριμαργία·
ὑπὲρ φύσιν ἡ νηστεία.
Ὡσαύτως πάλιν κατὰ φύσιν ἡ
εἰρήνη·
παρὰ φύσιν ἡ ταραχή·
ὑπὲρ φύσιν ἡ πρὸς τοὺς ἐχθραίνοντας ἀγάπη.
Καὶ ἐν τοῖς λοιποῖς ὁμοίως.
παρὰ φύσιν ἡ ταραχή·
ὑπὲρ φύσιν ἡ πρὸς τοὺς ἐχθραίνοντας ἀγάπη.
Καὶ ἐν τοῖς λοιποῖς ὁμοίως.
Ἐτυμολογία ἐστὶν ἡ τῆς
δυνάμεως τοῦ ὀνόματος ὀρθότης, ἐξ αὐτοῦ τοῦ νοὸς ἑρμηνευομένη·
οἷον, Κατὰ τί εἰρήνη;
Κατὰ τὸ ἠρεμεῖν τὸν νοῦν.
Ὥσπερ πάλιν ταραχὴ, διὰ τὸ ῥᾷον χεῖσθαι·
καὶ πλάνη κατὰ τὸ πλαγιάζειν τὸν νοῦν.
οἷον, Κατὰ τί εἰρήνη;
Κατὰ τὸ ἠρεμεῖν τὸν νοῦν.
Ὥσπερ πάλιν ταραχὴ, διὰ τὸ ῥᾷον χεῖσθαι·
καὶ πλάνη κατὰ τὸ πλαγιάζειν τὸν νοῦν.
Σωφροσύνη, ἢ ἀπὸ τοῦ σῶα
φρονεῖν,
ἢ ἀπὸ τοῦ τὸ σῶμα φρουρεῖν ἀπὸ ῥύπου.
ἢ ἀπὸ τοῦ τὸ σῶμα φρουρεῖν ἀπὸ ῥύπου.
Πορνεία ἢ διὰ τὸ πυροῦν τὴν
νεότητα,
ἢ διὰ τὸ πηροῦν, ἢ ὡς ἐκτυφλοῦν τὸν νοῦν,
ἢ διὰ τὸ πόῤῥωθεν νεύειν.
Καὶ ἐν τοῖς λοιποῖς ὁμοίως.
ἢ διὰ τὸ πηροῦν, ἢ ὡς ἐκτυφλοῦν τὸν νοῦν,
ἢ διὰ τὸ πόῤῥωθεν νεύειν.
Καὶ ἐν τοῖς λοιποῖς ὁμοίως.
Τὸ σῶμα, ἔχον τὴν σύνθεσιν
ἐκ τῶν στοιχείων,
δέχεται καὶ διάλυσιν, καὶ ἀφανίζεται.
δέχεται καὶ διάλυσιν, καὶ ἀφανίζεται.
∆ιὰ τοῦτο τὰ σώματα καὶ ἀνθρώπων
καὶ ζώων εὔφθαρτα καὶ εὔθνητα τυγχάνει, ἐκ τεσσάρων συνεστηκότα στοιχείων·
λέγω δὴ γῆς καὶ ὕδατος, καὶ πυρὸς, καὶ ἀέρος.
λέγω δὴ γῆς καὶ ὕδατος, καὶ πυρὸς, καὶ ἀέρος.
Καὶ αὐτὰ τὰ ἐκ τούτων
συνεστηκότα ἀεὶ γίνονται καὶ ἀεὶ φθείρονται, τῆς τῶν στοιχείων διαλυομένης
συνθέσεως, καὶ ἑκάστου πρὸς τὸν ἴδιον ἀναλύοντος τόπον.
Αὐτὰ δὲ τὰ στοιχεῖα, ἁπλᾶ τυγχάνοντα καὶ ἀσύνθετα, τὸ μόνιμον ἔχει, καὶ μέχρι τῆς συντελείας ἀδιάλυτον.
Αὐτὰ δὲ τὰ στοιχεῖα, ἁπλᾶ τυγχάνοντα καὶ ἀσύνθετα, τὸ μόνιμον ἔχει, καὶ μέχρι τῆς συντελείας ἀδιάλυτον.
Περὶ ψυχῆς
Περὶ δὲ ψυχῆς λέγομεν, ὅτι
εἰσὶ πέντε πάθη ἐν αὐτῇ, ἅτινα ψυχικὰ πάθη καλοῦνται.
Εἰσὶ δὲ ταῦτα, ὀργὴ,
λύπη, φόβος, φροντὶς, καὶ φθόνος.
Ὁ οὖν φρόνιμον ἔχων τὸν
λογισμὸν δύναται τούτων κρατεῖν.
Ἡ ψυχὴ δὲ ὑπάρχει καθ' ἑαυτὴν
θερμὴ, ὡς πῦρ καιόμενον.
Ὡς οὖν τὸ πῦρ τὰ
βαλλόμενα εἰς λέβητα ἑψεῖ, οὕτω καὶ ἡ πυρώδης ψυχὴ τὰ παραπεμπόμενα σιτία ἐν τῇ
κοιλίᾳ λεπτύνει καὶ δαπανᾷ.
Ψυχὴ γὰρ, οὐ διὰ τὸ ψυχρὸν
τὴν οὐσίαν εἶναι, καλεῖται, καθώς τινες τῶν ἁπλουστέρων ἐνόμισαν·
ἀλλὰ διὰ τὸ ἐκ πολλῆς θερμότητος ἀναξηραίνειν αὐτὴν τὰ ὑγρά·
ὡς ἔστι πληροφορηθῆναι καὶ ἐκ τῆς ἐνεργείας τοῦ ἡλίου.
ἀλλὰ διὰ τὸ ἐκ πολλῆς θερμότητος ἀναξηραίνειν αὐτὴν τὰ ὑγρά·
ὡς ἔστι πληροφορηθῆναι καὶ ἐκ τῆς ἐνεργείας τοῦ ἡλίου.
Θερμὸς γὰρ ὢν καὶ
πυρώδης, πηλὸν ξηραίνει καὶ πᾶν ὑγρὸν ἀνιμᾶται.
Ὅτι δὲ ἡ ψυχὴ θερμή ἐστι
κατὰ φύσιν, παράθου καὶ ἐκ τῶν ἀποθνησκόντων.
Ἧ γὰρ ὥρᾳ ἡ ψυχὴ χωρισθῇ ἐκ
τοῦ σώματος, πάντα τὰ μέλη ψυχρὰ καὶ κρυσταλλώδη εὑρίσκονται, οὐδὲν ἧττον πάγου
χειμερινοῦ.
Ἕως γὰρ ἔχει ἡ ψυχὴ τὴν τροφὴν εἰς ἀφθονίαν, θάλλει τὸ σῶμα καὶ ἁδρύνεται.
Ἕως γὰρ ἔχει ἡ ψυχὴ τὴν τροφὴν εἰς ἀφθονίαν, θάλλει τὸ σῶμα καὶ ἁδρύνεται.
Ὁπηνίκα δὲ ἀπορήσει
σιτίων, αὐτὸ τὸ σῶμα κατεσθίει καὶ φθείρει.
Οὐ γὰρ δύναται τὸ σῶμα ἄνευ
τροφῆς ἀντέχειν πρὸς τὴν θερμότητα τῆς ψυχῆς, ὥσπερ οὔτε ἀγγεῖον χαλκοῦν, ἑστὼς
ἐπὶ κλιβάνου, δύναται φέρειν ἄνευ ὕδατος τὴν σφοδρότητα τοῦ πυρός· ἐκφρύγεται γὰρ
καὶ διαλύεται τέλεον.
Οὕτως οὖν καὶ ὁ λέβης τοῦ
σώματος, μὴ ἔχων τὴν τροφὴν, παρὰ τῆς πυρώδους ψυχῆς ἐκπυρούμενος, ἀπόλλυται
παντάπασιν.
Εἴ ποτε δέ σοι περὶ τῆς
ψυχῆς τις ἀμφισβητοίη, ἐρώτησον αὐτόν·
Εἶπέ μοι, ἐν ὅλῳ τῷ σώματι κεῖται ἡ ψυχὴ τοῦ ἀνθρώπου, ἢ ἐν ἑνὶ τόπῳ;
Καὶ εἰ μὲν εἴπῃ σοι, ὅτι ἐν ὅλῳ τῷ σώματι, εἰπὲ αὐτῷ·
Καὶ πῶς τέμνουσι τὴν χεῖρα τοῦ ἀνθρώπου, ἢ τὸν πόδα, καὶ οὐ κόπτεται καὶ ἡ ψυχὴ, ἀλλὰ πάλιν ζῇ ὁ ἄνθρωπος, καὶ οὐκ ἀποθνήσκει;
Εἰ δὲ εἴπῃ σοι, Ἐν ἑνὶ μέρει κεῖται, πάλιν εἰπέ·
Καὶ πῶς εἰσι τὰ ἄλλα μέρη τοῦ ἀνθρώπου χωρὶς ψυχῆς, καὶ πῶς δύναται ἄψυχον μέλος ἔχειν ὁ ἄνθρωπος;
Καὶ πῶς ἐστι δυνατὸν ζῇν χωρὶς ψυχῆς;

Πᾶν γὰρ τὸ μὴ ἔχον ψυχὴν
νεκρόν ἐστι·
καὶ οὐκ οἶδας τί λέγεις.
καὶ οὐκ οἶδας τί λέγεις.
Ἐγὼ δὲ εἴπω σοι, ἐν ποίῳ
τόπῳ, καὶ ποίῳ τρόπῳ, καὶ ποῦ ἀναπαύεται ἡ ψυχή.
Ἐν τρισὶ τόποις τοῦ
σώματός ἐστιν ἐνιδρυμένη, καὶ ὥσπερ ἡ ἀκτὶς τοῦ ἡλίου εἰς ἕνα τόπον χωρεῖ, καὶ
εἰσέρχεται τοῦ οἴκου, φωτίζει δὲ πάντα τὸν οἶκον·
καὶ ἡ ψυχὴ, ἐν τοῖς τρισὶ μέρεσι τοῦ σώματος ἐνιδρυμένη, τὸν οἶκον ὅλον ζωογονεῖ τοῦ σώματος.
καὶ ἡ ψυχὴ, ἐν τοῖς τρισὶ μέρεσι τοῦ σώματος ἐνιδρυμένη, τὸν οἶκον ὅλον ζωογονεῖ τοῦ σώματος.
Κατοικεῖ δὲ ἡ ψυχὴ ἐν τῇ
καρδίᾳ, καὶ ἐν τῷ ὄπισθεν μέρει τῆς κεφαλῆς, ὅπερ κότυλον ὀνομάζεται, καὶ ἐν ταῖς
βασιλικαῖς φλεψίν.
Ἐν τούτοις οὖν τοῖς τρισὶ μέρεσι κατοικεῖ ἡ ψυχή.
Ἐν τούτοις οὖν τοῖς τρισὶ μέρεσι κατοικεῖ ἡ ψυχή.
∆ιὰ τοῦτο ἣν ἂν ὥραν τρωθῇ
ἡ καρδία, ἢ ἐκ τῆς βασιλικῆς φλεβὸς αἷμα ῥεύσῃ πολὺ, ἢ ἡ κεφαλὴ κρουσθῇ καὶ
τμηθῇ ὑπὸ ξίφους, παρευθὺς χωρίζεται τοῦ σώματος ἡ ψυχὴ, καὶ νεκρὸν τὸ σῶμα εὑρίσκεται.
Κατοικοῦσα δὲ ἡ ψυχὴ ἐν
τοῖς τρισὶ τούτοις μέρεσιν, ὅλῳ τῷ σώματι μεταδίδωσι τῆς οἰκείας ζωτικῆς
δυνάμεως.
Πανεπιστήμιο Αιγαίου,
Τμήμα Πολιτισμικής Τεχνολογίας και Επικοινωνίας,
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου