Ὑπεράγαθε Δέσποινα Θεοτόκε, ἐπάκουσον τῆς οἰκτρᾶς μου δεήσεως
καὶ μὴ καταισχύνης μὲ ἀπὸ τῆς προσδοκίας μου, ἡ μετὰ Θεὸν ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς.
Τὸν πικρὸν θυμὸν καταπράϋνον. Τὸν τῦφον καὶ τὴν ἀλαζονείαν τῆς ματαίας οἰήσεως
ἐκ τοῦ νοὸς μοῦ ἀφάνισον.
Τὰς νυκτερινὰς φαντασίας τῶν πονηρῶν πνευμάτων καὶ τὰς μεθημερινὰς τῶν ἀκαθάρτων ἐννοιῶν προσβολὰς ἐκ τῆς καρδίας μοῦ μείωσον.
Δίδαξον τοὺς ὀφθαλμοὺς μοῦ βλέπειν ὀρθῶς τῆς ἀρετῆς τὴν εὐθύτητα.
Τοὺς πόδας μοῦ τρέχειν ἀνυποσκελίστως ποίησον τὴν μακαρίαν ὁδόν των τοῦ Θεοῦ ἐντολῶν.
Τὰς χεῖρας μου ἁγιασθῆναι παρασκεύασον , ἵνα ἀξίως αἴρω αὐτὰς πρὸς τὸν Ὕψιστον.
Κάθαρόν μου τὸ στόμα, ἵνα μετὰ παρρησίας ἐπικαλεῖται Πατέρα τὸν φοβερὸν Θεὸν καὶ πανάγιον.
Ἄνοιξὸν μοῦ τὰ ὦτα, ἵνα ἀκούω αἰσθητῶς καὶ νοητῶς τα ὑπὲρ μέλι καὶ κηρίον γλυκύτερα τῶν ἁγίων Γραφῶν λόγια , καὶ βιῶ κατ ‘ αὐτὰ ἀπὸ σοῦ κραταιούμενος.
Διὰ γὰρ σοῦ , πανύμνητε καὶ ὑπεράγαθε Δέσποινα, περισώζεται πᾶσα βροτεία φύσις αἰνοῦσα καὶ εὐλογοῦσα Πατέρα, Υἱὸν καὶ Ἅγιον Πνεῦμα, τὴν παναγίαν Τριάδα καὶ ὁμοούσιον, πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὕμνος εἰς τὴν Θεοτόκον
Σὺ βοηθὸς ἁμαρτωλῶν, παράκλησις πασχόντων,
Σὺ ὀρφανῶν ἀντίληψις, ἐνίσχυσις καμνόντων.
Χειμαζομένων εἰ λιμήν, πτωχῶν παρηγορία,
ἀβοηθήτων δύναμις, χηρῶν παραμυθία.
Σὺ εὐσεβῶν τὸ στήριγμα, ἐλπὶς ἀπηλπισμένων,
τῶν ἐναθλούντων ἔρεισμα, χαρὰ τῶν τεθλιμμένων.
Σὺ σκέπη καὶ ἀντίληψις τῶν Σοὶ καταφευγόντων,
Σὺ εἰ στερέωμα πιστῶν, ρύστις κινδυνευόντων.
Σὴν κραταιὰν ἀντίληψιν παράσχου μοί, Κυρία,
ἐπί την Σὴν ἐνίσχυσιν θαρρῶ, ὦ Παναγία.
Σὺ σκέπε, φρούρει, φύλαττε, ἀπὸ παντὼς κινδύνου,
Σὺ τῶν παγίδων ρύσαι μὲ τοῦ δυσμενοῦς ἐκείνου.
Σὺ μοὶ γενοῦ βοήθεια, σθένος καὶ προστασία,
Σὺ μοί, Παρθένε, ἄχραντε, γενοῦ μοὶ σωτηρία.
Σὲ δυσωπὼ μεσίτευσον πρὸς λύσιν ὀφλημάτων
τῷ Σῷ Υἱῷ καὶ ἄφεσιν πολλῶν πλημμελημάτων,
Κόρη σεμνή, Βασίλισσα, κόσμου ἡ σωτηρία.
Σὺ ἔσο μοὶ παράκλησις, χαρά, παραμυθία,
ἵνα ἀπαύστως ἐν χαρᾷ ὑμνῶ τὸ ὄνομά Σου,
καὶ ψαλλων μεγαλύνω Σὲ καὶ τὰ θαυμάσιά Σου.
Στὸν πόλεμο τοῦ πονηροῦ
Πανύμνητε, Πανάχραντε, κόρη Θεοκυῆτορ,
ἐνώτισαί μου τῆς φωνῆς, ἁγνὴ Παρθενομῆτορ.
Ἰδὲ δακρύων σταλαγμοὺς ψυχῆς συντετριμμένης,
ἐπάκουσον τοὺς στεναγμούς, καρδίας τεθλιμμένης.
Οὐ φέρω τα φρυάγματα τοῦ δολεροῦ ἐχθροῦ μου,
οὐ σθένω πρὸς τὰς μηχανάς, τοῦ πονηροῦ ἐκείνου,
οὐ φέρω τὰς ἐπιβουλάς, τὴν τόσην κακουργίαν,
οὐ στέγω πρὸς τὴν φοβερὰν ἐκείνου πανουργίαν.
Οὐχ ὑπομένω τὰς δεινὰς ἐνέδρας καὶ παγίδας,
ἀδυνατῶ πρὸς τὰς πολλὰς τοῦ πονηροῦ βολίδας.
Ποικίλως ἐκπειράζει με, παντοίως πολεμεῖ με,
εἰς ἁμαρτίας βάραθρα ἕλκει καὶ συνωθεῖ με.
Παρακαλῶ Σέ, Δέσποινα, λιμὴν χειμαζομένων,
παρηγορία τῶν πιστῶν, σθένος ἠσθενημένων,
ἐλέησόν με, οἴκτιρον, φρούρησον, φύλαξόν με,
τῆς τυραννίδος τοῦ ἐχθροῦ, Δέσποιν’απαλλαξόν με.
Ἀγάθυνον, Παντάνασσα, ἐλπὶς ἀπηλπισμένων,
ἀντιλαβοῦ μου, ρύσαι με, λύσις ὀδυνωμένων.
Ἐν λύπαις Σὲ παράκλησιν, ἐν νόσοις θεραπείαν,
ἐν τοῖς κινδύνοις λύτρωσιν ἔχω καὶ προστασίαν.
Σὲ πρόμαχον ἐπίσταμαι τῶν ἐκπολεμουμένων,
ἑτοίμην δὲ βοήθειαν τῶν ἐκπειραζομένων.
Σὺ με, Ἁγνή, διάσωσον ἀπὸ τοῦ πολεμίου,
ἀπάλλαξόν με τῶν δεινῶν, δίκης τοῦ αἰωνίου.
Σὺ ἔσο μοὶ παράκλησις, Θεόπαις ἐν τῷ βίῳ,
Σὺ παραμύθιον γλυκὺ γενοῦ μοὶ ἐν σταδίῳ.
Σὺ βάλσαμον ἐπίχεε, ἐπὶ τὰ τραύματά μου.
Σὺ μοὶ γενοῦ μεσίτρια πρὸς Σὸν Υἱὸν Παρθένε,
Σὺ δώρησαί μοὶ τὴν ζωήν, Ναὲ ἡγιασμένε.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου