Προς Φιλαδελφείς Επιστολή του Αγίου
Ιγνατίου του Θεοφόρου: εφιστά την προσοχή κατά των ιουδαϊζόντων και των
σχισματικών, τονίζει την ανάγκη της ενότητας γύρω από τον επίσκοπο
Στην προς Φιλαδελφείς επιστολή ο άγιος
Ιγνάτιος επαινεί τον επίσκοπο, ο οποίος "συνερρύθμισται γὰρ ταῖς ἐντολαῖς ὡς
χορδαῖς κιθάρα" (1), εφιστά την προσοχή κατά των ιουδαϊζόντων και των
σχισματικών (2-6), τονίζει την ανάγκη της ενότητας γύρω από τον επίσκοπο (7-9),
παρακαλεί να στείλουν στην ειρηνεύσασα ήδη Εκκλησία του αντιπρόσωπο παρηγορητή
και ευχαριστεί (10-11)[2].
Κείμενο
Ἰγνάτιος, ὁ καὶ Θεοφόρος, ἐκκλησίᾳ θεοῦ
πατρὸς καὶ κυρίου Ἰησοῦ Χριστοῦ τῇ οὔσῃ ἐν Φιλαδελφίᾳ τῆς Ἀσίας, ἠλεημένῃ καὶ ἡδρασμένῃ
ἐν ὁμονοίᾳ θεοῦ καὶ ἀγαλλιωμένῃ ἐν τῷ· πάθει τοῦ κυρίου ἡμῶν ἀδιακρίτως καὶ ἐν
τῇ ἀναστάσει αὐτοῦ πεπληροφορημένῃ ἐν παντὶ ἐλέει, ἣν ἀσπάζομαι ἐν αἵματι Ἰησοῦ
Χριστοῦ, ἥτις ἐστὶν χαρὰ αἰώνιος καὶ παράμονος, μάλιστα ἐὰν ἐν ἑνὶ ὦσιν σὺν τῷ·
ἐπισκόπῳ καὶ τοῖς σὺν αὐτῷ· πρεσβυτέροις καὶ διακόνοις ἀποδεδειγμένοις ἐν γνώμῃ
Ἰησοῦ Χριστοῦ, οὓς κατὰ τὸ ἴδιον θέλημα ἐστήριξεν ἐν βεβαιωσύνῃ τῷ· ἁγίῳ αὐτοῦ
πνεύματι.
I
1 Ὃν ἐπίσκοπον ἔγνων οὐκ ἀφ ̓ ἑαυτοῦ οὐδὲ
δι ̓ ἀνθρώπων κεκτῆσθαι τὴν διακονίαν τὴν εἰς τὸ κοινὸν ἀνήκουσαν οὐδὲ κατὰ
κενοδοξίαν, ἀλλ ̓ ἐν ἀγάπῃ θεοῦ πατρὸς καὶ κυρίου Ἰησοῦ Χριστοῦ· οὗ
καταπέπληγμαι τὴν ἐπιείκειαν, ὃς σιγῶν πλείονα δύναται τῶν μάταια1 λαλούντων.
2 συνερρύθμισται γὰρ ταῖς ἐντολαῖς ὡς χορδαῖς κιθάρα. διὸ μακαρίζει μου ἡ ψυχὴ
τὴν εἰς θεὸν αὐτοῦ γνώμην, ἐπιγνοὺς ἐνάρετον καὶ τέλειον οὖσαν, τὸ ἀκίνητον αὐτοῦ
καὶ τὸ ἀόργητον αὐτοῦ ἐν πάσῃ ἐπιεικείᾳ θεοῦ ζῶντος.
II
1 Τέκνα οὖν φωτὸς ἀληθείας,2 φεύγετε τὸν
μερισμὸν καὶ τὰς κακοδιδασκαλίας· ὅπου δὲ ὁ ποιμήν ἐστιν, ἐκεῖ ὡς πρόβατα ἀκολουθεῖτε.
2 πολλοὶ γὰρ λύκοι ἀξιόπιστοι ἡδονῇ κακῇ αἰχμαλωτίζουσιν τοὺς θεοδρόμους· ἀλλ ̓
ἐν τῇ ἑνότητι ὑμῶν οὐχ ἕξουσιν τόπον.
III
1 Ἀπέχεσθε τῶν κακῶν βοτανῶν, ἅστινας οὐ
γεωργεῖ Ἰησοῦς Χριστός, διὰ τὸ μὴ εἶναι αὐτοὺς φυτείαν πατρός· οὐχ ὅτι παρ ̓ ὑμῖν
μερισμὸν εὗρον, ἀλλ ̓ ἀποδιϋλισμόν. 2 * ὅσοι γὰρ θεοῦ εἰσιν καὶ Ἰησοῦ Χριστοῦ,
οὗτοι μετὰ τοῦ ἐπισκόπου εἰσίν. καὶ ὅσοι ἂν μετανοήσαντες ἔλθωσιν ἐπὶ τὴν ἑνότητα
τῆς ἐκκλησίας, καὶ οὗτοι θεοῦ ἔσονται, ἵνα ὦσιν κατὰ Ἰησοῦν Χριστὸν ζῶντες. 3 μὴ
πλανᾶσθε, ἀδελφοί μου· εἴ τις σχίζοντι ἀκολουθεῖ, βασιλείαν θεοῦ οὐ κληρονομεῖ·
εἴ τις ἐν ἀλλοτρίᾳ γνώμῃ περιπατεῖ, οὗτος τῷ· πάθει οὐ συγκατατίθεται.
IV
1 Σπουδάσατε οὖν μιᾷ· εὐχαριστίᾳ χρῆσθαι·
μία γὰρ σὰρξ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ἓν ποτήριον εἰς ἕνωσιν τοῦ αἵματος
αὐτοῦ, ἓν θυσιαστήριον, ὡς εἷς ἐπίσκοπος ἅμα τῷ· πρεσβυτερίῳ καὶ διακόνοις τοῖς
συνδούλοις μου· ἵνα, ὃ ἐὰν πράσσητε, κατὰ θεὸν πράσσητε.
V
1 Ἀδελφοί μου, λίαν ἐκκέχυμαι ἀγαπῶν ὑμᾶς
καὶ ὑπεραγαλλόμενος ἀσφαλίζομαι ὑμᾶς· οὐκ ἐγὼ δέ, ἀλλ ̓ Ἰησοῦς Χριστός, ἐν ᾧ
δεδεμένος φοβοῦμαι μᾶλλον, ὡς ἔτι ὢν ἀναπάρτιστος· ἀλλ ̓ ἡ προσευχὴ ὑμῶν εἰς
θεόν1 με ἀπαρτίσει, ἵνα ἐν ᾧ κλήρῳ ἠλεήθην ἐπιτύχω, προσφυγὼν τῷ· εὐαγγελίῳ ὡς
σαρκὶ Ἰησοῦ, καὶ τοῖς ἀποστόλοις ὡς πρεσβυτερίῳ ἐκκλησίας. 2 καὶ τοὺς προφήτας
δὲ ἀγαπῶμεν, διὰ τὸ καὶ αὐτοὺς εἰς τὸ εὐαγγέλιον κατηγγελκέναι καὶ εἰς αὐτὸν ἐλπίζειν
καὶ αὐτὸν ἀναμένειν, ἐν ᾧ καὶ πιστεύσαντες ἐσώθησαν, ἐν ἑνότητι Ἰησοῦ Χριστοῦ ὄντες,
ἀξιαγάπητοι καὶ ἀξιοθαύμαστοι ἅγιοι, ὑπὸ Ἰησοῦ Χριστοῦ μεμαρτυρημένοι καὶ
συνηριθμημένοι ἐν τῷ· εὐαγγελίῳ τῆς κοινῆς ἐλπίδος.
VI
1 Ἐὰν δέ τις ἰουδαϊσμὸν ἑρμηνεύῃ ὑμῖν, μὴ ἀκούετε
αὐτοῦ. ἄμεινον γάρ ἐστιν παρὰ ἀνδρὸς περιτομὴν ἔχοντος χριστιανισμὸν ἀκούειν, ἢ
παρὰ ἀκροβύστου ἰουδαϊσμόν. ἐὰν δὲ ἀμφότεροι περὶ Ἰησοῦ Χριστοῦ μὴ λαλῶσιν, οὗτοι
ἐμοὶ στῆλαί εἰσιν καὶ τάφοι νεκρῶν, ἐφ ̓ οἷς γέγραπται μόνον ὀνόματα ἀνθρώπων.
2 φεύγετε οὖν τὰς κακοτεχνίας καὶ ἐνέδρας τοῦ ἄρχοντος τοῦ αἰῶνος τούτου,
μήποτε θλιβέντες τῇ γνώμῃ αὐτοῦ ἐξασθενήσετε ἐν τῇ ἀγάπῃ· ἀλλὰ πάντες ἐπὶ τὸ αὐτὸ
γίνεσθε ἐν ἀμερίστῳ καρδίᾳ. 3 εὐχαριστῶ δὲ τῷ· θεῷ· μου, ὅτι εὐσυνείδητός εἰμι ἐν
ὑμῖν καὶ οὐκ ἔχει τις καυχήσασθαι οὔτε λάθρα οὔτε φανερῶς, ὅτι ἐβάρησά τινα ἐν
μικρῷ· ἢ ἐν μεγάλῳ. καὶ πᾶσι δέ, ἐν οἷς ἐλάλησα, εὔχομαι, ἵνα μὴ εἰς μαρτύριον
αὐτὸ κτήσωνται.
VII
1 Εἰ γὰρ καὶ κατὰ σάρκα μέ τινες ἠθέλησαν
πλανῆσαι, ἀλλὰ τὸ πνεῦμα οὐ πλανᾶται ἀπὸ θεοῦ ὄν. οἶδεν γάρ, πόθεν ἔρχεται καὶ
ποῦ ὑπάγει, καὶ τὰ κρυπτὰ ἐλέγχει. ἐκραύγασα μεταξὺ ὤν, ἐλάλουν μεγάλῃ φωνῇ,
θεοῦ φωνῇ· Τῷ· ἐπισκόπῳ προσέχετε καὶ τῷ· πρεσβυτερίῳ καὶ διακόνοις. 2 οἱ δὲ ὑποπτεύσαντές
με ὡς προειδότα τὸν μερισμόν τινων λέγειν ταῦτα· μάρτυς δέ μοι, ἐν ᾧ δέδεμαι, ὅτι
ἀπὸ σαρκὸς ἀνθρωπίνης οὐκ ἔγνων. τὸ δὲ πνεῦμα ἐκήρυσσεν λέγον τάδε· Χωρὶς τοῦ ἐπισκόπου
μηδὲν ποιεῖτε, τὴν σάρκα ὑμῶν ὡς ναὸν θεοῦ τηρεῖτε, τὴν ἕνωσιν ἀγαπᾶτε, τοὺς
μερισμοὺς φεύγετε, μιμηταὶ γίνεσθε Ἰησοῦ Χριστοῦ, ὡς καὶ αὐτὸς τοῦ πατρὸς αὐτοῦ.
VIII
1 Ἐγὼ μὲν οὖν τὸ ἴδιον ἐποίουν ὡς ἄνθρωπος
εἰς ἕνωσιν κατηρτισμένος. οὗ δὲ μερισμός ἐστιν καὶ ὀργῄ, θεὸς οὐ κατοικεῖ. πᾶσιν
οὖν μετανοοῦσιν ἀφίει ὁ κύριος, ἐὰν μετανοήσωσιν εἰς ἑνότητα θεοῦ καὶ συνέδριον
τοῦ ἐπισκόπου. πιστεύω τῇ χάριτι Ἰησοῦ Χριστοῦ, ὃς λύσει ἀφ ̓ ὑμῶν πάντα
δεσμόν. 2 παρακαλῶ δὲ ὑμᾶς μηδὲν κατ ̓ ἐριθείαν πράσσειν,1 ἀλλὰ κατὰ
χριστομαθίαν. ἐπεὶ ἤκουσά τινων λεγόντων, ὅτι ἐὰν μὴ ἐν τοῖς ἀρχείοις εὕρω ἐν τῷ·
εὐαγγελίῳ οὐ πιστεύω· καὶ λέγοντός μου αὐτοῖς ὅτι γέγραπται, ἀπεκρίθησάν μοι ὅτι
πρόκειται. ἐμοὶ δὲ ἀρχεῖά ἐστιν Ἰησοῦς Χριστός, τὰ ἄθικτα ἀρχεῖα ὁ σταυρὸς αὐτοῦ
καὶ ὁ θάνατος καὶ ἡ ἀνάστασις αὐτοῦ καὶ ἡ πίστις ἡ δι ̓ αὐτοῦ, ἐν οἷς θέλω ἐν τῇ
προσευχῇ ὑμῶν δικαιωθῆναι.
IX
1 Καλοὶ καὶ οἱ ἱερεῖς, κρεῖσσον δὲ ὁ ἀρχιερεὺς
ὁ πεπιστευμένος τὰ ἅγια τῶν ἁγίων, ὃς μόνος πεπίστευται τὰ κρυπτὰ τοῦ θεοῦ· αὐτὸς
ὢν θύρα τοῦ πατρός, δι ̓ ἧς εἰσέρχονται Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καὶ οἱ προφῆται
καὶ ἀπόστολοι καὶ ἡ ἐκκλησία. πάντα ταῦτα εἰς ἑνότητα θεοῦ. 2 ἐξαίρετον δέ τι ἔχει
τὸ εὐαγγέλιον, τὴν παρουσίαν τοῦ σωτῆρος, κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τὸ πάθος αὐτοῦ,
καὶ τὴν ἀνάστασιν. οἱ γὰρ ἀγαπητοὶ προφῆται κατήγγειλαν εἰς αὐτόν· τὸ δὲ εὐαγγέλιον
ἀπάρτισμά ἐστιν ἀφθαρσίας. πάντα ὁμοῦ καλά ἐστιν, ἐὰν ἐν ἀγάπῃ πιστεύητε.
X
1 Ἐπειδὴ κατὰ τὴν προσευχὴν ὑμῶν καὶ κατὰ
τὰ σπλάγχνα, ἃ ἔχετε ἐν Χριστῷ· Ἰησοῦ, ἀπηγγέλη· μοι εἰρηνεύειν τὴν ἐκκλησίαν τὴν
ἐν Ἀντιοχείᾳ τῆς Συρίας, πρέπον ἐστὶν ὑμῖν ὡς ἐκκλησίᾳ θεοῦ, χειροτονῆσαι
διάκονον εἰς τὸ πρεσβεῦσαι ἐκεῖ θεοῦ πρεσβείαν, εἰς τὸ συγχαρῆναι αὐτοῖς ἐπὶ τὸ
αὐτὸ γενομένοις καὶ δοξάσαι τὸ ὄνομα. 2 μακάριος ἐν Ἰησοῦ Χριστῷ·, ὃς
καταξιωθήσεται τῆς τοιαύτης διακονίας, καὶ ὑμεῖς δοξασθήσεσθε. θέλουσιν δὲ ὑμῖν
οὐκ ἔστιν ἀδύνατον ὑπὲρ ὀνόματος θεοῦ, ὡς καὶ αἱ ἔγγιστα ἐκκλησίαι ἔπεμψαν ἐπισκόπους,
αἱ δὲ πρεσβυτέρους καὶ διακόνους.
XI
1 Περὶ δὲ Φίλωνος τοῦ διακόνου ἀπὸ
Κιλικίας, ἀνδρὸς μεμαρτυρημένου, ὃς καὶ νῦν ἐν λόγῳ θεοῦ ὑπηρετεῖ μοι ἅμα Ῥέῳ
Ἀγαθόποδι, ἀνδρὶ ἐκλεκτῷ·, ὃς ἀπὸ Συρίας μοι ἀκολουθεῖ ἀποταξάμενος τῷ· βίῳ, οἳ
καὶ μαρτυροῦσιν ὑμῖν, κἀγὼ τῷ· θεῷ· εὐχαριστῶ ὑπὲρ ὑμῶν, ὅτι ἐδέξασθε αὐτούς, ὡς
καὶ ὑμᾶς ὁ κύριος· οἱ δὲ ἀτιμάσαντες αὐτοὺς λυτρωθείησαν ἐν τῇ χάριτι τοῦ Ἰησοῦ
Χριστοῦ. 2 ἀσπάζεται ὑμᾶς ἡ ἀγάπη· τῶν ἀδελφῶν τῶν ἐν Τρῳάδι· ὅθεν καὶ γράφω ὑμῖν
διὰ Βούρρου πεμφθέντος ἅμα ἐμοὶ ἀπὸ Ἐφεσίων καὶ Σμυρναίων εἰς λόγον τιμῆς.
τιμήσει αὐτοὺς ὁ κύριος Ἰησοῦς Χριστός, εἰς ὃν ἐλπίζουσιν σαρκί, ψυχῇ,
πνεύματι, πίστει, ἀγάπῃ, ὁμονοίᾳ. ἔρρωσθε ἐν Χριστῷ· Ἰησοῦ, τῇ κοινῇ ἐλπίδι ἡμῶν.
Βιβλιογραφία
Κοντογόνης Κωνσταντίνος, Φιλολογική και
κριτική ιστορία των αγίων της Εκκλησίας Πατέρων, και των συγγραμμάτων αυτών,
τόμ. Α', εν Αθήναις 1851, σελ. 89-116
Νικολαΐδης Ι. Νίκος, Αποστολικοί Πατέρες,
Γραμματολογική και Θεολογική προσέγγιση, Πουρναράς, Θεσσαλονίκη 2002, σελ.
175-292
Παν. Κ. Χρήστου, "Ιγνάτιος",
Θρησκευτική και Ηθική Εγκυκλοπαίδεια, τόμ. 06, εκδ. Μαρτίνος Αθ., Αθήνα 1965,
στ. 705-715
Παπαδόπουλος Γ. Στυλιανός, 'Πατρολογία',
τόμ. Α', έκδ. 4η, Αθήνα 2000, σελ. 173-180
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου