Περὶ τοῦ μὴ καταφρονεῖν τῆς τοῦ Θεοῦ Ἐκκλησίας και τῶν ἁγίων μυστηρίων. Άγιος Ιωάννης Χρυσόστομος .
Ὀλίγοι ἡμῖν σήμερον οἱ παραγενόμενοι. Ἄρα τί τὸ αἴτιον; μνήμην μαρτύρων ἐπιτελοῦμεν, καὶ οὐδεὶς ἡμῖν ἀπήντησεν. Ἀλλὰ τὸ διάστημα τῆς ὁδοῦ εἰς ῥᾳθυμίαν αὐτοὺς ἐνέβαλε· μᾶλλον δὲ οὐ τὸ διάστημα τῆς ὁδοῦ, ἀλλ᾿ ἡ ῥᾳθυμία αὐτοῖς ἐνεπόδισεν. Ὥσπερ γὰρ τὸν σπουδαῖον καὶ διεγηγερμένον τῇ προαιρέσει οὐδὲν δύναται κωλῦσαι· οὕτω τὸν ῥᾴθυμον καὶ ἀναπεπτωκότα πάντα δύναται κωλῦσαι. Οἱ μάρτυρες τὸ ἴδιον αἷμα ἐξέχεον ὑπὲρ τῆς ἀληθείας· καὶ σὺ οὔτε βραχείας ὁδοῦ διάστημα καταφρονῆσαι δύνασαι; ἐκεῖνοι τὴν κεφαλὴν ἀπέθεντο διὰ τὸν Χριστόν· σὺ δὲ οὔτε μικρὸν ἀπαντῆσαι θέλεις διὰ τὸν Δεσπότην; ὁ Δεσπότης διὰ σὲ ἀπέθανε, καὶ σὺ δι᾿ αὐτὸν ὀκνεῖς; μνήμη μαρτύρων, καὶ σὺ ῥᾳθυμεῖς καὶ ἀναπέπτωκας;