8 τῇ γὰρ χάριτί ἐστε σεσωσμένοι διὰ τῆς πίστεως· καὶ τοῦτο οὐκ ἐξ ὑμῶν, Θεοῦ τὸ δῶρον, 9 οὐκ ἐξ ἔργων, ἵνα μή τις καυχήσηται. 10 αὐτοῦ γάρ ἐσμεν ποίημα, κτισθέντες ἐν Χριστῷ ᾿Ιησοῦ ἐπὶ ἔργοις ἀγαθοῖς, οἷς προητοίμασεν ὁ Θεὸς ἵνα ἐν αὐτοῖς περιπατήσωμεν. Εφεσίους β’ 8-10

Πολλοί εσμέν οι λέγοντες , ολίγοι δε οι ποιούντες . αλλ’ούν τον λόγον του Θεού ουδείς ώφειλε νοθεύειν διά την ιδίαν αμέλειαν , αλλ’ ομολογείν μεν την εαυτού ασθένειαν , μη αποκρύπτειν δε την του Θεού αλήθειαν , ίνα μή υπόδικοι γενώμεθα , μετά της των εντολών παραβάσεως , και της του λόγου του Θεού παρεξηγήσεως …

Άγιος Μάξιμος ο Ομολογητής p.g.90,1069.360


Μεγαλυνάρια εἰς τήν Ὑπεραγίαν Θεοτόκον, ἐκ διαφόρων πρός Αὐτήν Παρακλητικῶν Κανόνων

Μεγαλυνάρια εἰς τήν Ὑπεραγίαν Θεοτόκον, ἐκ διαφόρων πρός Αὐτήν Παρακλητικῶν Κανόνων



Ἄξιον ἐστίν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Τήν ὑψηλοτέραν τῶν οὐρανῶν καί καθαρωτέραν λαμπηδόνων ἡλιακῶν, τήν λυτρωσαμένην ἡμᾶς ἐκ τῆς κατάρας, τήν Δέσποιναν τοῦ κόσμου ὕμνοις τιμήσωμεν.
Ἀπό τῶν πολλῶν μου ἁμαρτιῶν, ἀσθενεῖ τό σῶμα, ἀσθενεῖ μου καί ἡ ψυχή. Πρός Σέ καταφεύγω τήν Κεχαριτωμένην, ἐλπίς ἀπηλπισμένων, Σύ μοι βοήθησον.
Δέσποινα καί Μήτηρ τοῦ Λυτρωτοῦ, δέξαι παρακλήσεις ἀναξίων Σῶν ἱκετῶν, ἵνα μεσιτεύσης πρός τόν ἐκ Σοῦ τεχθέντα, ὦ Δέσποινα τοῦ κόσμου γενοῦ μεσίτρια.
Ψάλλομεν προθύμως Σοί τήν ὠδήν, νῦν τῆ πανυμνήτῳ Θεοτόκῳ χαρμονικῶς. Μετά τοῦ Προδρόμου καί Πάντων τῶν Ἁγίων δυσώπει, Θεοτόκε, τοῦ οἰκτειρῆσαι ἡμᾶς.
Ἄλαλα τά χείλη τῶν ἀσεβῶν, τῶν μή προσκυνούντων τήν Εἰκόνα Σου τήν σεπτήν, τήν ἱστορηθεῖσαν ὑπό τοῦ Ἀποστόλου Λουκᾶ ἱερωτάτου, τήν Ὁδηγήτριαν.



ΠΑΝΑΓΙΑΣ ΓΟΡΓΟΫΠΗΚΟΟΥ

Γοργοϋπηκόου τήν θαυμαστήν καί σεπτήν Εἰκόνα, προσκυνήσωμεν ἀδελφοί, θαύματα τελοῦσαν καί βρύουσαν ἰάσεις καί ταύτην μετά πόθου κατασπασώμεθα.
Ἔχοντες Εἰκόνα Σου τήν σεπτήν, Ἀνύμφευτε Κόρη, ὡς προπύργιον ὀχυρόν, προσφεύγομεν ταύτῃ καιρῶ τῶν τῶν κινδύνων καί ἐπηρείας πάσης ἀπολυτρούμεθα.
Νῦν καιρός ἀνάγκης ἦλθεν ἡμῖν, νῦν παρέστη χρεία βοηθείας, Κόρη, τῆς Σῆς, λύτρωσαι οὖν πάσης ἀνάγκης καί κινδύνου καί χεῖρα βοηθείας τάχιστα ὄρεξον.
Ἔχει μέν, Παρθένε, ὁ οὐρανός, σῶμα καί ψυχήν Σου, ἐξαστράπτοντα φαεινῶς, ἔχει δέ μορφήν Σου Μονή Δοχειαρίου, τήν ἐπικαλουμένην Γοργοϋπήκοον.
Ἆρόν Σου τά ὄμματα, Μαριάμ, καί ἴδε εὐσπλάχνως τούς Εἰκόνι Σου τῆ σεπτῆ παρεστῶτας, Κόρη, καί Σέ παρακαλοῦντας καί πλήρωσον αἰτήσεις τούτων, Πανύμνητε.
Ἴδοιμι, Παρθένε, ψυχορραγῶν, ἐν καιρῶ θανάτου, τήν Εἰκόνα Σου τήν σεπτήν, παραμυθουμένην καί ἱλαρῶς καί ὄψεις τῶν δαιμόνων ἀποδιώκουσαν.
Ἡ Εἰκών τῆς Παναγίας Γοργοϋπηκόου, εἶναι μία τῶν πλέον γνωστῶν καί θαυματουργῶν Εἰκόνων τῆς Θεομήτορος, ἐν τῷ Ἁγίῳ Ὄρει τοῦ Ἄθῳ, ἀλλά καί εἰς ὁλόκληρον τήν Χριστιανικήν οἰκουμένην. Πρόκειται περί τοιχογραφίας τῆς Τραπέζης τῆς Ἱερᾶς Μονῆς Δοχειαρίου Ἁγίου Ὄρους, ἀναγομένης εἰς τόν 11ον αἰ. Τά Μεγαλυνάρια εἶναι ποιήματα τοῦ ἁγ. Νικοδήμου τοῦ Ἁγιορείτου, ἐκ τοῦ πρός Αὐτήν Παρακλητικοῦ Κανόνος.

ΠΑΝΑΓΙΑΣ ΕΛΕΥΘΕΡΩΤΡΙΑΣ

Τήν παντοβασίλισσαν Μαριάμ, τήν ἐλευθεροῦσαν ἀπό πάσης ἡμᾶς ὀργῆς καί πρός βασιλείαν εἰσάγουσαν τήν ἄνω, τήν μόνην Θεοτόκον ὕμνοις τιμήσωμεν.
Τῆ ἐπισκιάσει Σου τῆ σεπτῆ, ὄντως ὡραιώθη ἡ Εἰκών Σου ἡ θαυμαστή καί ἐλευθερίαν δεινῶν ἀεί παρέχει, τοῖς ταῦτῃ προσιοῦσιν, Ἐλευθερώτρια.
Τούς μαστιζομένους ὑπό παθῶν καί συνεχομένους ἀσθενείαις ὀδυνηραῖς, Κόρη Παναγία, τῆ Σῆ ἐπισκάσει, ὡς Μήτηρ εὐσπλαχνίας, ἀπελευθέρωσον.
Ἐλευθερωτρίας τῆ θαυμαστῆ καί σεπτῆ Εἰκόνι, καταφύγωμεν οἱ πιστοί, ἵνα λυτρωθῶμεν τῶν λυπηρῶν τοῦ βίου καί θείας πληρωθῶμεν ἀγαλλιάσεως.
Ἅπαντας τούς πίστει εἰλικρινῆ προστρέχοντας, Κόρη, τῆ θερμῆ Σου ἐπισκοπῆ, ἀβλαβεῖς συντήρει ἐκ πάσης ἐπηρείας, ὡς εὐσεβῶν, Παρθένε, Ἐλευθερώτρια.
Δεῦτε Ὀρθοδόξων αἱ στρατιαί, Ἄχραντον Παρθένον καί Ὑπέρμαχον Στρατηγόν, ὑμνήσωμεν Μαρίαν τήν Κεχαριτωμένην καί πάντων ἐν κινδύνοις Ἐλευθερώτριαν.

ΠΑΝΑΓΙΑΣ ΟΔΗΓΗΤΡΙΑΣ

Τῆς Ὁδηγητρίας τήν θαυμαστήν, δεῦτε νῦν Εἰκόναν, προσκυνήσωμεν εὐλαβῶς, ἐξ ἧς θεία χάρις προέρχεται ὡς μάννα, τάς τῶν πιστῶν καρδίας, ἀεί ἐκτρέφουσα.
Μήτηρ ὡς φιλόστοργος τοῖς πιστοῖς, ἔδωκας, Παρθένε, ὡς ἀκένωτον ποταμόν, χάριτος ἐνθέου, τήν θείαν Σου Εἰκόνα, ἥν πίστει προσκυνοῦντες, Σέ μεγαλύνομεν.
Ῥῶσιν νέμει ἄφθονον τῶν ψυχῶν, τάς πληγάς, Παρθένε, θεραπεύει ἡ Σή Εἰκών, τοῖς προσερχομένοις αὐτῆ ἐν εὐλαβείᾳ καί ὕμνοις Σε τιμῶσι, τήν Ὁδηγήτριαν.

ΠΑΝΑΓΙΑΣ ΠΟΡΤΑΪΤΙΣΣΗΣ

Πρόσδεξαι τούς ὕμνους, Μῆτερ Ἁγνή, οὕς ἐν τῶ ναῶ Σου, Σοί προσφέρομεν εὐλαβῶς καί δός ἡμῖν χάριν τοῦ προσκυνεῖν ἀξίως, τήν πάνσεπτον Εἰκόνα Σου, Πορταΐτισσα.
Ἧκε ξενοτρόπως ἡ Σή Εἰκών, ἐν τῶ Ὄρει Ἄθῳ καί ἐδόθη ὡς θησαυρός, τῆ Μονῆ Ἰβήρων, Ἁγνή Θεογεννήτορ, διό ὑμνολογοῦμεν τά Σά θαυμάσια.
Χαῖρε, τῶν Ἀγγέλων ἡ χαρμονή καί Μονῆς Ἰβήρων, Πορταΐτισσα, ἀρωγή καί παντός τοῦ κόσμου ἐξαίρετος προστάτις καί κηδεμών καί σκέπη, Θεογεννήτρια.
Στήλη θεοτύπωτος, ἐμφανής, τῆς περί ἡμᾶς Σου προστασίας, ἡ Σή Εἰκών πέλει, Θεοτόκε, διό ἅπας ὁ Ἄθως, ὑμνεῖ καί μεγαλύνει Σε, Πορταΐτισσα.
Σκέπε τήν Μονήν Σου πάσης ὀργῆς καί βλάβης, Παρθένε, καί μανίας τοῦ δυσμενοῦς καί ἐν ὥρᾳ δίκης, ἡμᾶς ἀκατακρίτους, φύλαξον, Θεοτόκε, τούς πεποιθότας Σοι.






Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου