xristianorthodoxipisti.blogspot.gr ΟΡΘΟΔΟΞΑ ΚΕΙΜΕΝΑ / ΑΡΘΡΑ
Εθνικά - Κοινωνικά - Ιστορικά θέματα
Ε-mail: teldoum@yahoo.gr FB: https://www.facebook.com/telemachos.doumanes

«...τῇ γαρ χάριτί ἐστε σεσωσμένοι διά τῆς πίστεως· και τοῦτο οὐκ ἐξ ὑμῶν, Θεοῦ τὸ δῶρον, οὐκ ἐξ ἔργων, ἵνα μή τις καυχήσηται. αὐτοῦ γάρ ἐσμεν ποίημα, κτισθέντες ἐν Χριστῷ ᾿Ιησοῦ ἐπι ἔργοις ἀγαθοῖς, οἷς προητοίμασεν ὁ Θεός ἵνα ἐν αὐτοῖς περιπατήσωμεν...» (Εφεσίους β’ 8-10)

«...Πολλοί εσμέν οι λέγοντες, ολίγοι δε οι ποιούντες. αλλ’ούν τον λόγον του Θεού ουδείς ώφειλε νοθεύειν διά την ιδίαν αμέλειαν, αλλ’ ομολογείν μεν την εαυτού ασθένειαν, μη αποκρύπτειν δε την του Θεού αλήθειαν, ίνα μή υπόδικοι γενώμεθα, μετά της των εντολών παραβάσεως, και της του λόγου του Θεού παρεξηγήσεως...» (Άγιος Μάξιμος ο Ομολογητής p.g.90,1069.360)

St. Gregory Palamas on the procession of the Holy Spirit Logos second Αγίου Γρηγορίου του Παλαμά, Περὶ ἐκπορεύσεως τοῦ Ἁγίου Πνεύματος Λόγος δεύτερος

St. Gregory Palamas on the procession of the Holy Spirit Logos second
Αγίου Γρηγορίου του Παλαμά, Περὶ ἐκπορεύσεως τοῦ Ἁγίου Πνεύματος Λόγος δεύτερος



Ὧν μέν οὖν ἔδει καί αὐτῷ τῷ τῶν εὐσεβούντων καταλόγῳ πρός διασάφησίν τε καί βεβαίωσιν τοῦ ὀρθοῦ φρονήματος καί δι᾿ ὧν ἐν βραχεῖ τό δυσσεβές ἅπαν τῶν ἐνισταμένων ἀναφαίνεται Λατίνων, πρότερον εἰς δύναμιν διεξελθόντες, ἅ δέ αὐτοί προτείνουσι καθ᾿ ἡμῶν τε καί τῆς εὐσεβείας, καί δι᾿ ὧν ἰσχυρίζονται μηδέν καινοτομεῖν, ἀλλά τοῖς αὐτοῦ Χριστοῦ θείοις λόγοις συνῳδά φρονεῖν καί λέγειν καί τοῖς κατά Χριστόν θεολογήσασι κατ᾿ οὐδέν ἀπᾴδοντα, ταῦτα δέ μήπω πάνθ᾿ ἑξῆς εἰς τοὐμφανές παραγαγόντες μηδέ ἀπελέγξαντες, νῦν ἴδωμεν καθ᾿ ἕκάστον ἅττα λέγουσι καί τίσι λογσιμοῖς ἤ καί γραφικοῖς ρήμασί τε καί νοήμασι χρησάμενοι, μᾶλλον δέ παραχρησάμενοι, τῆς θεολέκτου τε καί πατροπαραδότου διαπεπτώκασιν ὁμολογίας. Καί τό δεινότατον ἁπάντων, οὐδ᾿ ἐπαναλῦσαι καί ἀσφαλῶς ἐπιλαβέσθαι οὗ διαπεπτώκασιν ἐθέλουσιν, ἀλλά τοῖς πρός ἐπανόρθωσιν διδοῦσι χεῖρα, ἀληθείας λόγου δύναμιν πρός ἀλήθειαν ἀναγωγόν, οἷά τινες ὡς ἀληθῶς ἀνάγωγοι, δυσχεραίνουσί τε ἐς τά μάλιστα καί ἀντιλέγουσι.

Τό μέν οὖν διαπεσεῖν κοινόν ἐγένετο ταῖς ἐκκλησίαις ἁπάσαις, ἄλλοτε ἄλλῃ διά τοῦ μακροῦ χρόνου λυμηναμένου χείρονος. Τό δέ διαπεσοῦσαν μηκέτ᾿ ἐπανελθεῖν μόνης τῆς τῶν Λατίων ἐγένετο, καίτοι μεγίστης τε καί κορυφαίας οὔσης καί τῶν πατριαρχικῶν θρόνων ἐξόχου περιωπῆς˙ καί ταὐτόν ταύτῃ συμβέβηκε, μεγίστη τῶν ἐκκλησιῶν οὔσῃ, τῷ μεγίστῳ τῶν ζώων ἐλέφαντι. Ὅν φασι «μηδ᾿ ὕπνον καιρόν ἐπ᾿ ἐδάφους ἀνακλίνεσθαι πρός ἄνεσιν, τοῖς δέ πλαγίοις ἄρθροις μικρόν ἐποκλάζοντα διαναπαύεσθαι˙ ἄν δέ πού τι παθών καταπέσῃ, μηκέτ᾿ ἀνίστασθαι δύνασθαι. Ἀλλά τοῖς μέν ἐλέφασι τό βάρος τοῦ σώματος αἴτιον καί ἡ πολυσαρκία δύσχρηστός τε οὖσα καί κάτω πιέζουσα, καθάπερ τις ἐπικειμένη μόλυβδος πολυτάλαντος, τοῖς δέ Λατίνοις ὁ τύφος οἶμαι τό μόνον, μικροῦ δέω λέγειν, πάθος ἀνίατον, ὅ καί τῷ μόνῳ πονηρῷ κρίμα κατά τόν ἀπόστολον ἰδιαίτατον˙ δι᾿ ὅ κἀκεῖνος εἰς αἰῶνας ἀνίατος.


Ἄν δέ τό τῶν Λατίνων τοῦτο φῦλον τοῦτον ἀπόθωνται – δύνανται γάρ, καί γάρ ἄνθρωποι – τάχ᾿ ἄν ἡμεῖς οἱ τοῦ ὀρθοῦ πάντες συναχθέντες εἰς ἕν καί οἷόν τισι προνομαίαις, ὅ καί τοῖς καταπεσοῦσιν ἐλέφασι παρά τῶν μή κειμένων ἡ φύσις ἐξεῦρε βοήθημα, τοῖς θεοπνεύστοις λογίοις χρησάμενοι διαναστήσομέν τε καί στήσομεν ὀρθίους, ἀπαρεγκλίτως ἐχομένους τοῦ κανόνος τῆς εὐσεβείας. Ἐθελοντάς δέ κειμένους ὀνήσει τό παράπαν οὐδέν, κἄν παρ᾿ αὐτῶν τῶν οὐρανίων νόων σκευάζηταί τε καί προσάγηται τό τῆς ψευδοδοξίας ἴαμα˙ τούτων γάρ λόγος προφητικοῖς ρήμασιν ἐκπεφασμένος, ὡς «ἰατρεύσαμεν τήν Βαβυλῶνα καί οὐκ ἰάθη».

Μικροῦ τοίνυν μάτην τούτοις δίδωσιν ὁ χεῖρα διδούς, τοῦτο μόνον εὖ ἄγαν ἑαυτῷ νείμας καί ἀποδούς τῷ Θεῷ τήν τῆς οἰκείας καλοκαγαθίας ἐπίδειξιν, ἐκείνους δέ μόνον ἐθελοκακοῦντας ἀποδείξας καί ἴσως στήσας τοῦ μή πρόσω τῶν ἀπτοπημάτων χωρεῖν. Καί νῦν γάρ, εἰ μή σαφῶς ἑτεροφωνεῖν ἐθέλουσι, τί κρεῖττον ἄν σχοῖεν φάρμακον πρός ἐπανόρθωσιν, ἤ ὅτι περ ἐκ μόνου τοῦ Πατρός, ἀλλ᾿οὐχί καί ἐκ τοῦ Υἱοῦ τήν ὑπόστασιν ἔχει τό Πνεῦμα τό ἅγιον; Ὅ προαποδέδεικται διά πολλῶν καί διά τῆς ὑποφωνήσεως τοῦ "μόνου", ἀριδηλοτέρας γεγονυίας τῆς ὀρθοδόξου διανοίας περί τῆς τοῦ ἁγίου Πνεύματος ἀσφαλοῦς θεολογίας καί τῆς κατ᾿ αὐτούς προσθήκης ὑπεναντίας φανερῶς ἐληλεγμένης τοῦ ὀρθοτομοῦντος κηρύγματος τῆς ἀληθείας.

Ἀλλά καί χωρίς τούτων οὐδέ τινά ποθεν ἀνάγκην ἐπαγομένην ὁρῶμεν μετακινεῖν τάς πενυματικινήτους περί θεοσεβείας ψήφους τῶν ἀπ᾿ αἰῶνος ἱερῶν συνόδων καί μετασκευάζειν τό πατροπαράδοτον τῆς εὐσεβείας σύμβολον, ὡς προστιθέναι καί ἰσχυρίζεσθαι τήν ὕπαρξιν ἔχειν καί ἐκ τοῦ Υἱοῦ τό Πνεῦμα τό ἅγιον. Τί γάρ, εἰ τῆς θεοπνεύστου Γραφῆς ἔστιν ἅ δοκοῦσι διαφωνεῖν πρός τά κοινῇ τοῖς θεολόγοις ἐκπεφασμένα, κἀντεῦθεν ἀνωμολογημένα πᾶσιν ἡμῖν, οὐκ ἐκεῖνα μᾶλλον συμβιβάσομεν τῇ πανταχόθεν ἐχούσῃ τό ἀναμβισβήτητον ἀληθείᾳ  πρός δύναμιν, ἀλλ᾿ ἡμεῖς ἐκπεσούμεθα δι᾿ ἐκεῖνα τῆς ἀληθείας; Οὐδ᾿ εἴ τι καί τήν ἡμετέραν ὑπερβαίνειν διάνοιαν ὁμολογήσομεν καί ἄλλοις δή τισι τῆς κατ᾿ αὐτά συνέσεως παραχωρήσωμεν, ὅστις ἄν ἀξιωθείη – κἄν τῶν ἐσχάτων ᾗ - τῶν βαθέων καί ἀποκεκρυμμένων μυστηρίων τοῦ Πνεύματος, ἡμᾶς δ᾿ αὐτούς ἀναξίους κρίναντες τούτων, ὑπό τήν κραταιάν χεῖρα τοῦ Θεοῦ ταπεινώσομεν, ἀλλ᾿ ὤ τοῦ πάθους, καί Θεόν αὐτόν ἀγνοήσομεν διά τό μηδέν ἐθέλειν ὁμολογεῖν ἀγνοεῖν, ὥσπερ οἱ καί τήν τοῦ Υἱοῦ θεότητα ἀγνοήσαντες διά τά  δυσλήπτως περί αὐτοῦ γεγραμμένα; Οὔμενουν. Οὐδέ γάρ ἐκείνοις αἱ γραφικαί μαρτυρίαι, μή καλῶς ἐκληφθεῖσαι, δυνηθεῖεν ἄν συνάρασθαι παραιτουμένοις οὐ κατά καιρόν ἤ τῆς ἀσεβείας αὐτούς καί τῆς δι᾿αὐτήν αἰωνιζούσης καταδίκης ἐξελέσθαι˙ ἀλλά κρίσιν τίσουσιν αἰώνιον, ὅτι τάς σαφεῖς ἀθετήσαντες φωνάς καί τάς ἀσαφεῖς φυσιώσει γνώσεως ἀνερευνήσαντες, μᾶλλον δέ μή ἐρευνήσαντες μηδέ τοῖς ὡς ἀληθῶς ἐρευνήσασι πεισθέντες, ἐξ αὐτῆς ἐνδίκως τῆς πεφυσιωμένης γνώσεως τήν ὄντως ἀφροσύνην ἐκαρπώσαντο.

Καίτοι πλεῖσται εἰσιν αὗται αἱ φωναί, αἵ τοῖς μή διορατικωτάτοις τό πρός τόν Πατέρα συνάναρχόν τε καί ὁμότιμον ἀφαιροῦνται τοῦ Υἱοῦ καί αὐτό δέ τό δεσποτικόν ἀξίωμα καί τήν βασιλείαν τήν ἄληκτον˙ «ὑποταγήσεται γάρ», φησί, «καί ὁ Υἱός», καί «χρή αὐτόν βασιλεύειν ἄχρι τινός», καί «μείζων ὁ Πατήρ», καί «ἡ σοφία ἔκτισται», καί «ἀγνοεῖ τι τῶν ἐκτισμένων ὑπ᾿ αὐτοῦ», καί «ἀφ᾿ ἑαυτοῦ οὐδέν δύναται ποιεῖν», καί «καταβέβηκεν οὐχ ἵνα τό οἰκεῖον θέλημα ποιῇ», καί «ἦν διανυκτερεύων ἐν τῇ προσευχῇ τοῦ Θεοῦ», καί «ἔμαθε», καί «προέκοψε», καί «ὑψώθη», καί «ἐδοξάσθη», καί «τετελείωται», καί ὅσα τῆς τοῦ ἡμετέρου φυράματος ταπεινότητος, καί ὅσα τῆς εὐγνωμοσύνης, ἵν᾿ οὕτως εἴπω, τοῦ γεννήματος πρός τόν γεννήτορα, καί ὅσα τοῦ μή ἀντίθεος εἶναι δείγματα, καί ὅσα  πρός ἡμᾶς δι᾿ἔργων ἀρετῆς  ὑποδείγματα.

Τί οὖν, διά ταῦτα τό ἑτέρωθεν προσμαρτυρούμενον τῷ Υἱῷ θεῖον οἷον ἀδιεξίτητον ὕψος ἀθετητέον, ὅτι «ἐν ἀρχῇ ἦν», «καί πρός τόν Θεόν ἦν, καί Θεός ἦν», καί «πρό πάντων βουνῶν γεννᾶται», καί «πρό τοῦ ἡλίου διαμένει τό ὄνομα αὐτοῦ», καί «οὗτος ὁ Θεός καί οὐ λογισθήσεται ἕτερος πρός αὐτόν», αὐτός γάρ ἐστιν ὁ «μετά ταῦτα τοῖς ἀνθρώποις συναναστραφείς», ὅτι τε αὐτός καί ὁ Πατήρ ἕν εἰσι, καί αὐτός ἐν τῷ Πατρί καί ὁ Πατήρ ἐν αὐτῷ, καί «ὁ ἑωρακώς αὐτόν ἑώρακε τόν Πατέρα», καί «μετ᾿ αὐτοῦ ἡ ἀρχή ἐν ἡμέρᾳ τῆς δυνάμεως αὐτοῦ», «καί κατακυριεύσει μετά τό ἀνταναιρεθῆναι τήν σελήνην», καί «πᾶν αὐτῷ γόνυ κάμψει ἐπουρανίων καί ἐπιγείων καί καταχθονίων», καί «ἡ βασιλεία αὐτοῦ, βασιλεία αἰώνιος», καί «βασιλεῖ ἑτέρῳ οὐχ ὑπολειφθήσεται».

Ταῦτα τοίνυν καί τ᾿ ἄλλα ὅσα τούτοις παραπλήσια, τά τοσοῦτο θαυμαστά, τά ἐπί τοσοῦτον ὑψηλά, τά οὕτως ἀνυπέρβλητα, διά τά ταπεινοῦντα τῶν ρημάτων συγκαθελκύσομεν αὐτοῖς; Ἀλλ᾿ οὐ ζητήσομέν τε καί στέρξομεν τό ἐγκεκρυμμένον τοῖς δοκοῦσι χαμερπέσιν ὑψηλόν καί τοῦ εὐσεβοῦς νοήματος γενόμενοι διαλύσομεν τό προσιστάμενον; Ἀλλά τῷ φαινομένῳ προσπταίσομέν τε καί πεσούμεθα καί ἐναπομενοῦμεν τῷ γράμματι; Οὔμενουν˙ ἀποκτένει γάρ τό γράμμα κατασπῶν ἀφ᾿ ὕψους τούς μή ἄνω πρός τό Πνεῦμα βλέποντας.

Ταῦτ᾿ ἄρα καί ἡμεῖς, ὅσοι καθαρῶς τοῦ Πνεύματος, ὅσοι καθάπερ αὐτό ἑαυτό διεσάφησε θεολογοῦμεν, ὅσοι μηδέν ἀνάξιον αὐτοῦ καί φρονοῦμεν καί κηρύττομεν, μηδ᾿ ἐξ ὧν λέγομεν ἐκβαῖνον˙ ἡμεῖς τοίνυν, κἄν τι μή ὁμόφωνον δοκῇ τῇ περί τοῦ ἁγίου μόνου καί προσκυνητοῦ Πνεύματος θεολογίᾳ καί αὐτό τοῦ ἁγίου Πνεύματος διδόντος, νοήσομεν πνευματικῶς καί διευκρινήσομεν καί διαρρίψομεν τούς λίθους τοῦ προσκόμματος καί πᾶσι τρόποις ἀποδείξομεν τοῖς προτέροις τῶν Πατέρων ὁμολογοῦντας τούς ὑστέρους, κοινῇ τε καί ἰδίᾳ ἑαυτοῖς, καί ἡμᾶς αὐτούς αὐτοῖς καί κοινῇ πάντας τῷ κοινῷ τῇ φύσει δεσπότῃ καί κατά χάριν ἡμετέρῳ Πατρί. Ἐπεί δέ ὅσα σχεδόν ἀγνοοῦσι τῶν Γραφῶν ὑπ᾿ ἀπορίας ἤ κακοβουλίας πρός τήν οἰκείαν κακοδοξίαν οἱ Λατῖνοι περιτρέπουσι στρεβλοῦντες, πλείονα δέ εἰσιν αὐτοῖς τά ἀγνοούμενα τῶν δοκούντων αὐτοῖς ἀναντιρρήτων καί δι᾿ ὧν ὡς προφανῶν τόν περί αὐτούς ἐξαπατῶσιν ὄχλον, τούτων ἡμεῖς ἀρτίως μνησθέντας καί ταῦτα κακῶς παρ᾿ αὐτῶν ἐξειλλημένα Θεοῦ συναιρομένου ἀπελέγξαντες, καί οἷόν τινάς θεμελίους ὑποσπάσαντες, σαθρόν αὐτῶν ἀποδείξομεν τό ὅλον τῆς δυσεβείας οἰκοδόμημα.

Φέρε δή προθῶμεν, πρότερον τό καί πρότερον αὐτοῖς δοκοῦν παντάπασιν ἄμαχον, ὡς ὑπό τοῦ λόγου τῆς ἀληθείας εἰρημένον˙ «ἐνεφύσησεν αὐτοῖς καί εἶπε, λάβετε Πνεῦμα ἅγιον». Ὁρᾷς, φησί, πῶς σαφῶς καί ἐκ τοῦ Υἱοῦ τό Πνεῦμα τό ἅγιον; Ἆρ᾿ οὖν ὅτι ἐμφυσήσας εἶπε «λάβετε Πνεῦμα ἅγιον», τό ἅγιον Πνεῦμα τό ἐμφύσημα  ἦν, ὡς ταὐτόν  εἶναι τῷ διά σαρκός ἐμφυσήματι τό ἐκπόρευμα ἤ τῷ δεδόσθαι δι᾿ ἐμφυσήματος τεκμηριοῦνται καί τῆς τοῦ Χριστοῦ θεότητος ἐμφύσημα εἶναι τό Πνεῦμα τό ἅγιον, κἀντεῦθεν παρά τοῦ Υἱοῦ ἐκπορεύεσθαι συμπεραίνουσιν; Ἀλλ᾿ ὁπότερον τούτων λέγουσιν, ἐπιστομιζέσθωσαν αὐτόθεν πρῶτον διά βραχέων˙ οὐ γάρ ἐμφυσήσας εἶπεν ὁ Κύριος, "λάβετε τό Πνεῦμα", ἀλλά χωρίς τοῦ ἄρθρου, "λάβετε Πνεῦμα ἅγιον", δηλαδή βραχύ τι τοῦ Πνεύματος. Σαφές οὖν ὡς μερικήν τοῦ Πνεύματος ἐνέργειαν διά τοῦ ἐμφυσήματρος ἔδωκεν, οὐκ αὐτοῦ τήν φύσιν ἤ τήν ὑπόστασιν˙ ἀμερής γάρ παντάπασιν ἡ τοῦ θείου Πνεύματος φύσις τε καί ὑπόστασις. Διά τί δέ ἐμφυσήσας ἔδωκεν, ὅπερ  ἔδωκεν; Ἵνα δείξῃ μίαν οὖσαν ἑαυτοῦ καί τοῦ θείου Πνεύματος τήν ἐνέργειαν˙ κἀντεῦθεν ἀλλήλων, ἑαυτοῦ κἀκείνου, παραστήσῃ τό συναφές καί συμφυές καί ὁμότιμον, καθάπερ καί ὁ Χρυσόστομός φησι θεολόγος γράφων, «τινές μέν φασιν ὅτι οὐ τό Πνεῦμα ἔδωκεν, ἀλλ᾿ ἐπιτηδείους αὐτούς πρός ὑποδοχήν δι᾿ ἐμφυσήματος κατεσκεύασεν. Οὐκ ἄν δέ τις ἁμάρτοι καί τότε εἰληφέναι αὐτούς λέγων ἐξουσίαν τινά πνευματικήν καί χάριν, ὥστε ἀφιέναι ἁμαρτήματα. Διό ἐπήγαγεν, ‘ὧν ἄν ἀφῆτε ἀφέωνται, δεικνύς ποῖον εἶδος ἐνεργείας δίδωσι˙ καί γάρ ἄφατος ἡ τοῦ Πνεύματος χάρις καί πολυειδής ἡ δωρεά. Τοῦτο δέ γίνεται, ἵνα μάθῃς ὅτι  μία ἡ δωρεά καί ἡ ἐξουσία Πατρός καί Υἱοῦ καί ἁγίου Πνεύματος».

Ὥς ἄν δέ καί διεξοδικώτερον πρός αὐτούς ἀπαντήσωμεν, εἰ τό ἐμφύσημα τοῦ Κυρίου τό Πνεῦμα τό ἅγιον ἦν, καί ἡ ἀναπνοή λοιπόν ᾗ ἐχρῆτο, δι᾿ ἧς καί τό ἐμφύσημα γέγονε, τό Πνεῦμα τό ἅγιον ἦν. Οὐκοῦν οὐ καθ᾿ ἡμᾶς ἐγένετο ἄνθρωπος, ἀλλ᾿ ἤ φαντασίᾳ, κατά τήν φαντασίαν τῶν Ἀκεφάλων, ἤ καί πρίν ἀνθρώποις συναναστραφῆναι τήν σαρκώδη φύσιν ἐξ ἀρχῆς εἶχεν οὕτω πως συνισταμένην, κατά τήν Ἀπολιναρίου ἄνοιαν˙ καί μή αὐτός ὁ Κύριος καί τοῦτ᾿ εἶπε πάντως˙ «τά ρήματα, ἅ ἐγώ λαλῶ, Πνεῦμά εἰσι καί ζωή εἰσι». Εἰ δέ Πνεῦμα εἰσι, καί Πνεῦμα ἅγιόν εἰσι˙ πῶς γάρ οὔ; Οὐκοῦν, κατά τήν Ἰταλῶν περί τοῦ ἐμφυσήματος ἑρμηνείαν, καί τό Πνεῦμα Λόγος καί Θεοῦ Λόγος. Οὗ τί ἄν ἀκουσθείη καινότερον; Μᾶλλον δέ λόγοι, καί Θεοῦ λόγοι˙ τά γάρ ρήματα, πλῆθος.

Ἐπιστῆσαι δέ κἀνταῦθα δέον, ὡς οὐδέ νῦν εἶπεν, ὅτι «τά ρήματα ἅ ἐγώ λαλῶ τό Πνεῦμά εἰσιν», ἀλλά χωρίς τοῦ ἄρθρου, δηλῶν μή τοῦ Πνεύματος τήν ὑπόστασιν εἶναι ταῦτα, τῆς δέ τοῦ θείου Πνεύματος ἐνεργείας εἶναι πεπληρωμένα καί τήν ζωοποιόν τοῦ Πνεύματος δι᾿ αὐτῶν χορηγεῖσθαι ἐνέργειαν. Καί ἡνίκα τοίνυν ἐμφυσήσας εἶπε, "λάβετε Πνεῦμα ἅγιον", τοῦτ᾿ ἄντικρυς ἔφη, ὅτι τό ἐμφύσημα τοῦτο τῆς τοῦ λύειν καί δεσμεῖν ἐξουσίας τοῦ θείου Πνεύματος πεπληρωμένον ἐστί.

Πρός ὅ δέ νῦν ὁ Λόγος καί παρ᾿ ἡμῶν τά τοῦ Κυρίου ρήματα ἐξαγγέλλεται˙ «ἐν γάρ τοῖς χείλεσί μου», φησίν, «ἐξήγγειλα πάντα τά κρίματα τοῦ στόματός σου». Ἄρ᾿ οὖν καί ἐξ ἡμῶν ἐκπορεύεται τό Πνεῦμα τό ἅγιον; Ἀλλά καί ἐξερευνῶνται καί μελετῶνται καί τηροῦνται καί πράττονται καί κατανοοῦνται, εἰς ὅσα κατάγει τό Πνεῦμα ὁ τά τοῦ Πνεύματος ἑρμηνεύων οὐ διά τοῦ Πνεύματος, ὅση δέ καί ἡ διαφορά τῶν τοῦ Κυρίου λόγων˙ ἐντολαί, νόμοι, μαρτύρια, δικαιώματα, κρίματα. «Καί ἐγένετο ρῆμα Κυρίου ἐπί Ἰωάννην τόν Ζαχαρίου», κατά τόν θεῖον εὐγγελιστήν Λουκᾶν, καί «καθώς ἐλάλησε Κύριος διά τῶν ἁγίων αὐτοῦ προφητῶν ποιῆσαι ἔλεος», ὁ Ζαχαρίας φησί, καί «ἐπί Ἰωνᾶν τόν τοῦ Ἀμαθῆ Λόγος Κυρίου ἐγένετο», καί «ὁ Λόγος ὁ γενόμενος πρός Ἡσαΐαν» καί ἄλλοτ᾿ ἐπί ἄλλον, καί «εἶπε Κύριος πρός Μωϋσῆν» καί τόν δεῖνα ἤ τόν δεῖνα καί ἐφ᾿ ὅσους ἀρτίως οὐδέ ἀριθμῆσαι ρᾴδιον.

Τί οὖν, ταῦτα πάντα τό Πνεῦμα τό ἅγιον ἦν καί οὐκ ἐλάλησεν αὐτό διά τῶν προφητῶν κατά τό γεγραμμένον, ἀλλ᾿ αὐτό ἐλαλήθη δι᾿ αὐτῶν ἤ ἐλαλήθη πρός αὐτούς; Ἄπαγε τῆς βλασφημίας. Εἰ δέ μή ταῦτα τά ἐκ τοῦ ἀσωμάτου Θεοῦ ἀσωμάτως λεγόμενα τό Πνεῦμα τό ἅγιον ἦν, πολλῷ μᾶλλον οὐδέ τά τοῦ Χριστοῦ ρήματα σωματικῶς προφερόμενα. Εἰ δέ μή ταῦτα, οὐδέ ἡ ἀναπνοή ἐν ᾗ τυποῦται αὐτά καί προάγεται. Εἰ δέ μή αὕτη, οὐδέ τό ἐμφύσημα τό γεγονός δι᾿ αὐτῆς. Πρός δέ τούτῳ, οὐδέ τό παρ᾿ αὐτοῦ αἰνιττόμενον. Εἰ γοῦν καί παντάπασιν ἀδύνατον, ὅμως ἔστω μή τῆς σαρκός εἶναι, ἀλλά τῆς θεότητος τοῦ Υἱοῦ τό ἐμφύσημα˙ μᾶλλον δέ, ἵν᾿αὐτό θῶμεν τό παρά τῶν Λατίνων λεγόμενον, ἔστω παρά τοῦ αἰσθητοῦ τό νοητόν ἐκεῖνο παρά τοῦ Σωτῆρος σημαίνεσθαι. Ἀλλ᾿ ἐνεφύσησεν οὗτος καί τήν ἀρχήν εἰς τό πρόσωπον τοῦ πρώτου πλάσματος. Τί δέ ἐνεφύσησε; Πνοήν ζωῆς. Τί ἐστι πνοήν ζωῆς; Ψυχήν ζῶσαν. Διδασκέτω σε Παῦλος˙ «ἐγένετο ὁ πρῶτος ἄνθρωπος εἰς ψυχήν ζῶσαν». Τί δέ ἐστι ζῶσαν; Ἀείζωον, ἀθάνατον, ταὐτόν δ᾿ εἰπεῖν λογικήν - ἡ γάρ ἀθάνατος λογική – καί οὐ τοῦτο μόνον, ἀλλά καί κεχαριτωμένην θείως. Τοιαύτη γάρ ὄντως ζῶσα ψυχή. Τοῦτο δέ τῷ κατ᾿ εἰκόνα ταὐτόν, εἰ δέ βούλει καί καθ᾿ ὁμοίωσιν. Ὤ  τῆς ζημίας, ἐκ τίνος εἰς τί μετεβάλομεν.

Ἑώρων οἱ τῶν ἀγγέλων ὀφθαλμοί τότε τήν  αἰσθήσει καί σαρκί συνημμένην τοῦ ἀνθρώπου ψυχήν καί Θεόν ἄλλον ἑώρων, μή γεγενημένον μόνον ἐπί γῆς δι᾿ ἀγαθότητα θείαν, νοῦν τε καί σάρκα  τόν αὐτόν, ἀλλά δι᾿ ὑπερβολήν ταύτης καί κατά Θεοῦ χάριν μεμορφωμένον, ὡς εἶναι τόν αὐτόν σάρκα καί νοῦν καί Πνεῦμα καί τό κατ᾿ εἰκόνα καί ὁμοίωσιν θείαν τήν ψυχήν ἔχειν ἐντελῶς ὡς ἑνιαίαν οὖσαν ἐν νῷ καί λόγῳ καί πνεύματι. Ἀλλ᾿ εἶδε καί ὁ βάσκανος ὀφθαλμός, οὐκ ἤνεγκεν ὁ ἀρχέκακος ὄφις˙ τοσοῦτον ἐκαρτέρησεν, οἶμαι, ὅσον δραστικώτερον τόν ἰόν ὑπό τήν γλῶσσαν κεράσαι καί οἷον συσκευάσαι καί μῖξαι δόλῳ, γλυκερῷ λόγῳ, τό δι᾿ ἀκοῆς δηλητήριον˙ ἐπῆλθεν, ἔθελξεν, ἔτρωσεν - ὤ καί τῆς ἐμῆς εὐκολίας καί τῆς ἐκείνου κακίας – εἰσέχεε τῇ ψυχῇ τόν ἰόν, ἐθανάτωσε τό ζῶν ἐκεῖθεν, τό σῶμα λέγω, τήν δ᾿ ἀφ᾿ ἑαυτῆς ζῶσαν ψυχήν ἠμαύρωσεν˙ ἀφῃρήμεθα τό θεῖον κάλλος, ἐστερήμεθα τῆς θείας μορφῆς, τό φῶς ἀπεβάλομεν, τήν πρός αὐτό τό ἀνωτάτω φῶς ὁμοιότητα διεφθείραμεν˙ περιβαλόμεθα τό ζόφον ὡς ἱμάτιον, φεῦ, καί ὡς διπλοΐδα τό σκότος ἐνεδεδύμεθα. Ἀλλ᾿ ἠλέησε δωρεάν, ἵνα μή μηκύνω λέγων, οὗ φύσις ἡ ἀγαθότης καί ὁ δι᾿ αὐτήν ἔλεος˙ καί δι᾿ ἐμέ τόν πεσόντα κατῆλθε καί γέγονε, καθά φησιν ὁ ἀπόστολος, «εἰς Πνεῦμα ζωοποιοῦν», ὡς ἄν ζωοποιήσας ἀνακαινίσῃ τήν ἀμαυρωθεῖσαν εἰκόνα.

Τοῦτον τοίνυν ἤδη τελῶν καί δεικνύς ὡς οὗτος ἐκεῖνος ὁ καί τήν ἀρχήν δημιουργήσας δι᾿ ἐμφυσήματος τοῖς μαθηταῖς ἐμφυσᾷ καί δι᾿ οἰκείου λόγου φανεροῖ τό δώρημα˙ οὐκ αὖθις λέγων ψυχήν ἐντίθημι, ἀλλά Πνεῦμα, καί Πνεῦμα θεῖον αὖθις τῇ μεταδόσει τῶν χαρισμάτων τήν ψυχήν ἀπεργάζομαι. Εἰπέ, Παῦλε, πῶς, τόν λόγον διαδεξάμενος˙ στόμα γάρ ὄντα σε γινώσκω Χριστοῦ. Αὐτήν, φησί, συνάπτων, ὡς ἐκεῖνος ἄν εἶπε, τῷ ἐμῷ πνεύματι καί οἷον πνέειν μετ᾿ ἐμοῦ τούς ἐμούς καί κατά χάριν ἔχειν διά τῆς πρός ἐμέ συναφείας τήν τῷ θείῳ Πνεύματι φυσικῶς προσοῦσαν τοῦ λύειν καί δεσμεῖν ἐξουσίαν. «Ἡμεῖς γάρ», φησί, «νοῦν  Χριστοῦ ἔχομεν», καί «ὁ κολλώμενος τῷ Κυρίῳ ἕν Πνεῦμά ἐστιν».

Ἀλλ᾿ ὁρᾷς πῶς τό ἐμφύσημα τοῦτο αἰνίττεται μέν παρόν τό Πνεῦμα καί τελεσιουργοῦν τήν ἐπί τό κρεῖττον τῆς ἀνθρωπίνης ψυχῆς ἀνακαίνισιν, ἥν ἐκ Πατρός διά τοῦ Υἱοῦ ἐν ἁγίῳ Πνεύματι τελεῖσθαι πιστεύομεν, δίδωσι δέ πνεῦμα καί Πνεῦμα ἅγιον, ἀλλά κατά τήν δωρεάν καί τήν δύναμιν καί τήν χάριν καί τήν ἐνέργειαν, ἥτις τό τάς ἁμαρτίας τῶν ἀνθρώπων δεσμεῖν καί λύειν ἐστίν, οὐκ αὐτήν τήν ὑπόστασιν τοῦ παναγίου Πνεύματος; Παρ᾿ οὐδενός γάρ αὕτη λαμβάνεσθαι δύναται. Τά δέ χαρίσματα τοῦ Πνεύματος, αἱ φυσικαί δυνάμεις καί ἐνέργειαι, μηδαμῶς αὐτοῦ χωριζόμεναι, λαμβάνονται μέν παρά τῶν ἀξίων ἐνεργεῖσθαι παρά τοῦ Πνεύματος, οἱ διά τό ἡνῶσθαι τούτῳ καί τῇ τούτου ἐνεργείᾳ χρισθῆναι (μόνος γάρ ὁ μόνος Χριστός ὅλῳ ἐχρίσθη τῷ χρίοντι, κατά τόν εἰπόντα, Χριστός διά τήν θεότητα, οὐκ ἐνεργείᾳ κατά τούς ἄλλους χριστούς ἁγιάζουσαν, παρουσίᾳ δέ ὅλου τοῦ χρίοντος)˙  τῷ γοῦν ἡνῶσθαι διά τῆς ἐκεῖθεν θείας ἐνεργείας καί χρηματίσαι τοῦ Πνεύματος ὄργανα, και δι᾿ ἑαυτῶν αὐτό φανεροῦν λαβεῖν λέγονται καί πρός αὐτούς δίδοσθαι διά τοῦ Υἱοῦ, εἰ δέ βούλει καί παρά τοῦ Υἱοῦ, τό Πνεῦμα τό ἅγιον. Καί τοῦτ᾿ ἔδειξεν ὁ Κύριος ἐμφυσήσας καί εἰπών τοῖς μαθηταῖς, «λάβετε Πνεῦμα ἅγιον», ὡς καί Δαμασκηνός ὁ θεῖος ἡμᾶς ἐδίδαξεν˙ εἰπών γάρ, «ὅτι ἐκ τοῦ Υἱοῦ τό Πνεῦμα οὐ λέγομεν, Πνεῦμα δέ Υἱοῦ ὀνομάζομεν καί δι᾿ Υἱοῦ πεφανερῶσθαι καί μεταδίδοσθαι ἡμῖν ὁμολογοῦμεν», εὐθύς ἑπήνεγκεν˙ «ἐνεφύσησε γάρ καί εἶπε τοῖς μαθηταῖς, λάβετε Πνεῦμα ἅγιον». Ἆρ᾿ οὐ κατάδηλον, ὡς ὁ δαμασκηνός Πατήρ ἀπό τοῦ ἐμφυσήματος τούτου μή εἶναι καί ἐκ τοῦ Υἱοῦ, ἀλλά φανεροῦσθαι μόνον καί μεταδίδοσθαι δι᾿ αὐτοῦ τό Πνεῦμα τό ἅγιον ἐνόησε καί ἀπέδειξε;

Λατῖνοι δέ φρενοβλαβῶς ἀντιθετικῶς ἐκείνῳ νοοῦσι καί δογματίζουσιν˙ οὐ γάρ συνορῶσιν ὡς τά χαρίσματα ταῦτα καί αἱ ἐνέργειαι, καθ᾿ ἅς διά τοῦ Υἱοῦ χορηγεῖται τό Πνεῦμα τό ἅγιον, οὐ παρά τοῦ Υἱοῦ μόνον, ἀλλά καί παρ᾿ αὐτοῦ δίδονται τοῦ ἀνωτάτω Πατρός. «Πᾶν γάρ», φησί, «δώρημα τέλειον ἄνωθέν ἐστι παρά τοῦ Πατρός τῶν φώτων». Τί δέ τῆς ἐξουσίας τοῦ ἀφιέναι καί κρατεῖν τά ἁμαρτήματα τελεώτερον; Καί οὐ παρά τοῦ Πατρός καί τοῦ Υἱοῦ μόνον, ἀλλά καί δι᾿ αὐτοῦ καί παρ᾿ αὐτοῦ τοῦ ἁγίου Πνεύματος˙ «ἐκχεῶ γάρ ἀπό τοῦ Πνεύματός μου ἐπί πᾶσαν σάρκα», διά τοῦ Ἰωήλ εἶπεν ὁ Θεός˙ ἧς ἐκχύσεώς ἐστι πάντως καί τό τοῖς μαθηταῖς παρά Χριστοῦ δεδομένον Πνεῦμα δι᾿ ἐμφυσήματος˙ καί «τῷ μέν», φησί, «διά τοῦ Πνεύματος δίδοται λόγος σοφίας, τῷ δέ λόγος γνώσεως», καί πάνθ᾿ ὅσα ἐφεξῆς τῷ ἐκλεκτῷ σκεύει τῶν χαρισμάτων ἀπηρίθμηται Παύλῳ, τῷ καί τῶν ἀποκαλύψεων τήν ὑπερβολήν διά τοῦ Πνεύματος ηὐμοιρηκότι˙ διό καί λέγοντι, «ἡμῖν δέ ἀπεκάλυψεν ὁ Θεός διά τοῦ Πνεύματος αὐτοῦ», οὐ μόνον τά μή ἐγνωσμένα τοῖς περιβοήτοις κατ᾿ ἀρετήν καί εὐσέβειαν πατράσιν, ἀλλά καί αὐτήν τήν τῶν ἀγγέλων ὑπερβαίνοντα γνῶσιν˙ «καί ταῦτα γινώσκομεν», φησίν ὁ τῶν ἀποστόλων θεολογικώτατος Ἰωάννης», ἐκ τοῦ Πνεύματος οὗ ἐλάβομεν παρ᾿ αὐτοῦ». Καί ἁπλῶς πᾶσα ἐπί τήν κτίσιν ἡ τῶν ἀγαθῶν χορηγία ἐξ αὐτοῦ πηγάζει˙ καί «οὐκ ἔστιν ὅλως δωρεάν», φησίν ὁ μέγας Βασίλειος,  «ἄνευ τοῦ ἁγίου Πνεύματος εἰς τήν κτίσιν ἀφικνουμένη»˙ὅς καί πάντα ἀπαριθμησάμενος, τάς τε δωρεάς καί τά χαρίσματα καί τάς ἐνεργείας τοῦ Πνεύματος, εἶτα φησί, «πάντα ταῦτα ἀϊδίως ἔχει τό Πνεῦμα τό ἅγιον, ἀλλά τό μέν ἐκ Θεοῦ πηγάζον ἐνυπόστατόν ἐστι, τά δέ ἐξ αὐτοῦ πηγάζοντα ἐνέργειαι αὐτοῦ εἰσιν». Ἆρ᾿ οὖν καί ἐξ ἑαυτοῦ  τό Πνεῦμα τό ἅγιον ἐκπορεύεται, ἐπεί ἐξ αὐτοῦ τε καί δι᾿ αὐτοῦ πᾶσα ἡ τῶν ἀγαθῶν χορηγία, ἐν ᾗ πάντως καί ἡ τοῦ λύειν καί δεσμεῖν ἐξουσία, ἥν ὁ Κύριος δι᾿ ἐμφυσήματος τοῖς μαθηταῖς παρέσχεν; Ἄπαγε τῆς ἀτοπίας˙ ἀλλά τό μέν διδόναι τῶν τριῶν ἐστιν ὑποστάσεων κοινόν, ὡς καί ὁ ἀπόστολος συμμαρτυρεῖ˙ «διαιρέσεις γάρ», φησί, «χαρισμάτων εἰσί, τό δέ αὐτό Πνεῦμα˙ καί διαρέσεις διακονιῶν, ὁ δέ αὐτός Κύριος˙ καί διαιρέσεις ἐνεργημάτων, ὁ δέ αὐτός Θεός».

Κοιναί μέν οὖν τῇ μόνῃ ἁγίᾳ καί προσκυνητῇ Τριάδι αἵ τε θεῖαι δυνάμεις καί αἱ ἐνέργειαι, δι᾿ ὧν ὁ Θεός ἐνοικεῖ καί ἐμπεριπατεῖ τοῖς ἀξίοις κατά τήν ἐπαγγελίαν, δι᾿ αὐτῶν ἐνργῶν τε καί γνωριζόμενος. Ὧνπερ θείων ἐνργειῶν καί πηγή θεολογεῖται μή μόνον ὁ Πατήρ καί ὁ Υἱός, ἀλλά καί τό Πνεῦμα τό ἅγιον, ὡς καί ὁ μέγας φησί Βασίλειος ἐν τοῖς Περί τοῦ ἁγίου Πνεύματος ἀντιρρητικοῖς αὐτοῦ κεφαλαίοις γράφων˙ «αἱ δέ ἐνέργειαι τοῦ Πνεύματος τίνες; Ἄρρητοι μέν διά τό μέγεθος, ἀνεξαρίθμητοι δέ διά τό πλῆθος». Καί πάλιν˙ «παρά τῷ ἁγίῳ Πνεύματι πάντα τέλεια˙ ἀγάπη, χαρά, εἰρήνη, μακροθυμία, χρηστότης, σοφία, σύνεσις, βουλή, ἀσφάλεια, εὐσέβεια, γνῶσις, ἁγιασμός, ἀπολύτρωσις, πίστις, ἐνργήματα δυνάμεων, χαρίσματα ἰαμάτων, καί ὅσα τούτοις παραπλήσια, οὐδέν ἔχον τι ἐν ἑαυτῷ ἐπίκτητον ἀλλ᾿ ἀϊδίως πάντα ἔχον, ὡς Πνεῦμα Θεοῦ καί ἐξ αὐτοῦ πεφηνός, αἴτιον ἑαυτῷ ἔχον ὡς πηγήν ἑαυτοῦ κἀκεῖθεν πηγάζον. Πηγή δέ καί αὐτό τῶν προειρημένων ἀγαθῶν. Ἀλλά τό μέν ἐκ Θεοῦ πηγάζον ἐνυπόστατόν ἐστι, τά δέ ἐξ αὐτοῦ πηγάζοντα ἐνέργειαι αὐτοῦ εἰσι». Ταῦτα δέ εἰσι τά γνωριστικά τῆς θείας φύσεως αὐχήματα.

Θέλων οὖν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός ὁμοούσιον ἑαυτόν δεῖξαι κατά τήν θεότητα τῷ Πατρί καί τῷ Πνεύματι, τοῖς μαθηταῖς αὐτός ταύτην κατά χάριν δίδωσι τήν φυσικήν τῆς θεότητος ἐνέργειαν, ὡς καί ὁ Πατήρ πρότερον ἐνίας τῶν τοιούτων ἐνεργειῶν τοῖς προφήταις παρέσχε˙ καί τό Πνεῦμα δέ τό ἅγιον κατελθόν μετά τήν τοῦ Σωτῆρος ἄνοδον, καί αὐτό τάς τοιαύτας ἐνεργείας ἔδωκε τοῖς μαθηταῖς, δι᾿ αὐτῶν καί αὐτό δεικνύμενον ὁμοούσιον τῷ Πατρί καί τῷ Υἱῷ. Κοινά μέν οὖν καί πολλά τῇ μόνῃ ἁγίᾳ καί προσκυνητῇ Τριάδι τά πρός ἡμᾶς ἐξ αὐτῆς θεῖα δόματα καί ἡ τούτων δόσις, ἡ δέ τοῦ ἁγίου Πνεύματος ἐκπόρευσις  μία καί τοῦ Πατρός ἰδία καί  προαιώνιος.

Ἀλλ᾿ ἵνα καί τήν ἀπολογίαν ἐπισφραγίσωμαι καί «πᾶν στόμα τό ἀντιτεῖνον φραγῇ», αὐτόν τόν τῆς ἀληθείας λόγον τοῦ νυνί λόγου κατά τούς πρό ἡμῶν συμφθεγγόμενον ἡμῖν δείξας προβαλοῦμαι μάρτυρα τῆς ἀληθείας. Αὐτός δέ ὁ μηδαμόθεν χωριζόμενος, γῆθεν πρός τόν ἐπουράνιον Πατέρα ἀνιών, τοῖς διαμεμενηκόσιν εἰς τέλος μετ᾿ αὐτοῦ «παρήγγειλεν ἀπό Ἱεροσολύμων μή χωρίζεσθαι, ἀλλά περιμένειν τήν ἐπαγγελίαν τοῦ Πατρός ἥν ἠκούσατέ μου», φησίν. Ἀλλά τίς ἡ ἐπαγγελία; Ὅτι «βαπτισθήσεσθε», φησίν, «ἐν Πνεύματι ἁγίῳ, οὐ μετά πολλάς ταύτας ἡμέρας». Οὐκοῦν πρό τῆς τοῦ Σωτῆρος ἀναλήψεως οὔπω τῆς ἐπαγγελίας ἔτυχον˙ οὐκ ἄρα διά τοῦ ἐμφυσήματος τό Πνεῦμα τό ἅγιον ἐδόθη, τοῦτο γάρ ἡ ἐπαγγελία. Πότε δή τοῦ Σωτῆρος ἐπαγγειλαμένου ταῦτ᾿ ἤκουσαν οἱ μαθηταί; Ὅτε μέλλων ἐκών ὑπέρ ἡμῶν ἀποθνήσκειν – βαβαί τοῦ μεγέθους τῆς πρός ἡμᾶς διαθέσεως – οὐχ ἑαυτόν μόνον ὑπέρ ἡμῶν παρεδίδου τῇ σφαγῇ, ἀλλά καί κληρονόμους ἐνδιαθήκως ἐποιεῖτο τῶν ὑπαρχόντων αὐτῷ καί τούς θησαυρούς ἡμῖν ἀνεώγνυ τε καί παρεδίδου καί αὐτόν τόν συμφυᾶ καί πᾶσαν κτίσιν ὑπεραναβεβηκότα, τόν ἀκένωτον πλοῦτον τοῦ Πνεύματος˙ «ἐγώ γάρ», φησίν, «ἐρωτήσω τόν Πατέρα καί ἄλλον παράκλητον δώσει ὑμῖν, ἵνα μένῃ μεθ᾿ ὑμῶν εἰς τόν αἰῶνα». Εἶτα μετ᾿ ὀλίγα, «ὁ δέ παράκλητος, τό Πνεῦμα τό ἅγιον, ὅ πέμψει ὁ Πατήρ ἐν τῷ ὀνόματί μου, ἐκεῖνος ὑμᾶς διδάξει πάντα».

Εἶτ᾿ αὖθις μετά τάς γλυκείας ὑποθήκας ἐκείνας, μετά τούς ψυχαγωγοῦντας λόγους, μετά τάς πρός φυλακήν τοῦ πλούτου προτροπάς, «ὅταν ἔλθῃ», φησίν, «ὁ παράκλητος, ὅν ἐγώ πέμψω ὑμῖν παρά τοῦ Πατρός, τό Πνεῦμα τῆς ἀληθείας, ὅ παρά τοῦ Πατρός ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περί ἐμοῦ». Εἶδες τοῦ ὄντος θησαυροῦ τά κατά μέρος κλεῖθρα διανοιγόμενα; Μᾶλλον δ᾿ ἵν᾿ εἴπω θεολογικώτερον, ὁρᾷς φωτισμούς ὑμῖν κατά μέρος ἐλλάμποντας;

Ἀλλ᾿ ὑπέρ οὗ νῦν ὁ λόγος, ἴδωμεν τήν ἐπαγγελίαν˙ τό δ᾿ «οὐ μετά πολλάς ταύτας ἡμέρας» ποῦ; Αὐτοῦ τῶν λόγων μικρόν προελθών καί τοῦτο τότε προείρηκεν ἐκ τῶν μεγίστων τούς οἰκείους φιλανθρώπως παραμυθούμενος˙ «συμφέρει γάρ», φησίν, ὑμῖν, «ἵνα ἐγώ ἀπέλθω˙ ἐάν γάρ ἐγώ μή ἀπέλθω, ὁ παράκλητος οὐκ ἐλεύσεται πρός ὑμᾶς». Πῶς οὖν τις τολμᾷ λέγειν, ὅτι διά τοῦ ἐμφυσήματος ἦλθε πρός τούς μαθητάς τοῦ Κυρίου πρίν ἀναληφθῆναι αὐτόν; Ἀλλ᾿ ἔστω, φησίν˙ οὐ γάρ ἐδόθη πρό τῆς ἀναλήψεως τοῦ Σωτῆρος ὁ ἄλλος παράκλητος. Ἔχεις καί τοῦτο λέγειν, ὡς οὐκ αὐτός σαφῶς τοῖς μαθηταῖς ἐπηγγείλατο λέγων, «ὅν ἐγώ πέμψω ὑμῖν», καί «ἐάν ἐγώ πορευθῶ, πέμψω αὐτόν πρός ὑμᾶς»;

Εὖγέ σοι τοῦτο μετ᾿ ἐκεῖνο προήχθη, πρός τόν εἰπόντα φαίη τις ἄν˙ ὑποβέβηκε γάρ καί τῇ δυνάμει τοῦ δοκοῦντος ὑμῖν παρά τῶν Γραφῶν βοηθήματος. Εἰ γάρ καί τοῦτο λόγος τοῦ Λόγου τῆς ἀληθείας, ἀλλ᾿ οὐχ ὁμοίως τό ἐμφυσᾶν καί τό πέμπειν τό παρ᾿ ἑαυτοῦ δείκνυσιν˙ ὁ μέν γάρ ἐμφυσῶν κατά πᾶσαν ἀνάγκην ἐξ ἑαυτοῦ ἐμφυσᾷ τῷ παρ᾿ ἑαυτοῦ πνεύματι˙ ταὐτόν δ᾿ εἰπεῖν τῷ παρ᾿ ἑαυτοῦ ἐκπορευομένῳ ἐμφυσήματι. Οὐ μήν δέ καί πᾶς ὁ πέμπων τό παρ᾿ ἑαυτοῦ ὄν τε καί ἐκπορευόμενον πέμπει, ἀλλά καί τό παρ᾿ ἑτέρου πρός αὐτόν ἧκον. Διό καί σπουδήν ὁ Κύριος (θέμενος τοῦ μηδένα παραχθέντα δοξάζειν, ὅτι τό Πνεῦμα τό ἅγιον καί ἐξ αὐτοῦ ἐκπορεύεται, τό μέν ἐμφύσημα, ὅ τοῦτ᾿ ἐδόκει μᾶλλον παριστᾶν, τότ᾿ ἔδωκεν, ὅτε ἀπείρηκε καί ὑπερέθετο τήν ἐπιδημίαν τοῦ Πνεύματος˙ τό δέ «πέμψω» προειπών, προσέηκε τό «παρά τοῦ Πατρός». Εἰ γάρ καί «πέμψω», φησίν, ἀλλ᾿ οὐ  παρ᾿ ἐμαυτοῦ, ἀλλά παρά τοῦ Πατρός λαβών, ἀφ᾿ οὗ ἐκπορεύεται˙ ἐκεῖνος γάρ μόνος πέμπει παρ᾿ ἑαυτοῦ, ὡς παρ᾿ ἑαυτοῦ τοῦτ᾿ ἔχων ἐκπορευόμενον, καί ἀεί τοῦτ᾿ ἔχων ἐκπορευόμενον, οὐ τότε μόνον ἐκπορευθησόμενον ὅτε καί αὐτός ἐγώ «πέμψω», οὐδέ παρ᾿ ἐμοῦ ἀδιαστάτως πεμπόμενον, ὥσπερ παρ᾿ ἐκείνου ἐκπορευόμενον˙ οὐ γάρ εἰπών «πέμψω» τό "παρ᾿ ἐκείνου ἐκπορευθέν" προσεπήγαγον, ἵνα μή ἐπί τοῦ Πατρός προσεπινοηθῇ τό "ποτέ". Καί ἐπιφέρειν μέλλων «ὅ παρά τοῦ Πατρός ἐκπορεύεται», φθάσας εἶπον, οὐχ "ὅ ἐγώ πέμπω", ἀλλ᾿ «ὅ ἐγώ πέμψω», ἵνα μή συνεπινοηθῇ καί ἐπ᾿ ἐμοῦ τό ἀεί. Τό μέν γάρ πέμπειν ἔχειν τό Πνεῦμα τό ἅγιον πρός τούς ἀξίους κοινόν ἐστιν ἐξ ἀϊδίου τῷ Πατρί καί τῷ Υἱῷ˙ πέμπει δέ χρονικῶς ἑκάτερος, ἀμφότεροι δέ μᾶλλον, ὁπότε δέοι.

Ταῦτ᾿ ἄρα καί τήν προθεσμίαν καί τόν μέλλοντα χρόνον ἐπιδέχεσθαι δύναται˙ τοῦ δέ ἐκπορεύειν τό ἐκπορεύειν ἔχειν οὐδαμῶς προηγεῖται, οὐδ᾿ ἐν ἐπαγγελίας μοίρᾳ κείσεταί ποτε, οὐδέ τό μελλειν ἐπιδέξαιτ᾿ ἄν, ἄπαγε τῆς βλασφημίας, ἤ συμβαίνει τοῖς οἰομένοις ἀΐδιον εἶναι τήν παρά τοῦ Υἱοῦ ἔκπεμψιν τοῦ Πνεύματος. Ἐπέμφη γάρ τισι καί ἐδόθη πρός τούς μαθητάς ἐκ τοῦ Υἱοῦ, λαβόντος παρά τοῦ Πατρός χρονικῶς καί αὐτῶν τῶν λαμβανόντων ὑστερογενεστέρας οὔσης τῆς ἀποστολῆς, καί δι᾿ αἰτίαν, μᾶλλον δέ διά πολλάς αἰτίας˙ «ἵνα μένῃ», φησί, «μεθ᾿ ὑμῶν εἰς τόν αἰῶνα»,  «ἵνα ὑμᾶς διδάξῃ καί ὑπομνήσῃ πάντα ἅ εἶπον ὑμῖν», «ἵνα  μαρτυρήσῃ περί ἐμοῦ» καί ὑμῖν συμμαρτυρήσῃ τά κατ᾿ ἐμέ, ἀπ᾿ ἀρχῆς μέχρι τέλους μαρτυροῦσιν, «ἵνα ἐλέγξῃ τόν κόσμον» ὑπεύθυνον τῇ ἁμαρτίᾳ, τόν ἁμαρτίν ὀνομάσαντα τήν ἐμήν δικαιοσύνην˙ δικαιοσύνην ἥ καί αὐτόν τόν ἄρχοντα τῆς ἁμαρτίας καί αὐτῆς τῆς τῶν ἁμαρτωλῶν ἐξέβαλεν ἀρχῆς κατακρίνασα δικαίως, ὅτι τόν ὄντως δίκαιον ἀδίκως ὑπό τήν αὐτήν τοῖς ἁμαρτωλοῖς ἤγαγεν εὐθύνην, ἵν᾿ ἐμέ δοξάσῃ, ὁδηγῆσαν ὑμᾶς πρός πᾶσαν τήν ἀλήθειαν. Καί γάρ «Πνεῦμα ἀληθείας» ἐστί, καί «οὐκ ἀφ᾿ ἑαυτοῦ λαλεῖ, ἀλλ᾿ ὅσα ἀν ἀκούῃ παρά τοῦ Πατρός», ὥσπερ κἀγώ οὐδέν ἐλάλησα ἀπ᾿ ἐμαυτοῦ»˙ ἐπεί δέ ὁ Πατήρ ἐμός καί «πάντα ὅσα ἔχει ὁ Πατήρ ἐμά», «ἐκ τοῦ ἐμοῦ λαμβάνει καί ἀναγγέλλει»˙ κοινά γάρ ἡμῖν καί ὁ πλοῦτος καί τά δόματα.

Ἐπέμφθη τοίνυν ἐκ τοῦ Πατρός καί τοῦ Υἱοῦ χρονικῶς καί πρός τινας καί δι᾿ αἰτίαν˙ παρ᾿ αὐτοῦ δέ μόνου τοῦ Πατρός ἐκπορεύεται ἀχρόνως καί ἀναιτίως, αὐτόν μόνον ἔχον αἰτίαν ἑαυτοῦ, τόν μόνον ἀγέννητον Πατέρα, τόν ποιοῦντα τά πάντα ἐκ μή ὄντων διά μόνην τήν κοινήν ἑαυτοῦ τε κἀκείνων ἀγαθότητα, τόν δ᾿ Υἱόν ἐξ ἀρχῆς ἔχοντα γεγεννημένον καί τό Πνεῦμα τό ἅγιον ἐκπορευόμενον.

Ἆρα  νοῦν ἔλαβες ὁ δι᾿ ἐναντίας καί φῶς γνώσεως ἐπέλαμψέ σοι παρά τοῦ τῆς ἀληθείας λόγου; Μᾶλλον δέ σύ γε αὐτός ἆρα διαίρειν ἤρξω τά βλέφαρα καί διαβλέπειν πρός τό φῶς, εἰ καί μή τελέως, ἀλλ᾿ ἀμυδρῶς γοῦν ἀντιλαμβανόμενος τῆς διαπρυσίου καί μή ἀμυδρᾶς αὐγῆς, ὥστε ψηλαφῆσαι καί ἰδεῖν ὅτι τό «δώσει» τε καί τό «πέμψει» τοσαυτάκις εἰρημένον οὐδαμοῦ χωρίς αἰτίας εἴρηκεν, οὐδ᾿ ἄνευ προσώπου τοῦ λαμβάνοντος δι᾿ ὅν καί πέμπεται, ἀλλ᾿ ἀεί συνεζευγμένον ταῖς αἰτίαις ἀποδέδωκεν ὁ μόνος καί Θεός καί θεολόγος, τό δέ ἐκπορευόμενον ἀπολύτως ἔθηκε ψωρίς ἡστινοοῦν αἰτίας; Τήν μέν γάρ συνδιαιωνίζουσαν καί χωρίς αἰτίας οὖσαν ἔκπεμψιν μόνῳ τῷ Πατρί προσένειμε, τήν δ᾿ ὑπό χρόνον οὖσαν καί ἀεί μετά τῆς αἰτίας συνημμένην κοινήν οὖσαν, ἐξεκάλυψεν ἑαυτῷ καί τῷ Πατρί, ὡς ἄν τοῦτο συνιδών, μηκέτι βλασφημῇς τῇ ἐκπορεύσει φρονῶν καί λέγων τήν ἀποστολήν ταὐτόν ἤ ἐκ ταύτης ἐκείνην στοχαζόμενος καί διά τοῦτο λέγων ἐκ τοῦ Πατρός καί ἐξ Υἱοῦ τό θεῖον Πνεῦμα τήν ὑπόστασιν ἔχειν. Ὥσπερ γάρ Θεός ἀναίτιος, οὕτω καί Θεοῦ ὕπαρξις ἀναίτιος, αὐτόν αἰτίαν ἔχων τόν ἐξ οὗ ὑπάρχει ἀναιτίως, ἀλλ᾿ οὐκ ἐξ αὐτοῦ ὑπάρχων δι᾿ αἰτίαν. Ὥσπερ δέ Θεός Θεοῦ ὕπαρξις ἀναίτιος, οὕτω τό δι᾿ αἰτίαν γεγονός κοινόν αὐτῷ τε τῷ ἀναιτίῳ καί τοῖς ἀναιτίοις ἐξ αὐτοῦ ὑπάρχουσιν. Ὁ δ᾿ αὐτοῖς κοινόν, θείας ὑποστάσεως οὐκ ἴδιον. Διό τό μέν ἀποστέλλεσθαι καί τῷ Υἱῷ καί τῷ Πνεύματι ὑπάρχει, ὥσπερ καί τό ἀποστέλλειν τοῖς τρισί˙ δι᾿ αἰτίαν γάρ. Τό δέ ἐκπορεύεσθαι ἤ καί ἐκπορεύειν οὐχί καί τοῦ Υἱοῦ˙ καί γάρ οὐ δι᾿ αἰτίαν. Ὅταν οὖν ἀκούσῃς ἐκ τοῦ Υἱοῦ ἤ καί δι᾿ Υἱοῦ ἤ καί ἐξ ἀμφοῖν πρός τινας πεμπόμενον τό Πνεῦμα τό ἅγιον, τήν ὑπό χρόνον καί δι᾿ αἰτίαν ἐπί νοῦν λάμβανέ μοι πρόοδον, ἀλλά μή τήν ἐκ Πατρός ἄσχετον ἐκείνην καί ὑπέρ αἰτίαν καί προαιώνιον.

Τί οὖν; Ἤδη πείθομεν καί διετρανώθη σοι τό φῶς, ἤ ἔτι προσμενοῦμεν συνείροντες τάς ἀποδείξεις καί διαρριπίζοντες τό τῆς σῆς ἀγνοίας σκότος; Ὥς πολύ τοῦτο καί βαθύ τά τῆς σῆς ἐπηλυγάζον διανοίας κόρας ἔχεις, εἰ μηδέ νῦν πρός τήν ἀλήθειαν διέβλεψάς πω, καίτοι τό «δώσω» ταὐτόν ἐστι τῷ «πέμψω». Ἐπεί γάρ μήτε τό πεμπόμενον τοπικῶς μετάγεται μήτ᾿ αὐτός ὁ πέμπων διΐσταται τοῦ πεμπομένου (καί γάρ ἀεί τε ἅμα καί ἁπανταχοῦ καί ὁ πέμπων καί τό δι᾿ αὐτοῦ πεμπόμενον, εἰ δέ βούλει καί ἐξ αὐτοῦ˙ οὐ γάρ ἐπί τῶν συλλαβῶν ἡμῖν ἡ εὐσέβεια)˙ ἐπεί τοίνυν οὐ διαιρεῖται τόπῳ, οὐδέ τόπῳ περιλαμβάνεται τό πέμπον καί τό πεμπόμενον, οὐκ ἄρα δίδωσιν ὁ πέμπων; Τοῦτο καί αὐτός ὁ Κύριος ἡμᾶς φωτίζων νῦν μέν εἴρηκεν, «ὅ δώσει ὁ Πατήρ», νῦν δ᾿ αὖθις, «ὅ πέμψει ὁ Πατήρ», ἐπί τῆς ἀμφοτέροις διανοίας χρησάμενος. Ἀλλά καί αὐτός, νῦν μέν ὅτι ἐπέμφη παρά τοῦ Πατρός, νῦν δ᾿ ὅτι ἐδόθη, ἀναγέγραπται, ὡς ταῦτοῦ ὄντος ἐπί τούτων τοῦ πέμπειν τε καί τοῦ διδόναι.

Ἀλλά μήν «ὁ πανταχοῦ ὤν καί τά πάντα πληρῶν» καί διά πάντων χωρῶν πῶς ἥξει καί δοθήσεται; Δηλαδή φανερούμενος καί ἐνεργῶν τήν τῶν χαρίτων ἐνέργειαν. Οὐκοῦν οὐδέν ἄλλο τό πέμπεσθαί τε καί δίδοσθαι ἐπί Θεοῦ ἤ τό φανεροῦσθαι. Λατίνοις οὖν ἀΐδιον τήν παρά τοῦ Υἱοῦ τοιαύτην ἐμπεμψιν δογματίζουσι καί φανέρωσιν τοῦ Πνεύματος ἀΐδιον δοξάζειν ἀκόλουθον˙ ἀνάγκη δέ συναϊδίους εἶναι καί τούς  πρός οὕς ἡ φανέρωσις καί πρόσεστι τό  μηδ᾿ οὕτω τήν ὕπαρξιν τοῦ θείου Πνεύματος καί τοῦ Υἱοῦ δείκνυσθαι.

Εἰ δ᾿ ἐκ τῆς φανερώσεως στοχάζεσθαί φασιν ἐκεῖνοι τήν ὕπαρξιν, ἀλλ᾿ ἡμεῖς οὐ στοχασμοῖς ἀκολουθοῦντες, ἀλλά θεολέκτοις λογίοις τήν ὁμολογίαν τῆς πίστεως πεπλουτήκαμεν. Ἴσμεν δέ καί αὐτό παρ᾿ ἑαυτοῦ τό Πνεῦμα τό ἅγιον ἐρχόμενόν τε καί φανερούμενον, ἀλλ᾿ οὐ διά τοῦτο καί παρ᾿ ἑαυτοῦ δώσομεν ἐκπορεύεσθαι˙ ὁ διδούς τοίνυν ἤ πέμπων τό Πνεῦμα τό ἅγιον οὐκ ἐκπορεύει διά τό πέμπειν, ἀλλά φανερόν καθίστησιν αὐτό. Τοῦτο γάρ καί ὁ Κύριος ἐποίησε πρό μέν τῆς οἰκείας ἀναλήψεως φανερώσας μετρίως τοῖς οἰκείοις μαθηταῖς τό Πνεῦμα διά τῆς κοινῆς αὐτῶν καί παρ᾿ αὐτῶν μετρίας τηνικαῦτα δεδομένης χάριτος˙ ὅ καί τήν ἀρχήν αἴτιον, ὡς ἔγωγ᾿ ἄν φαίην, τοῦ δι᾿ ἐμφυσήματος δεδημιουργεῖσθαι τήν ἀνθρώπου ψυχήν.

Ἐπεί γάρ ὅ τε λέγων Πατήρ καί ὁ τούτου παντοδύναμος Λόγος πάντων κτιζομένων ἐκηρύττοντο, ἔκφανσις δέ Πνεύματος οὐ γέγονέ πω, ἔδει δέ τοῦ ἀνθρώπου γενομένου μηδέν τῶν τῆς Τριάδος προσώπων ἀνεπίγνωστον εἶναι, ἧς ἐπλάττετο μύστης καί προσκυνητής ἐπίγειος, διά τοῦτο τῷ τε λόγῳ καί τῷ λέγοντι, ταὐτόν δέ εἰπεῖν τῷ Υἱῷ καί τῷ γεννήτορι, προσεπιφέρεται τό «ἐνεφύσησεν», ἀνακαλύπτον τήν τοῦ Πνεύματος ὑπόστασιν˙ ὅ καί ὁ Κύριος ἀνανεῶν ἡμᾶς ἐποίησεν˙ Υἱοῦ γάρ ὄντος, αὐτόθεν ὁ Πατήρ ἐδείκνυτο καί δι᾿ ἐμφυσήματος τό Πνεῦμα ἐκηρύττετο˙ ὧν κοινόν ἔργον ἥ τε τήν ἀρχήν ἡμῶν πλάσις, ἥ τ᾿ ἐς ὕστερον χάρις τῆς ἀναπλάσεως.

Οὕτως οὖν δι᾿ ἡμᾶς καθ᾿ ἡμᾶς ἐπί γῆς ὀφθείς

ὁ τοῦ Πατρός μονογενής Υἱός, πρό μέν τῆς ἑαυτοῦ ἀναλήψεως τήν τοῦ ἁγίου Πνεύματος ὑπόστασιν ἐφανέρωσε μετρίως διά τοῦ πρός τούς μαθητάς δι᾿ ἐμφυσήματος δώρου τοῦτο ὑπαινιττόμενος καί τῇ τῶν δεχομένων δυνάμει τήν διδασκαλίαν παραμετρούμενος˙ μετά δέ τήν οἰκείαν ἀνάληψιν ἔπεμψε τόν ἐρχόμενον, αὐτός τε αὐτό φανερῶν τελεώτατα τό καί ἀφ᾿ ἑαυτοῦ φανερούμενον, καί αὐτό ἐφ᾿ ἑαυτοῦ δεικνύμενον κατ᾿ ἰδίαν ὑπόστασιν. Τοῦτο γάρ δή καί τό τῆς οἰκονομίας μυστήριον, ἕν καί τρία τόν Θεόν πιστευθῆναι καί κοινόν αἴτιον μόνον τῶν δύο τό ἕν. Διά τοῦτο κοινή μέν αὐτοῖς πᾶσα δόσις καί δύναμις, μερίζονται δέ ἑαυτοῖς τόν καιρόν ἰδίᾳ φανερούμενον ἕκαστον καί σύν ἑαυτῷ φανεροῦν ἀεί τά ὑπόλοιπα.

Πρῶτον πεφανέρωται ὁ Πατήρ, τῆς θείας φύσεως αὐχήματα, τά τῆς θεότητος ἰδιώματα, τάς φυσικάς καί οὐσιώδεις αὐτῆς ἐνεργείας τοῖς προφήταις κατά χάριν διδούς, ὡς ἀν ἅμα τε δείξῃ καθ᾿ ἑαυτόν ὑφεστώς καί οὐκ αὐτόν ὤν ἐξ ἄλλου, ἀλλ᾿ αὐτός ὤν ἀρχή τῆς θεότητος˙ καί δή καί τ᾿ ἄλλα δεικνύς ἐξ αὐτοῦ τε ὄντα καί αὐτῷ συνημμένα, πρό πάντων ἐμφυσήματι καί λόγῳ δημιουργῶν καταγγέλλεται.

Μετ᾿ αὐτόν ὁ Υἱός πεφανέρωται, τά αὐτά τῆς αὐτῆς φύσεως αὐχήματα, τά τῆς θεότητος ἰδιώματα, τάς φυσικάς καί οὐσιώδεις αὐτῆς ἐνεργείας, παρ᾿ ὧν τά χαρίσματα τῶν ἰαμάτων, τά ἐνεργήματα δυνάμεων καί τά παραπλήσια τούτοις τοῖς οἰκείοις μαθηταῖς κατά χάριν διδούς, ὡς ἄν καί αὐτός ἅμα τε δείξῃ κεθ᾿ ἑαυτόν ὑφεστώς (τό γάρ μή καθ᾿ ἑαυτό ὑφεστώς ἐνεργείας ἔχειν ἤ παρέχειν ἀδύνατον) καί οὐκ αὐτός ὤν ἀρχή, ἀλλ᾿ αὐτός ἐξ ἀρχῆς. Καί οὕτω δι᾿ ἑαυτοῦ μέν τόν Πατέρα δεικνύς, Υἱός γάρ, ἐμφυσήματι δέ διδούς τά πνευματικά χαρίσματα καί Πνεῦμα θεῖον αὐτά καλῶν, συνημμένον ἑαυτῷ προσεπεδείκνυ τό Πνεῦμα τό ἅγιον. Ὅς ἐπεί καί τήν ἡμετέραν ἀνειληφώς φύσιν ἐφανερώθη, οὐκ ἐδείκνυ μόνον διά τῶν ἔργων, ἀλλά καί διά γλώττης ἐκήρυττε τοῦ Πατρός καί τοῦ Πνεύματος τήν θεότητα καί τί τό μόνον αἴτιον καί τί τά ἐξ αὐτοῦ.

Μετ᾿ αὐτόν τό ἅγιον πεφανέρωται Πνεῦμα, τό αὐτά τῆς αὐτῆς φύσεως αὐχήματα καί αὐτό τοῖς ἀποστόλοις κατά χάριν παρέχον, τά τῆς θεότητος ἰδιώματα, τάς φυσικάς καί οὐσιώδεις αὐτοῦ ἐνεργείας. Ἡ γάρ τοῦ Θεοῦ βασιλεία, ἧς τούς ἀρραβῶνας οἱ ἅγιοι ἐνταῦθα κομίζονται, καθάπερ ὁ θεῖος Μάξιμος ἐν τοῖς Πρός Θαλάσσιον σχολίοις φησί, «τῶν προσόντων τῷ Θεῷ φυσικῶς κατά χάριν ἐστί μετάδοσις˙ ἅ καί τήν ἀρχήν εὐθύς παρά Θεοῦ πλασθείς ὁ ἄνθρωπος κατά χάριν εἴληφεν»˙ ὡς καί ὁ θεῖος Κύριλλος ἐν τῇ Πρός Σόϊμον ἐπιστολῇ φησι γράφων ὅτι, «πλάσας ὁ Θεός τόν ἄνθρωπον, ψυχωθέντα παρήγαγεν, ἔχοντα τάς  πνευματικάς δωρεάς, σοφίαν, δικαιοσύνην καί ὅσα ἔνεστιν οὐσιωδῶς ἐν τῷ Θεῷ˙ ὁμοῦ γάρ καί ζωήν ἐνετίθει τό Πνεῦμα τῷ πλάσματι καί τούς ἑαυτοῦ χαρακτῆρας θεοπρεπῶς ἐνεσήμαινεν». Ὅταν οὖν ἀκούσῃς αὐτόν ἐξ ἀμφοῖν, ὡς ἐκ Πατρός οὐσιωδῶς δι᾿ Υἱοῦ προχεόμενον, τό Πνεῦμα τό ἅγιον λέγοντα, τήν τῶν φυσικῶν τούτων δυνάμεών τε καί ἐνεργειῶν τοῦ Θεοῦ μετάδοσιν, ἀλλά μή τήν θείαν τοῦ Πνεύματος ὑπόστασιν προχεῖσθαι διδάσκειν, εὐσεβῶς νόμισον.

Μετά τόν Υἱόν τοίνυν διά τοῦ τάς αὐτάς δυνάμεις καί ἐνεργείας τοῖς ἀξίοις παρέχειν τό ἅγιον πεφανέρωται Πνεῦμα˙ ὡς ἄν ἅμα τε δείξῃ καί αὐτό καθ᾿ ἑαυτό ὑφεστώς, καί τούς μαθητάς σοφίσαν καί πνευματικήν δύναμιν ἐνδύσαν, αὐτούς τε συνιέναι ποιήσῃ καί τοῖς πᾶσι δι᾿ αὐτῶν κηρύξῃ τά τοῦ Σωτῆρος κηρύγματα, δι᾿ ὧν καί αὐτό, οὐ μετά τόν Υἱόν κατά τήν ὕπαρξιν, ἀλλά μετά τοῦ Υἱοῦ, οὐδέ ὡς ὁ Υἱός, ἀλλ᾿ ἰδιοτρόπως ἐκ τοῦ μόνου Πατρός ὑφεστηκός κηρύττεται, συνημμένον ὄν φυσικῶς αὐτῷ καί τῷ Υἱῷ ἀδιαστάτως τε καί ἀϊδίως. Δι᾿ ὅ δέ οὐκ εὐθύς τό Πνεῦμα μετά τόν Πατέρα, καίτοι καί αὐτό ἀμέσως ὄν ἐκ τοῦ Πατρός, ἀλλ᾿ ὁ Υἱός πρότερος τῷ κόσμῳ πεφανέρωται, καί δι᾿ ὅ ἐκ τοῦ Υἱοῦ τά τοῦ Πνεύματος οἱ θεολόγοι παριστῶσιν, ἐν τῷ προτέρῳ λόγῳ τάς αἰτίας ἀποδεδώκαμεν.

Ἐπεί δέ τῆς τρισυποστάτου θεότητος τά ἔργα κοινά, ἕν δέ τῶν ἔργων καί ἡ φανέρωσις, διά τοῦτο παρ᾿ ἑαυτοῦ τε  πρός ἡμᾶς ἥκει καί παρά τοῦ Πατρός καί τοῦ Υἱοῦ πέμπεται, δι᾿ ὧν καί φανεροῦται τό καί παρ᾿ ἑαυτοῦ φανερούμενον, καθάπερ καί ὁ Υἱός πρό αὐτοῦ. Φανεροῦται τοιγαροῦν καί ἐκ τοῦ Υἱοῦ πεμπόμενον τό Πνεῦμα τό ἅγιον, ἀλλ᾿ οὐκ ἐκπορεύεται. Εἰ δέ μή τοῦτο, μηδέ φανέρωσις ἡ ἀποστολή καί ἡ κατ᾿ αὐτήν ἔκπεμψις, ἀλλ᾿ ἐκπόρευσις˙ ἐπεί καί ὁ Υἱός ἐπέμφθη πρότερον παρ᾿ αὐτοῦ, τοῦ ἁγίου λέγω Πνεύματος καί τοῦ Πατρός˙ «Κύριος γάρ», φησίν, «ἐπέσταλκέ με καί τό Πνεῦμα αὐτοῦ». Ἄρ᾿ ἐκ τοῦ Πατρός καί τοῦ Πνεύματος ὁ Υἱός ἤ γεννᾶται ἤ ἐκπορεύεται; Ἄπαγε τῆς ἀσεβείας. Εἰ δέ λέγει τις ὡς ἄνθρωπον ἀπεστάλθαι τόν Υἱόν, ἐγγύς ἡ ἀπάντησις˙ ἀπεστάλη μέν γάρ ὡς ἄνθρωπος˙ «εἰ δέ καί ὡς Θεός, τί τοῦτο; Τήν εὐδοκίαν τοῦ Πατρός ἀποστολήν εἶναι νόμισον», Γρηγόριός σοι διακελεύεται ὁ τῆς θεολογίας ἐπώνυμος, κἀγώ τήν τοῦ Υἱοῦ καί τοῦ Πνεύματος, ἐκείνῳ καί τῇ ἀληθείᾳ πειθόμενος.

Ἐπεί οὖν καί ὡς Θεός ὁ Υἱός ἀποστέλλεται καί παρ᾿ ἀμφοτέρων, Πατρός καί Πνεύματος, παρ᾿ ἀμφοτέρων τούτων λοιπόν κατά Λατίνους ἔχει καί οὗτος τήν γέννησιν, εἴπερ, ὅτι καί τό Πνεῦμα παρ᾿ ἀμφοτέρων ἀποστέλλεται. Πατρός τε καί Υἱοῦ, παρ᾿ ἀμφοτέρων ἐκπορεύεται τούτων. Κἄν εἰ λέγοιεν μή τήν ἀποστολήν νομίζειν ἐκπόρευσιν, ἀλλ᾿ ἐκ ταύτης ἐκείνην τεκμαίρεσθαι, καί τῆς τοῦ Υἱοῦ γεννήσεως αὕτη δήπουθε ὑπάρξει τεκμήριον.

Τί δέ καί διενήνοχε τοῦ τήν ἀποστολήν νομίζειν γέννησιν ἤ ἐκπόρευσιν τό λέγειν ὡς ἀϊδίως ἔχον πέμπειν τό τε Πνεῦμα τόν Υἱόν καί ὁ Υἱός τό Πνεῦμα; Τό μέν καί νῦν αὐτόν ὕστερον εἰς τόν κόσμον ἀπέστειλεν˙ ὁ δέ τό Πνεῦμα τοῖς οἰκείοις μαθηταῖς ἔπεμψεν, ἐπανελθών ὅθεν κατῆλθεν. Ἀλλ᾿ ὁ μέν Υἱός καί Θεός ἐστι καί ἄνθρωπος γέγονεν˙ἀπεστάλη γοῦν καί ὡς ἄνθρωπος˙ τό Πνεῦμα οὐκ ἐνηνθρώπησεν.

Ἐπεί γοῦν Θεός ὄν ἀπεστάλη τοῦτο παρά τοῦ Πατρός, εὐδοκίαν δέ χρή τήν ἀποστολήν ἡγεῖσθαι ταύτην κατά τούς θεολόγους, εὐδοκία δέ ἡ ἀγαθή θέλησίς ἐστι, Λατῖνοι δέ τῇ ἐκπορεύσει ταὐτόν ἡγοῦνται τήν ἀποστολήν, θέλησις οὐκοῦν ἐστι κατ᾿ αὐτούς ἡ ἐκπόρευσις˙ κἀπειδήπερ ἐκπορεύσει τήν ὕπαρξιν ἔχει τό Πνεῦμα τό ἅγιον, θελήσει τοῦτο λοιπόν ἔχει κατ᾿ αὐτούς τήν ὕπαρξιν. Ὤ τῆς δυσσεβείας οὐκέτι γάρ ἄκτιστον˙ τῷ γάρ θέλειν, ἀλλ᾿ οὐ τῷ πεφυκέναι τοῦτο προήγαγεν ὁ Θεός καί Πατήρ, καθά καί τήν κτίσιν, εἴπερ ἡ ἐκπόρευσίς ἐστιν εὐδοκία καί θέλησις˙ τά κτίσματα γάρ κατά τούς θεολόγους ἐν τῷ πεφυκέναι, ἀλλά τῷ θέλειν ὁ Θεός προήγαγεν. Ἔργον μέν γάρ φύσεως κατ᾿ αὐτούς ἡ προαίωνιος καί ἀΐδιος γέννησις˙ ἔργον δέ θείας θελήσεως ἡ κτίσις.

Ἀρειανοί μέν οὖν τόν Υἱόν ἔλεγον θελήσει τοῦ Πατρός εἰς τό εἶναι προελθεῖν ἐκ τοῦ μή ἀθελήτως ἐκ Πατρός τό εἶναι λαβεῖν τοῦτο δῆθεν κατασκευάζοντες. Λατῖνοι δέ θελήσει τοῦ Πατρός ἤ καί τοῦ Υἱοῦ προελθεῖν εἰς τό εἶναι δεικνύουσι τό Πνεῦμα τό ἅγιον τοῦ τήν ἐκπόρευσιν εἶναι νομίζειν ἀποστολήν κατ᾿ εὐδοκίαν καί θέλησιν. Ἐροῦμεν οὖν καί ἡμεῖς πρός αὐτούς, ὅπερ καί ὁ μέγας Ἀθανάσιος πρός τούς Ἀρειανούς, ὅτι «τοῦ βούλεσθαι τό κατά φύσιν ὑπέρκειται˙ καί ἡ φύσις οὐχ ὑπόκειται βουλήσει». Ὡς οὖν ἡ γέννησις εὐδοκία καί θέλησις οὐκ ἔστιν, ἀλλ᾿ ὑπέρ εὐδοκίαν καί θέλησιν (φύσει γάρ δείκνυσιν ἐκ Πατρός ὄντα τόν Υἱόν ὡς αὐτῷ γνήσιον καί ὁμοούσιον, ἀλλ᾿ οὐ θελήσει καθά τά κτίσματα)  οὕτως οὐδέ τοῦ Πνεύματος ἡ ἐκπόρευσις ἀποστολή καί εὐδοκία καί θέλησίς ἐστι˙ φύσει γάρ ἡ ἐκπόρευσις δείκνυσι τό Πνεῦμα τό ἅγιον ἐκ τοῦ Πατρός, ὡς αὐτῷ γνήσιον καί ὁμοούσιον, ἀλλ᾿ οὐ θελήσει κατά τά κτίσματα.

Λατῖνοι γοῦν λέγοντες ταὐτόν εἶναι τῇ ἀποστολῇ τοῦ θείου Πνεύματος τήν ἐκπόρευσιν κατά πᾶσαν ἀνάγκην κτιστόν εἶναι τό Πνεῦμα κατασκευάζουσι. Καί μήν ἐπειδήπερ εὐδοκία τοῦ Πατρός ἐστιν, ὡς ἐδιδάχθημεν, ἤ τε τοῦ Υἱοῦ ὡς Θεοῦ παρά Πατρός τε καί Πνεύματος ἀποστολή καί ἡ τοῦ Πνεύματος παρά Πατρός τε καί Υἱοῦ (θελήσαντος γάρ ἑκατέρου τούτων κατά καιρόν ἀφικέσθαι πρός ἡμᾶς καί ὁ Πατήρ  εὐδόκησε) δι᾿ οὐδέν ἄλλο πάντως ἤ διά φιλανθρωπίαν ἡ εὐδοκία γέγονεν αὕτη. Τοιγαροῦν, εἰ κατά Λατίνους τῇ ἀποστολῇ τοῦ Πνεύματος ταὐτόν ἡ ἐκπόρευσις, ἡ δέ ἀποστολή διά φιλανθρωπίαν, κατ᾿ αὐτούς οὐκοῦν καί ἡ πρό αἰώνων ἐκ Πατρός ἐκπόρευσίς τε καί ὕπαρξις τοῦ Πνεύματος οὐχ ὑπέρ αἰτίαν, ἀλλά διά φιλανθρωπίαν. Οὗ τί ἄν ἀκουσθείη δυσσεβέστερόν τε καί καινότερον;

Πρός δέ τούτοις, εἰ ταὐτόν ἀποστολή καί ἐκπόρευσις, δι᾿ ἐμέ λοιπόν τό Πνεῦμα (βαβαί τῆς κακοδοξίας˙ οὐ γάρ ἔχω ταῦτα λέγειν ἄνευ φρίκης καί θαύματος) ἐκ τοῦ Πατρός ἐκπορεύεται˙ δι᾿ ἐμέ γάρ ἀπέσταλται˙ εἰ δέ δι᾿ ἐμέ, καί μετ᾿ ἐμέ πάντως ἤ οὐ πολύ πρό ἐμοῦ, ἀλλ᾿ ὑπό χρόνον ὥσπερ ἐγώ, καί οὐχί τῷ Πατρί καί τῷ Υἱῷ συναΐδιον. Καί οὐ τοῦτο μόνον, ἀλλά καί ὑπείκει τῇ δεσποτείᾳ. Φεῦ, ποῦ κατάγεται παρά τῶν ἀγνωμόνων δούλων τό τῇ φύσει τήν δεσποτείαν ἔχον ἁπάσης τῆς κτίσεως˙ «τό γάρ Σάββατον», φησί, «διά τόν ἄνθρωπον, οὐχί ὁ ἄνθρωπος διά τό Σάββατον˙ ὥστε Κύριός ἐστι τοῦ Σαββάτου ὁ Υἱός τοῦ ἀνθρώπου». Ὁρᾷς πόσον ἀπέχει ἀποστολή ἐκπορεύσεως; Ὅσον χρόνων ἀϊδιότης καί κτισμάτων Θεός καί τῶν φύσει δούλων ὁ φύσει δεσπότης τῆς κτίσεως.

Ὁ τοίνυν παρά Θεοῦ καί τῶν ὡς ἀληθῶς θεολόγων μεμυημένος ἐμφυσώμενον μέν ἀκούων τό Πνεῦμα δι᾿ ἐμφυσήματος παρόν καί συμφυές ὄν τῷ ἐμφυσῶντι νοεῖ σημαινόμενον, ἀλλ᾿ οὐκ αὐτό ὑπάρχον ἐμφύσημα, ὡς ἐξ ἀνάγκης ἔχειν τήν ὕπαρξιν ἐξ οὗ τό ἐμφύσημα˙ ἄν δέ καί πεμπόμενον, φανερούμενον˙ ἄν δέ καί διδόμενον, καί τό συνημμένον ἐπιγινώσκει τοῦ πεμπομένου τε καί τοῦ πέμποντος˙ ἄν δέ παρ᾿ ἡμῶν λαμβανόμενον, οἶδε μέν ᾗ Θεόν, ἄληπτον, ληπτά δέ ἡμῖν τά παρ᾿ ἐκείνου χαρίσματα˙ ἄν δέ καί παρά τοῦ Υἱοῦ ἀκούσῃ πεμπόμενον, διδόμενον, ἐμφυσώμενον, εὐθύς καί τοῦτο πρός τοῖς ἄλλοις συνίησιν, ὡς ἐκ τοῦ Πατρός ἐκπορεύεται, καθά καί Γρηγόριος ἐκλαμβάνειν ἀξιοῖ σοφῶς ὁ ἐν θεολογίᾳ πολύς˙ «ὅσα γάρ», φησί, «περί τοῦ ἁγίου Πνεύματος ταπεινότερα λέγεται, τό δίδοσθαι, τό στέλλεσθαι, τό μερίζεσθαι, τό χάρισμα, τό δώρημα, τό ἐμφύσημα, εἴτε τι ἄλλο τοιοῦτον, ἐπί τήν πρώτην αἰτίαν ἀνακτέον, ἵνα τό ἐξ οὗ δειχθῇ», (δηλαδή τοῦ Πατρός˙ αὐτός γάρ ἡ πρώτη αἰτία) καί μή τρεῖς, φησίν, ἀρχαί μεμερισμέναι πολυθέως παραδεχθῶσιν», ὅπερ αὐτός ἔπαθες, μή πρός τήν πρώτην αἰτίαν διά τούτων τῶν φωνῶν ἀναγόμενος.

Καί δύο μέν σαφῶς κηρύττων οὐκ αἰσχύνῃ ἀρχάς ἐκ τοῦ Πατρός καί τοῦ Υἱοῦ τό Πνεῦμα δογματίζων ἔχειν τήν ὕπαρξιν, τήν δέ τρίτην ἀφ᾿ ὧν λέγεις διδούς συνάγεσθαι. Εἰ γάρ διά τό πέμπεσθαι παρά τοῦ Υἱοῦ καί ἐξ αὐτοῦ ἐκπορεύεται, πέμπει δέ καί τό Πνεῦμα τόν Υἱόν, οὐχ ὡς ἄνθρωπον μόνον ἀλλά καί ὡς Θεόν, καθάπερ ἀνωτέρω δέδεικται, ἀλλά καί τόν Πατέρα ὁ Υἱός τε καί τό Πνεῦμα, ὡς ὁ χρυσοῦς θεολόγος Ἰωάννης ἐξηγούμενος τό προφητικόν ἐκεῖνο, «Κύριος ἀπέσταλκέ με καί τό Πνεῦμα αὐτοῦ», ἐξεδέξατο, ἰδού σοι καί τό Πνεῦμα ἀρχή, καί ἐκ τοῦ Πατρός καί τοῦ Πνεύματος ὁ Υἱός ἤ γεννᾶται ἤ ἐκπορεύεται.

Παρίημι γάρ τόν Πατέρα λέγειν, κἄν ἐκ τῆς λατινικῆς καινοφωνίας καί τοῦτ᾿ ἐκβαίνῃ, τό περιόν τῆς ὑπερβολῆς εὐλαβούμενος. Ἴδοι δ᾿ ἄν τις οὐδέ τ᾿ ἄλλα τῶν ἐκβαινόντων ἀτόπων τήν ἐπί τό χεῖρον ὑπερβολήν ἀπολείπονται˙ καί γάρ δι᾿ ἀλλήλων ἀναιρούμενα δείκνυται, εἰ διά τῆς ἀποστολῆς νοήσαιμεν τήν ἐκπόρευσιν ἤ τήν γέννησιν. Εἰ γάρ ταῦτα κατά τήν ἀποστολήν, ἑκάτερον λοιπόν τούτων οὐχ ὑπάρξεώς ἐστι τρόπος, κἄν προαιώνια ᾖ˙ εἰ δέ κατά τήν πρό αἰώνων ἐκπόρευσίν τε καί γέννησιν τήν πρός ἡμᾶς ἀποστολήν νοήσαιμεν, ἀποστολή τις πρός ἡμᾶς ἄχρονος καί ἀΐδιος ἤ χρονική τις ὕπαρξιν ἔσται τοῦ Υἱοῦ καί τοῦ Πνεύματος.

Ἐπιστῆσαι δέ καί τοῦτο χρή τόν συνετόν ἀκροατήν, ὡς ὁ τῆς θεολογίας ἐπώνυμος Γρηγόριος τοῖς περί τοῦ Πνεύματος ταπεινότερον λεγομένοις καί τό ἀποστέλλεσθαι συνηρίθμησε˙ τό δέ ἐκπορεύεσθαι μέγα καί ὑπέρ τό μέγα ἐστίν. «Εἰ γάρ μέγα τῷ Πατρί τό μηδαμόθεν ὁρμᾶσθαι, οὐκ ἔλαττον τῷ Πνεύματι τό ἐκ τοιούτου Πατρός ἐκπορεύεσθαι». Οὐκ ἄρα τἀυτόν ἀποστολή καί ἐκπόρευσις. Ἡ μέν γάρ ἀποστολή τῆς πρός ἡμᾶς συγκαταβάσεως ἐκφαίνει τήν πρόθεσιν˙ ἡ δέ ἐκπόρευσις τῆς καθ᾿ ἑαυτό παρά Πατρός ὑπάρξεως τοῦ Πνεύματος ἐστιν ὄνομα. Καί ἡ μέν ἔστι, καθ᾿ ἥν ἡμεῖς τοῦ εὖ εἶναι μετέσχομεν˙ ἡ δέ παρίστησι τό φύσει συνημμένον ὁμοτίμως πρός τόν Πατέρα, τό κατά μόνην ὑπόστασιν διαφέρον αὐτοῦ καί τοῦ Υἱοῦ Πνεῦμα ἅγιον.

Σύ δέ τό μεμερισμένον ἐκ τῶν λόγων σοι συμβαῖνον βλέπων διά τάς σάς καινοτομίας καί ἤδη σε μερίζον Θεοῦ (τί γάρ τό προσεχές καί πόρρω ἤ ἐγγύς μερισμοῦ); ἵν᾿ οὖν ὅ κατασκευάζεις αὖθις ἐκφύγῃς, πολύ τό μέσον ἐντίκτεις ταῖς θεολογίαις ταῖς σαῖς. Ἡμεῖς δέ καί ἑωράκαμεν ἐν τοῖς Πνεύματι γράφουσι Θεοῦ μυστήρια καί πιστεύομεν καί κηρύττομεν ἐν ἀλλήλοις τε ὄντα δι᾿ ἀλλήλων ἀμιγῶς χωροῦντα καί οὐ μᾶλλον πρός ἑαυτό ἕκαστον ἤ πρός ἄλληλα ἔχοντα. Εἰ δέ πρός ἑαυτό ἕκαστον ἔχει ἀδιαστάτως τε καί ἀμέσως – πῶς γάρ οὔ; - πῶς ἐμμέσως ἕξει πρός ἄλληλα; Ὅταν δέ τήν αἰτίαν ζητῶμεν τῆς ἀρρήτου ἐκείνης καί ὑπέρ πάντα νοῦν πρός ἄλληλα σχέσεως καί τῆς ὑπερβαλλούσης συμφυΐας καί τῆς ἀπερινοήτου τε καί ἀφθέγκτου περιχωρήσεως, αὐτόν αὖθις εὑρίσκομεν καί κηρύττομεν τόν Πατέρα, αὐτόν ἕνωσιν, αὐτόν σύνδεσμον, αὐτόν καί Πατέρα καί προβολέα καί συνοχέα γινώσκοντες τοῦ γεννήματός τε καί τοῦ προβλήματος˙ καί οὕτω μένον καί ἀρχήν αὐτῶν ἐκεῖνον τιθέμεθα.

Παρ᾿ ὅτου δ᾿ ἄν αὐτῶν, Υἱοῦ λέγω καί Πνεύματος, οἰκονομικῶς ἡμῖν ἴδωμεν τόν ἕτερον παράκλητον φανερούμενον, αὐτίκα διά τούτου πρός τήν πρώτην καί μόνην ἀρχήν ἀναγόμεθα˙ πέμπων γάρ ἤ διδούς τό Πνεῦμα ὁ Υἱός, πόθεν τοῦτ᾿ἔχει, ὅτι μή παρά τῆς πρώτης καί μόνης ἀρχῆς; Οὐκοῦν οὕτω πέμπει τε καί δίδωσιν, ὡς ἔχων ὑφιστάμενον ἐκ τοῦ Πατρός, ἀλλ᾿ οὐκ αὐτός συνεκπορεύων καί συνυφιστῶν˙ καί πέμπων καί διδούς, τοῦτ᾿ αὐτό δείκνυσιν ἡμῖν, ὡς ἐμοῦ μέν ἔστιν, ἀλλ᾿ ἐκ τοῦ Πατρός, οὐκ ἐξ ἐμοῦ.

Τοῦτο δέ καί ὁ πολύς ἐν θεολογίᾳ καί ὄντως μέγας Ἀθανάσιος ἐννοήσας, μᾶλλον δέ φωτισθείς, καί ἡμῖν τῷ λόγῳ διαπορθμεύσας τό φῶς, ἐν μιᾷ τῶν Πρός Σεραπίωνα ἐπιστολῶν˙ «ἑνός ὄντος», φησί, «τοῦ Υἱοῦ, τοῦ ζῶντος Λόγου, μίαν εἶναι δεῖ καί πλήρη τήν ἁγιαστικήν καί φωτιστικήν ζωήν, οὖσαν ἐνέργειαν καί δωρεάν αὐτοῦ˙ ἥτις γε ἐκ τοῦ Πατρός λέγεται ἐκπορεύεσθαι, ἐπειδή παρά τοῦ Λόγου τοῦ ἐκ Πατρός ἐκλάμπει καί ἀποστέλλεται. "Οὕτω γάρ ὁ Θεός ἠγάπησε τόν κόσμον, ὥστε τόν Υἱόν αὐτοῦ τόν μονογενῆ ἔδωκεν", ὁ δέ Υἱός τό Πνεῦμα ἀποστέλλει». Τοῦτο γάρ αὐτό ἐστιν ἐκεῖνο, τό παρά τοῦ τῆς θεολογίας ἐπωνύμου Γρηγορίου μικρόν καί ἀνωτέρω εἰρημένον, ὡς ὅ τι ἄν περί τοῦ θείου Πνεύματος ταπεινότερον λέγηται, τό χάρισμα, τό δώρημα, καί εἴ τι ἄλλο τοιοῦτον, ἐπί τήν πρώτην αἰτίαν ἀνακτέον, ἵνα τό ἐξ οὗ δειχθῇ. Εἰπών γάρ ὁ μέγας ἐνταυθοῖ τό Πνεῦμα τό ἅγιον ταπεινότερον δωρεάν καί ἐνέργειαν τοῦ Λόγου, καί δείξας ὡς οὐχί περί τῆς ὑπάρξεως οὐδέ περί τῆς ὑποστάσεως αὐτῷ τοῦ Πνεύματος ὁ Λόγος (ἡ γάρ ἐνέργεια ἐνεργεῖται μᾶλλον ἤ ἐνεργεῖ, τό δέ Πνεῦμα τό ἅγιον παρεκτικόν καί μεταδοτικόν ὑπάρχει τῶν αὐτοῦ δωρεῶν) σαφῶς οὖν ἐμφήνας ὡς οὐχί περί τῆς προαιωνίου λέγει ἐκπορεύσεως, ἐπήγαγεν, ὅτι «παρά τοῦ Λόγου τοῦ ἐκ τοῦ Πατρός ἐκλάμπει καί ἀποστέλλεται».

Τί δή, διά τοῦ ἐκλάμπειν καί ἀποστέλλεσθαι παρά τοῦ Λόγου νοοῦμεν ὅτι ἐξ αὐτοῦ ἐκπορεύεται; Ἄπαγε, φησίν, ὡς πορρωτάτω βάλλεις τοῦ σκοποῦ˙ ἀλλ᾿ ὅτι ἐκ τοῦ Πατρός ἐκπορεύεται νοοῦμεν καί λέγομεν, ἐπεί παρά τοῦ Υἱοῦ δίδοταί τε καί ἀποστέλλεται. Ἔχων γάρ ἐκεῖθεν πρό αἰώνων συνυφεστώς ὁ Υἱός τό Πνεῦμα τό ἅγιον, νῦν πρός ἡμᾶς καί ἀποστέλλει καί δίδωσιν. Ἐπεί δέ ἡ δόσις ἔλλαμψις (καί τοῦτ᾿ ἴσασιν οἱ μεμυημένοι, ὅσοι λαμπρότητα Θεοῦ καί εἶδον καί ἔπαθον, ὅσοι τήν δόξαν τοῦ Κυρίου εἶδον «ὡς μονογενοῦς παρά Πατρός», ὅσοι τῷ φωτί τῆς θεότητος ἐπί τοῦ ὄρους περιηυγάσθησαν, πρός δέ τούτοις καί οἱ τούτοις ἀσφαλῶς πιστεύσαντες) ἐπεί οὖν ἡ δόσις ἔλλαμψις, ἀντί τοῦ παρά τοῦ Υἱοῦ δίδοσθαί τε καί ἀποστέλλεσθαι, παρά τοῦ Υἱοῦ ἐκλάμπειν ἔφη καί ἀποστέλλεσθαι. Καί τοῦτ᾿ ἔτι σαφέστερον δείκνυσιν ἐκ τῆς κατασκευῆς τοῦ λόγου˙ «ὁ μέν γάρ Θεός καί Πατήρ», φησί, «τόν Υἱόν ἔδωκεν ὑπέρ ἡμῶν˙ ὁ δέ Υἱός, τό Πνεῦμα».

Ἀλλά γάρ ὥσπερ ἡ τοῦ Υἱοῦ παρά τοῦ Πατρός ὑπέρ τῆς τοῦ κόσμου σωτηρίας δόσις ἤ ἀποστολή γέννησις οὐκ ἔστι, πολλοῦ γε ἄν δή που δέοι καί ἀπείρου εἶναι ἡ προαιώνιος, οὕτως οὐδ᾿ ἡ παρά τοῦ Υἱοῦ δόσις τοῦ ἁγίου Πνεύματος ἤ ἀποστολή ἐκπόρευσίς ἐστι, πόσῳ γε  μᾶλλον καί ὑπέρ τό πόσῳ ἡ πρό τῶν αἰώνων παρά τοῦ Πατρός οὐ γενομένη, ἄπαγε, ἀλλά καί πρό τούτων οὖσα καί τῷ Πατρί συνάναρχος.

Ἔτ᾿ ἔχει τις λέγειν διά τήν ἀποστολήν ὡς ἐκ τοῦ Πατρός καί τοῦ Υἱοῦ ἐκπορεύεται τό Πνεῦμα τό ἅγιον; Οὐκ ἔγωγε οἶμαι, εἰ μή σαφῶς ἐθέλει θεομαχεῖν. Ἀλλά καί αὐτοῦ, φησί, τοῦ Υἱοῦ τό Πνεῦμα καί ἴδιον αὐτοῦ λέγεται. «Ἐξαπέστειλε γάρ ὁ Θεός», φησίν, ὁ ἀπόστολος, «τό Πνεῦμα τοῦ Υἱοῦ αὐτοῦ ἐν ταῖς καρδίαις ἡμῶν, κρᾶζον˙ ἀββά, ὁ Πατήρ».

Ὑπέρευγε˙ τήν "ἐξ" γάρ ἀφείς, σύγε ὅς τίς ποτ᾿ εἶ ὁ πρόσφατος ἀντικείμενος, τό αὐτοῦ νῦν ἡμῖν προβάλλῃ ταύτης χωρίς˙ ἤ σοι κἀκ τοῦ αὐτοῦ τό ἐξ αὐτοῦ νεοεῖταί τε καί κατασκευάζεται, τῷ διαλεκτικῷ τῶν ἀπερινοήτων; Εἰπέ δή μοι, καί σύ αὐτός οὐ σαυτοῦ; Τοῦτό γε, οἶμαι, ἀποδράσεις ἡμῶν. Οὐ γάρ ἔοικάς μοι ἀκοῦσαι τοῦ λέγοντος, «γενοῦ σεαυτοῦ ἄνθρωπε». Εἰ γάρ ἤκουσας καί ὑπήκουσας, ἔστεργες ἄν τά παραδεδομένα περί Θεοῦ καί τοῖς ὑπέρ ἄνθρωπον καί λόγοις καί πράγμασι, καί ταῦτα καινοτομῶν, ἥκιστα ἐπεχείρησας. Ἀλλ᾿ εἰ ὁ ἄνθρωπος ἑαυτοῦ, οὐκοῦν ὁ ἄνθρωπος ἐξ ἑαυτοῦ κατά σέ. Τόν Υἱόν δέ τοῦ Πνεύματος πῶς οὐ λέγομεν, φησίν, εἰκότως˙ δόξαι γάρ ἄν Πατήρ τό Πνεῦμα, τοῦ Υἱοῦ συνεισάγοντος τῇ διανοίᾳ τόν Πατέρα˙ διά τοῦτο τοίνυν Υἱόν μέν Πνεύματος οὐ λέγομεν, ἵνα μή δόξῃ ἐκ τοῦ Πνεύματος, Υἱοῦ δέ Πνεῦμα λέγομεν, ἀλλ᾿ οὐ παρά τοῦτο καί ἐκ τοῦ Υἱοῦ˙ Πνεῦμα γάρ αὐτοῦ λέγεται, οὐχ ὡς ἐξ αὐτοῦ, ἀλλ᾿ ὡς ἐν αὐτῷ ὄν.

Καί τοῦτο διδάσκου παρά τοῦ ἀποστόλου, «οὐδείς οἶδε, λέγοντος, τά τοῦ ἀνθρώπου, εἰ μή τό Πνεῦμα τοῦ ἀνθρώπου τό ἐν  αὐτῷ»˙ ὡς οὖν Πνεῦμα μέν ἀνθρώπου λέγεται, ἀλλ᾿ οὐχ ὡς ἐκ τοῦ ἀνθρώπου, ἀλλ᾿ ὡς ἐν τῷ ἀνθρώπῳ ὄν, οὕτω καί τό θεῖον Πνεῦμα καλεῖται τοῦ Υἱοῦ, ἀλλ᾿ οὐχ ὡς ἐκ τοῦ Υἱοῦ, ἀλλ᾿ ὡς ἐν τῷ Υἱῷ φυσικῶς ἐξ ἀϊδίου ὄν καί τάς ἀφύκτους δοκούσας σοι τῶν συλλογισμῶν ἀνάγκας διαφεῦγον.

Ἐκ διαιρέσεως γάρ ὁ λατινικῶς φρονῶν συλλογιζόμενος φησι˙ «ἐπεί τοῦ Υἱοῦ ἐστι τό Πνεῦμα, ἤ ὡς δι᾿ αὐτοῦ χορηγούμενόν ἐστιν ἤ ὡς ὁμοούσιον ἤ ὡς ἐξ αὐτοῦ ἐκπορευόμενον. Καί ὡς μέν χορηγούμενον οὐκ ἔστι˙ προαιωνίως μέν γάρ ὑπάρχει τοῦ Υἱοῦ τό Πνεῦμα, τό δέ χορηγεῖσθαι ὑστερογενές. Οὐδ᾿ ὡς ὁμοούσιον˙ λέγοιτο γάρ ἄν καί ὁ Υἱός τοῦ Πνεύματος. Λείπεται τοίνυν τοῦ Υἱοῦ τό Πνεῦμα εἶναί τε καί λέγεσθαι ὡς ἐξ αὐτοῦ ἐκπορευόμενον». Τί οὖν, ἐάνπερ ἀναφανῇ τι ταύτης τῆς διαιρέσεως ἐκτός, καθ᾿ ὅ τοῦ Υἱοῦ τό Πνεῦμα λέγοιτ᾿ ἄν, οὐχ ὁ ἐκ διαιρέσεως οὗτός σοι καθ᾿ ὑπόθεσιν συλλογισμός ἀσυλλόγιστος τό παράπαν γένοιτ᾿ ἄν;

Ἔστι γάρ τοῦ Υἱοῦ τό Πνεῦμα ὡς ἐξ αἰώνων καί εἰς αἰῶνας ἐκ τοῦ Πατρός ἐκπορευόμενον καί ἐν Υἱῷ φυσικῶς ὑπάρχον καί ἀναπαυόμενον˙ καί διά τοῦτο Πνεῦμα μέν Υἱοῦ λέγεται, ἐκ δέ τοῦ Υἱοῦ οὐ λέγεται. Καί ὁ νοῦς γάρ τοῦ ἀνθρώπου ἐκ τοῦ Θεοῦ ἐστι γενόμενος καί ἐν αὐτῷ ὑπάρχων, δηλονότι τῷ ἀνθρώπῳ˙ καί νοῦς μέν ἀνθρώπου λέγεται, ἄνθρωπος δέ τοῦ νοῦ οὐ λέγεται˙ ἀλλ᾿ οὐδ᾿ ἐξ ἀνθρώπου λέγεται ὁ νοῦς, ὅ γε κατ᾿ οὐσίαν˙ οὐ γάρ δή περί ἐνεργείας νῦν ὁ λόγος. Οὐκ ἄρα ἐκ τοῦ Υἱοῦ ἐστι τό Πνεῦμα, εἰ μή τήν χάριν εἴπῃς Πνεῦμα καί τήν ἐνέργειαν˙ καί τόν νοῦν γάρ, ὅταν τήν ἐνέργειαν σημαίνῃ τοὔνομα, φαίῃς ἄν ἐκ τοῦ ἀνθρώπου, ὡς ἐκφαινόμενός τε καί μεταδιδόμενον.

Ἴδοι δ᾿ ἄν τις τούς θεολόγους καί νοῦν λέγοντας εἶναι Χριστοῦ τό Πνεῦμα τό ἅγιον˙ ὁ γάρ θεῖος Κύριλλος ἐν τετάρτῳ κεφαλαίῳ τῶν Θησαυρῶν φησιν, «ὅτι νοῦς ὑπάρχον τοῦ Χριστοῦ, πάντα τά ἐν αὐτῷ διαλέγεται τοῖς μαθηταῖς». Καθάπερ οὖν ἐφ᾿ ἡμῶν ὁ νοῦς τοῦ ἀνθρώπου ἐστί καί κατ᾿ οὐσίαν καί κατ᾿ ἐνέργειαν, καί κατ᾿ οὐσίαν μέν αὐτοῦ ἐστιν ὁ νοῦς, ἀλλ᾿ οὐκ ἐξ αὐτοῦ, κατ᾿ ἐνέργειαν δέ καί αὐτοῦ ἐστι καί ἐξ αὐτοῦ, οὕτω καί τό Πνεῦμα τό ἅγιον τοῦ Χριστοῦ ἐστιν ὡς Θεοῦ καί κατ᾿ οὐσίαν καί κατ᾿ ἐνέργειαν. Ἀλλά κατά μέν τήν οὐσίαν καί τήν ὑπόστασιν αὐτοῦ ἐστιν, ἀλλ᾿ οὐκ ἐξ αὐτοῦ˙ κατά δέ τήν ἐνέργειαν καί αὐτοῦ ἐστιν καί ἐξ αὐτοῦ. Λατῖνοι δέ τοῦ Υἱοῦ τό Πνεῦμα λέγοντες, ἀλλ᾿ οὐχί καί τοῦ Υἱοῦ μέν, οὐκ ἐκ τοῦ Υἱοῦ δέ, αὐτήν ἀναιροῦσί τε καί ἀθετοῦσι τήν οὐσίαν καί τήν ὑπόστασιν τοῦ παναγίου Πνεύματος.

Τό μέν οὖν ἐκ διαιρέσεως συμπέρασμα τοῦ λατινικοῦ καθ᾿ ὑπόθεσιν συλλογισμοῦ διαλέλυται τελέως καί πρός τό μή ὄν κεχώρηκε˙ μᾶλλον δέ πρός ἅπαν τοὐναντίον. Ἄν δέ τις ἴδῃ καί τά παρ᾿ αὐτοῦ τοῦ Λατίνου ἀναιρούμενα, ἵνα ἐξ ἀνάγκης τό ἕν ἀπερίτρεπτον δειχθῇ, τοῖς ἁγίοις τοῦτον ὄψεται φανερῶς ἀντίθετον˙ «τοῦ γάρ Υἱοῦ», φησίν, «ἔστι τε καί λέγεται τό Πνεῦμα, οὐχ ὡς δι᾿ αὐτοῦ χορηγούμενον ἤ φαινόμενον (ἐπειδήπερ ἀνάρχως μέν τό Πνεῦμα τοῦ Υἱοῦ, τό δέ χορηγεῖν οὐκ ἄναρχον)  οὐδ᾿ ὡς ὁμοούσιον˙ λέγοιτο γάρ ἄν καί ὁ Υἱός τοῦ Πνεύματος».

Ἀλλ᾿ ὁ μέγας Βασίλειος, οὗ καί ἀκατάσκευος ἡ ρῆσις διαφερόντως ἐστίν ἰσχυροτέρα τῶν λατινικῶν συλλογισμῶν τε καί διαιρέσεων, οὗτος οὖν ἐν τῷ Περί τοῦ ἁγίου Πνεύματος λόγῳ, «τό δι᾿ Υἱοῦ», φησί, «πεφηνέναι τό Πνεῦμα σαφές πεποίηκεν ὁ ἀπόστολος, Υἱοῦ Πνεῦμα ὀνομάσας αὐτόν. Ὁρᾷς ὅτι Χριστοῦ τό Πνεῦμα λέγεται ὡς παρ᾿ αὐτοῦ χορηγούμενόν τε καί φαινόμενον; Πνεῦμα μέν οὖν Υἱοῦ ἀνάρχως ἐστί τε καί λέγεται˙ ἀλλά καί αὐτό τό χορηγεῖν ἔχειν ἀνάρχως ἔχει ὁ Υἱός˙ οὐδεμία γάρ πρόσληψις ἤ ἀφαίρεσις ἐκεῖ, ὡς δ᾿ ὑπό χρόνον ὄντα τά λαμβάνοντα, χρονικῶς ἔλαβον τήν χορηγίαν.

Ἀλλά καί ὡς ὁμοφυές καί ὁμοούσιον λέγοιτ᾿ ἄν τό Πνεῦμα τοῦ Υἱοῦ, ὡς ὁ αὐτός μέγας Βασίλειος ἐν τῷ Πρός Ἀμφιλόχιον ὀκτωκαιδεκάτῳ κεφαλαίῳ «Πνεῦμα Χριστοῦ», φησί, «λέγεται, ὡς κατά φύσιν ᾠκειωμένον αὐτῷ». Καί ὁ θεῖος Κύριλλος ἐν τῷ Περί τοῦ ἁγίου Πνεύματος ἀγωνιστικῷ φησί λόγῳ˙ «τό Πνεῦμα τό ἅγιον, ὥσπερ κατ᾿ οὐσίαν ὑπάρχει τοῦ Θεοῦ καί Πατρός, οὕτω καί τοῦ Υἱοῦ κατ᾿ οὐσίαν ἐστίν, ὡς μετά τοῦ Υἱοῦ οὐσιωδῶς γεννηθέντος, ἐκ τοῦ Πατρός ἀφράστως ἐκπορευόμενον»˙ κἀν τῇ τοῦ Κατά Λουκᾶν εὐαγγελίου ἐξηγήσει, «ὥσπερ», φησίν, «ὁ δάκτυλος ἀπήρτηται τῆς χειρός, οὐκ ἀλλότριος ὤν αὐτῆς, ἀλλ᾿ ἐν αὐτῇ φυσικῶς, οὕτω καί τό Πνεῦμα τό ἅγιον τῷ τῆς ὁμοουσιότητος λόγῳ συνῆπται μέν πρός ἕνωσιν τῷ Υἱῷ, ἐκ τοῦ Θεοῦ δέ καί Πατρός ἐκπορεύεται». Πνεῦμα μέν οὖν Υἱοῦ καί ὡς ὁμοφυές λέγοιτ᾿ ἄν˙ οὐ λέγεται δέ καί ὁ Υἱός τοῦ Πνεύματος, ὡς ἄν μή Πατήρ τό Πνεῦμα δόξῃ.

Ἔπεισί μοι τοιγαροῦν θαυμάζειν τό τῆς λατινικῆς παρουσίας ὑπερβάλλον, ἀναλογιζομένῳ ὅτι τοῦ Πνεύματος κατά τούς εἰρημένους πάντας τρόπους λεγομένου τοῦ Υἱοῦ, καθ᾿ ἕνα δέ μόνον οὐδαμῶς, αὐτοί πάντας μέν ἐκείνους δυσσεβῶς ἠγνόησάν τε καί ἠθέτησαν, τῷ δέ μηδαμῶς εἰρημένῳ προσχόντες καί τοῦτο δυσσεβῶς, ἐκ τοῦ Υἱοῦ τήν ὕπαρξιν ἔχειν τό Πνεῦμα ἐδογμάτησάν τε καί ἠθέτησαν, τῷ δέ μηδαμῶς εἰρημένῳ προσχόντες καί τοῦτο δυσσεβῶς, ἐκ τοῦ Υἱοῦ ἐστί τε καί λέγεται. Ἀλλ᾿ ἵν᾿ ἐπί βεβαίαν ἕδραν στηρίξωμεν τούς περί τούτου λογισμούς, σαφεστάτῳ τε καί θεοπνεύστῳ λόγῳ τούτους ἐπισημηνάμενοι, Ἰωάννην οἶσθα τόν ἐκ Δαμασκοῦ πυρσεύσαντα καί τήν οἰκουμένην ὅλην φωτί περιαυγάσαντα θεογνωσίας. Οὐχ οὗτος ἀριδηλότατά φησιν, «ὡς Πνεῦμα μέν Υἱοῦ λέγομεν, ἐκ δέ τοῦ Υἱοῦ οὐ λέγομεν»; "Ναί", φησί, "καί οὐκ ἔχω λέγειν ὡς οὐχ οὗτος οὕτως εἴρηκεν, ἀλλ᾿ ἔχω λέγειν ὡς πρός τό πρῶτον αἴτιον ἐκ τοῦ Υἱοῦ οὐ λέγεται".

Βαβαί˙ ἔστι δέ σοι καί ἄλλο αἴτιον ἐπί τῆς θεότητος, εἰ μή τό πρῶτον; Τοῦτο γάρ ἐφ᾿ ἡμῶν τῶν δεδημιουργημένων τοῖς πατράσιν εἴρηται καί οὕτως ἔχει λόγον τό πρῶτον ἐπί τοῦ αἰτίου, ὡς καί τοῦ Υἱοῦ τοῦ Πνεύματος ὄντων συναιτίων. Διό καί προκαταρκτικόν τόν Πατέρα αἴτιον ὁ μέγας εἴρηκε Βασίλειος. Ὥσπερ δέ Πατήρ μέν ἔστι κυρίως τοῦ μονογενοῦς, λέγεται δέ καί ἡμῶν τῶν μή γεγεννημένων ἀλλά δεδημιουργημένων ὑπ᾿ αὐτοῦ, οὕτω πάλιν πρῶτον αἴτιον δι᾿ ἡμᾶς κυρίως˙ λέγεται δέ κἀκεῖ παρά τῶν θεολόγων, ὡς δεικτικόν τῆς τοῦ Πατρός ὑποστάσεως, ἀλλ᾿ οὐχ ὡς καί τοῦ Υἱοῦ συναιτίου ὄντος ἐπί τῆς θεότητος.

Οὐκ ἐπί τοῦ ἀνάρχου τοίνυν Πνεύματος τό προκαταρκτικόν καί πρῶτον αἴτιον, ἄπαγε τῆς βλασφημίας, ἀλλ᾿ ἐπί τῶν ἐσχηκότων τήν χρονικήν ἀρχήν, ἐφ᾿ ὧν καί ὁ Υἱός τῷ Πατρί συναίτιός ἐστιν. Ἀλλά μήν ἐφ᾿ ὧν πρῶτον κυρίως αἴτιόν ἐστιν ὁ Πατήρ, τῶν κτισμάτων δηλαδή, οὐκ εὐσεβές εἰπεῖν, ὡς τοῦ Υἱοῦ μέν τήν κτίσιν λέγομεν, ἐκ δέ τοῦ Υἱοῦ οὐ λέγομεν. Εἰ τοίνυν καί ἐπί τοῦ ἀκτίστου Πνεύματος πρῶτον αἴτιον ὑπῆρχεν ὁ Πατήρ, ὡς καί τοῦ Υἱοῦ ὄντος συναιτίου, δυσσεβοῦς ἄν ἦν λέγειν, ὡς ἐκ τοῦ Υἱοῦ οὐ λέγομεν. Ἐπεί δέ ὁ τοῦτο λέγων οὐκ εὐσεβής  μόνον, ἀλλά καί τοῖς ἁγίοις ἐναρίθμιος, δυσσεβής ἄρ᾿ ὁ λέγων συναίτιον τῷ Πατρί τόν Υἱόν ἐπί τοῦ Πνεύματος καί διά τοῦτο πρῶτον αἴτιον ἐπί τῆς ἀνωτάτω Τριάδος τόν Πατέρα. Τοῦτο γάρ δι᾿ ἡμᾶς τούς διά τοῦ Υἱοῦ γεγονότας ἀκούει ὁ Πατήρ, διό καί ποιητής ἡμῶν ἑκάτερος, μενοῦνγε καί Πατήρ˙ κἄν εἷς καί ἐφ᾿ ἡμῶν λέγηται ποιητής τε καί Πατήρ ὁ Πατήρ σύν τῷ Υἱῷ, ἀλλ᾿ ὡς μίαν καί τήν αὐτήν δημιουργικήν δύναμιν πλουτοῦντες. Ἐκεῖ δέ πάντῃ τε καί πάντως εἷς Πατήρ, εἷς αἴτιος˙ οὐ γάρ ἐστι τό γόνιμον ἀμφοῖν, ἀλλά μία πηγαία θεότης, ὁ Πατήρ. Ποῦ γοῦν ὅλως χώραν ἔχει τό πρῶτον αἴτιον; ὡς καί τοῦ αἰτιατοῦ ὄντος συναιτίου; Ἀσεβής ὁ λόγος˙ ἐς κάρακας ριπτέσθω, μή τοῖς νοητοῖς σε κόραξι σύννομον καταστήσῃ.

Πῶς δέ ἄρα ὁ σοφός οὗτος εἴπερ τις τά θεῖα Ἰωάννης, καί ταῦτα τήν ἀσφαλῆ δόξαν περί Θεοῦ ἠκριβωμένως ἐκτιθείς, ἀπροσδιορίστως ἄν προέθετο τό προσδιορισμοῦ δεόμενον; Ποῖον δέ οὐχ ἕξει χώραν τῶν ἀφρόνως παρά τῶν κακοδόξων εἰρημένων, εἰ προσδιορίζειν δοίημεν τά ἀπροσδιορίστως περί τῆς τρισυποστάτου θεότητος ἐκπεφασμένα; Ἐπεί γάρ Πνεῦμα ὁ Θεός, καί τῶν τριῶν ἕκαστον ἐν μέρει Πνεῦμα λέγεται. Εἴ τις οὖν καινοτομῶν ἔλεγεν ὅτι ἐκ τοῦ Πνεύματός ἐστιν ὁ Υἱός, ἐπεί Θεός ὁ Υἱός καί ἐκ Θεοῦ, Πνεῦμα δέ ὑπάρχει ὁ Θεός, εἶθ᾿ ἡμεῖς ἀντεπεφέρωμεν ὅτι Θεός μέν Πνεῦμα καί Θεοῦ Πνεῦμα λέγεται, Θεός δέ ἐκ Πνεύματος οὐ λέγεται, ἆρα ἄν εἶχε λέγειν, ὡς πρός τό  πρῶτον αἴτιον οὐ λέγεται; Οὔμενοῦν.

Τολμήσαντος δέ τινος μή δημιουργόν εἶναι φάναι τόν Υἱόν, ἆρ᾿ ἄν ἡμεῖς ἐδικαιώσαμεν αὐτόν εἰπόντες, ὡς πρός τόν πρῶτον αἴτιον οὐκ εἶναι φάσκει τόν Υἱόν δημιουργόν; Ἄπαγε. Ἡμῶν δ᾿ αὖ λεγόντων εὐσεβῶς, ‘ὡς οὐκ ἦν ὅτε οὐκ ἦν ὁ Υἱός’, εἴ τις προσδιορίζων ἔλεγε μή αἰωνίως ἀλλά χρονικῶς, ὡς τόν χρόνον μόνον, ἀλλ᾿ οὐχί καί τόν αἰῶνα συμπεριβαλλούσης τῆς φωνῆς, οὐκ εὐθύς ἄν παρ᾿ ἡμῶν ἀκούσειεν ὡς τοῦθ᾿ ὅ λέγεις, ἄνθρωπε, σαφής ἀθέτησίς ἐστι τῶν ὁμολογουμένων καί διαστροφή τῶν εὐσεβῶς κειμένων; Οὕτω πάσης δυσσεβείας ἐστίν ἀφορμή καί ἀρχή καί ρίζα καί πηγή τό προσδιορίζειν τά τεθεολογημένα τοῖς θεοφόροις ἡμῶν πατράσιν ἀπροσδιορίστως˙ καί σχεδόν τοῦτο μόνον τῶν ἁπάντων μιγνύει τά ἄμικτα καί συγκλώθει, τό τοῦ λόγου, τά ἀσύγκλωστα καί τά πολεμιώτατα πρός ἄλληλα, εὐσέβειάν τε καί ἀσέβειαν, καί τούς ἀντεχομένους ἑκατέρας ὠς μηδέν ἀντικειμένους πρός ἀπάτην δείκνυσι. Τοσούτῳ δέ οἱ Λατῖνοι τούτῳ καταχρῶνται, ὡς καί τῶν ἁγίων ἀκούοντες θεολογούντων ἀπροσδιορίστως ὅτι μόνος ὁ Πατήρ ἀρχή καί ρίζα καί πηγή θεότητος, αὐτοί πάντα ταῦτα προσδιορίζουσι (μᾶλλον δέ διά τοῦ προσδιορισμοῦ δολίως τούτοις ἀντιδογματίζουσι) καίτοι πάσαις ἐχρῆν αὐτούς ὁμοῦ στοιχεῖν ταῖς τῶν θεοσόφων θεολόγων φωναῖς, καί ποῦ  μέν λεγούσαις ἐκ μόνου τοῦ Πατρός τό Πνεῦμα, διό καί μόνον αἴτιον τόν Πατέρα καί πηγήν θεότητος, ποῦ δ᾿ αὖ, ὡς ἐκ τοῦ Υἱοῦ τό Πνεῦμα συνάγειν εἰς ἕν καί φρονεῖν εὖ ἐκ μόνου τοῦ Πατρός, ἀλλ᾿ οὐχί καί ἐκ τοῦ Υἱοῦ τό Πνεῦμα τό ἅγιον.

Οἱ δέ συνείροντες ἤ προφασιζόμενοι τό πρῶτον ἀνασκευάζουσιν ἑκάτερον, φάσκοντες, ὅτι καθάπερ μόνος Θεός ἀληθινός ὁ Πατήρ ἔστιν ὅτε λέγεται, καί τοῦ Υἱοῦ ὄντος ἀληθινοῦ Θεοῦ καί ἀγαθοῦ, οὕτω καί μόνος ὁ Πατήρ πηγή καί αἴτιος θεότητος ὡς  πρῶτος˙ καί οὐδέν ἐμπόδιον εἶναι καί τόν Υἱόν αἴτιον θεότητος. Οὐ συνορῶσι γάρ, ὡς ἐντεῦθεν καί τόν Υἱόν, μάλιστα δέ τό Πνεῦμα τό ἅγιον εἰς κτίσμα κατασπῶσιν. Ὅταν γάρ λέγωμεν ὅτι μόνος ὁ Πατήρ Θεός ἐστιν ἀληθινός, οὐ τῶν ἀκτίστων πρός ἄλληλα τήν ἀντιδιαστολήν  ποιοῦμεν, οὐδ᾿ ἁπλῶς τότε τόν Πατέρα, ἀλλά τήν μόνην ἐν τρισίν ὑποστάσεσι θεωρουμένην φύσιν τῶν κτισμάτων ἀποδιαστέλλομεν. Εἰ τοίνυν οὕτω λέγομεν καί μόνος αἴτιος θεότητος ὁ Πατήρ, ὡς ἐπ᾿ αὐτοῦ λέγομεν ὅτι μόνος ἀγαθός, τό Πνεῦμα τό ἅγιον καί κατ᾿ αὐτούς οὐκ ὄν αἴτιον θεότητος ἐναρίθμιον ἔσται τοῖς κτιστοῖς.

Καί μήν ἐφ᾿ ὧν ὡς πρῶτος καί ὡς προκαταρκτικόν αἴτιον ἔσθ᾿ ὅτε λέγεται μόνος ὁ Πατήρ, ὡς καί τοῦ Υἱοῦ ὄντος συναιτίου καί κοινωνοῦντος κατ᾿ ἐκεῖνα τῷ Πατρί οὐ μόνον ὁ Πατήρ ἔσθ᾿ ὅτε μόνος λέγεται Θεός ἀληθινός καί μόνος δημιουργός καί μόνος ἀγαθός καί τά τοιαῦτα, ἀλλ᾿ ἔσθ᾿ ὅτε καί ὁ Υἱός μόνος ἄν ρηθείη˙ καί οὐχ ὁ Υἱός μόνος, ἀλλά καί τό Πνεῦμα. Ἐπεί γάρ τό "μόνος" τοῦτο τήν ἄκτιστον φύσιν ἀντιδιαστέλλει τῶν κτιστῶν, ἡ δ᾿ ἄκτιστος φύσις τρισυπόστατός ἐστι καί ἀμερῶς ἐφ᾿ ἑκάστης τῶν ὑποστάσεων ὅλη θεωρεῖται, ἀφ᾿ ἧς ἄν αὐτήν τῶν τριῶν ἐμφύτων ὑποστάσεων καλέσῃς, ὅλην λέγεις τήν τρισυπόστατον φύσιν.

Ἆρ᾿ οὖν, ὥσπερ λέγομεν εὐσεβῶς ὅτι μόνος ἐστί Χριστός ὁ ἐπί πάντων Θεός, ἔχοι τις ἄν εἰπεῖν, μᾶλλον δέ ἤκουσταί ποτέ τις καί τοῦτο εἰρηκώς, ὡς μόνος ὁ Υἱός αἴτιός τε καί πηγή τῆς θεότητος τοῦ Πνεύματος; Ἤ καί αὐτό τό Πνεῦμα μόνον αἴτιόν τε καί πηγή θεότητος, ὅ καί κατά Λατίνους οὐδαμῶς αἴτιόν ἐστι θεότητος; Καίτοι καί τοῦτο τῶν εἰκότων ἦν, εἶπερ οὕτως ὁ Πατήρ αἴτιος μόνος  θεότητος ἐλέγετο, ὡς καί τοῦ Υἱοῦ ὄντος συναιτίου.

Δῆλον τοίνυν, μᾶλλον δέ κατάδηλον, ὅτι τό «μόνος» ἐπί τῶν ὑποστατικῶν λεγόμενον οὐ τά κτιστά τῶν ἀκτίστων, ἀλλά μίαν τινά τῶν ἀκτίστων ὑποστάσεων πρός τάς ἄλλας διαστέλλει. Τίς δ᾿ οὐκ οἶδεν, ὡς ὑποστατικόν ἐπί τῆς θεότητος τό αἴτιόν ἐστιν; Οὐκοῦν, εἰ μόνος ὁ Πατήρ αἴτιος καί μόνος ἀρχή καί πηγή θεότητος, οὐδεμία ἄρα τῶν θείων ὑποστάσεων ἑτέρα αἰτία κάι ἀρχή καί πηγή θεότητός ἐστιν. Οὐ μήν ἀλλ᾿ εἰ τοῦ αἰτίου ἐν δυσί προσώποις ἐπί τῆς θεότητος θεωρουμένου κατά τούς Λατίνους, οὐδέν κωλύει λέγειν μόνον τόν Πατέρα αἴτιον θεότητος˙ καί τοῦ αἰτιατοῦ θεωρουμένου ἐν δυσί προσώποις, οὐδέν κωλύσει λέγειν μόνον τό Πνεῦμα τό ἅγιον αἰτιατόν ὑπάρχειν ἤ μόνον τόν Υἱόν, ὅ μηδείς ποτε οὐδέν τῶν αἱρετικῶν ἐτόλμησεν εἰπεῖν.

Καίτοι, εἰ προσδιορίζειν δοίημεν τά τεθεολογημένα τοῖς ἁγίοις ἀπροσδιορίστως, καί τοῦτ᾿ ἄν εὐχερῶς κατασκευασθείη παντί τῷ βουλομένῳ˙ ἀλλ᾿ εὐθύς οὗτος, εἰ μή μεταμεληθείη, καθυποβληθήσεται τῷ άναθέματι˙ «εἰ γάρ τις», φησίν, «εὐαγγελίζεται παρ᾿ ὅ εὐηγγελισάμεθα, ἀνάθεμα ἔστω». Τί δέ οὐ φῄς ὁ καί ἐκ τοῦ Υἱοῦ τό Πνεῦμα λέγων καί διά τοῦτο προσδιορίζων τά ἀπροσδιορίστως τεθεολογημένα τοῖς ἁγίοις καί τῷ θεολογοῦντι μή καί ἐκ τοῦ Υἱοῦ τό Πνεῦμα λέγεσθαι τῷ προσδιορισμῷ δολίως ἀντιλέγων; Ἆρ᾿ ἔχεις δεῖξαι, ὡς οὐ σχεδόν πάνθ᾿ ὅμοιος τυγχάνεις ὤν τῷ ὑπευθύνῳ τούτῳ; «Ἔχω σοι», φησί, «δεῖξαι πολλούς τῶν θεολόγων ἐναντιουμένους τῇ τοῦ Δαμασκηνοῦ θεολογίᾳ ταύτῃ καί τό ἐκπορεύειν νοεῖν διδόντας εἶναι τοῦ Υἱοῦ».

Βαβαί˙ καί ὅλως, ἔστιν ἐν τοῖς θεολόγοις, καί ταῦτ᾿ ἐπί τῶν ἀναγκαιοτάτων καί ὧν ἡ πίστις ἡμῶν ἅπασα ἐξήρτηται, ἐναντιότης; Ἔστι δ᾿ ὅλως καί θεολογίας εἶναι τάς ἐναντιουμένας ἤ τούς κατ᾿ αὐτάς θεολόγους ἀμφοτέρους; Ἥκιστα. Οὐκοῦν τοῦτον ἤ ἐκείνους διαγράψομεν τοῦ χοροῦ τῶν ὀρθοδόξων κατά σέ. Τί δέ, τῶν εὐαγγελικῶν καί ἀποστολικῶν ρημάτων οὕτως ἐχόντων καί οὕτω διευκρινούντων τά τοῦ Πνεύματος, καθά προαπεδείξαμεν, οὐ τῇ δι᾿ αὐτῶν πεφανερωμένῃ τῆς εὐσεβείας ἐννοίᾳ παντί τρόπῳ συμβιβάσομεν τό δοκοῦν διαφωνεῖν;  Ἄν δέ τι καί μή δυνηθῶμεν τῶν πατερικῶν ρημάτων πρός ἐκείνην ἀποκαταστῆσαι τήν διάνοιαν, οὐκ αὐτό μέν ἀφῶμεν, ὡς μή συνεῖναι δυνηθέντες, τῆς δέ ἀνωμολογημένης εὐσεβείας οὐδέν ἧττον ἀντεχόμενοι διατελέσωμεν; Παντί που δῆλον, ὡς πᾶσι τρόποις ταῖς ἀνακεκηρυγμέναις ὑπό τῶν εὐαγγελικῶν καί ἀποστολικῶν ρημάτων τῆς εὐσεβείας προσέξομεν ἐννοίαις.

Φέρε δ᾿ ὅμως ὀρθοδόξους ἀναδεῖξαι πρός αὐτάς ἐπιχειρήσωμεν τάς ὑπό Λατίνων ὑπέρ τῶν δοκούντων σφίσι προτεινομένας πατερικάς φωνάς. Κἄν μέν διαρκῶς διαλῦσαι σχῶμεν τήν πρός τό φαινόμενον ἀντίθεσιν, τῷ Θεῷ χάρις τῷ καί τοῖς ἐν ἐσχατιαῖς ἡμῖν κειμένοις τῆς ἀγνοίας καί τῆς ἀπαθοῦς ζωῆς ἀπῳκισμένοις γνῶσιν συνήγορον τῆς ἐν τῷ ἀληθείας παρασχόντι. Εἰ δ᾿ ἄρα μή τοιοῦτον ἀποδοῦναι κατά πάντα σχοίημεν τόν λόγον, εἴ τις ἐν Χριστῷ τέλειος καί σοφός τά  θεῖα καί πνευματικά, τῆς προαιρέσεως ἡμᾶς ἀποδεξάμενος, αὐτός παρ᾿ ἑαυτοῦ τόν κρείττω λόγον διδασκέτω, ποθοῦντας καί μαθητιῶντας ὅτι μάλιστα καί τό  ἐνδέον ἡμῶν ἀναπληρῶν ἐντρεπέτω λεγεώτερον τούς τἀναντία τῇ εὐσεβείᾳ συνάγειν ἐκ τούτων πειρωμένους.

Εἰπέ δη, τίνες καί τί τά παρ᾿ ἐκείνων εἰρημένα˙ τῶν γάρ ἀδυνάτων ἐστί μή ὁμολογεῖν ἀλλήλοις ἅπαντας τούς θεοφόρους καί Χριστῷ τῷ Θεῷ τῶν θεοφόρων, μιᾶς αὐτοῖς ἐκ τοῦ ἑνός Πνεύματος τοῦ Χριστοῦ τῆς ἐπιπνοίας οὔσης˙ πρός δέ τούτῳ καί  μετ᾿ ἐκείνους σχεδόν ἅπαντας οὗτος ὁ Δαμασκηνός ἐστι καί ὑπ᾿ ἐκείνων ἁπάντων ἐδιδάχθη καί αὐτός ἑαυτῷ μαρτυρεῖ τήν πρός ἐκείνους συμφωνίαν, οὐ "λέγω" λέγων, ἀλλά "λέγομεν", καί δι᾿ ἑαυτοῦ κἀκείνους παρίστησιν ἡμῖν οὐδαμοῦ ἐκ τοῦ Υἱοῦ τό Πνεῦμα λέγοντας καθ᾿ ὕπαρξιν. Ὑμεῖς δ᾿ ἐοίκατέ μοι τοῦ τῆς αὐτῶν μεγαλονοίας ὕφους μή ἐφικνούμενοι τοιαῦτ᾿ εἴεσθαι περί αὐτῶν. Καί γάρ καί  πρῶτον αἴτιον λέγεται παρά πάντων ὁ Πατήρ, ἀλλ᾿ ἤκουσας ὡς λέγεται˙ καί ὁ μέγας Ἀθανάσιος παρά τοῦ Λόγου τό Πνεῦμα τό ἅγιον ἐκλάμπειν εἶπεν, ἀλλ᾿ ἤκουσας ὡς εἶπε˙ καί εἰκόνα Πατρός μέν Υἱόν, Υἱοῦ δέ τό Πνεῦμα λέγομεν, ἀλλ᾿ ἤκουσας ὡς λέγομεν˙ καί πλεῖσθ᾿ ἕτερα, δοκοῦντα πρός ὑμῶν, ἡμῖν ἀλλ᾿ οὐχ ὑμῖν συμβαίνοντα καθαρῶς ἀναπεφήνασι. Δώσει δέ τό Πνεῦμα κἀν τοῖς ἑξῆς λόγον ἐν ἀνοίξει τοῦ στόματος ἡμῶν.

Ἀλλά τίς ὁ λέγων ὡς καί τοῦ Υἱοῦ τό ἐκπορεύειν ἔνι; Αὐτός, φασί, Γρηγόριος ὁ τό θεολογεῖν ἐπωνυμίαν ἔχων˙ «πάντα γάρ», φησίν, «ἔχει ὁ Υἱός τά τοῦ Πατρός, πλήν τῆς ἀγεννησίας». Ἐπεί τοίνυν χωρίς μόνης τῆς ἀγεννησίας ἔχει ἅπαντα τά τοῦ Πατρός, πῶς οὐκ ἄν ἔχοι καί τό ἐκπορεύειν; Ὄντως οὐκ εἰσι τοῦ Πνεύματος τοῦ ἐν αὐτῷ λαλοῦντος˙ εἰ γάρ ἦσαν, οὐκ ἄν τοῦ ἁγίου τοιαῦτα κατεψεύδοντο, ὅς «καί ὅσα περί τοῦ ἁγίου Πνεύματος», φησί, «ταπεινότερα παρά τοῦ Υἱοῦ λέγεται ἐπί τήν πρώτην αἰτίαν ἀνακτέον, ἵνα τό ἐξ οὗ δειχθῇ». Τίς οὖν ἡ πρώτη αἰτία; Οὐχί μόνος ὁ Πατήρ; «Ἀλλά καί πάντα ἔχειν τόν Υἱόν τά τοῦ Πατρός φησίν ἄνευ τῆς αἰτίας, τοῦ αἴτιον εἶναι δηλονότι καί αὐτόν θεότητος». Ἕν γάρ οὗτος αἴτιον ἐπί Θεοῦ καί μίαν ἀρχήν ἀεί κηρύττει, τόν ἀγέννητον Πατέρα, καί θεϊκόν οἶδε τόν μοναδικόν. Καί διά τοῦτό φησιν, «ἡμῖν εἷς Θεός, ὅτι πρός ἕν αἴτιον τά ἐξ αὐτοῦ τήν ἀναφοράν ἔχει», οὐ τό ἐξ αὐτῶν λέγων ἐκ Θεοῦ τόν Υἱόν, καί Θεόν ἐκ Θεοῦ τό Πνεῦμα τό ἅγιον. Διά μέσου δέ Θεοῦ ἐκ τοῦ Θεοῦ, οὐ Θεόν ὑφιστάμενον δοξάζει, ἄπαγε τῆς βλασφημίας, ἀλλά τά κτιστά˙ καθ᾿ ὅ καί πρῶτον αἴτιον τίθεται τόν Πατέρα λέγων ἐν τῷ δευτέρῳ τῶν Εἰρηνικῶν ὡς, «ὅσῳ τιμιώτερον Θεός κτισμάτων, τοσούτῳ μεγαλοπρεπέστερον τῇ πρώτῃ αἰτίᾳ θεότητος εἶναι ἀρχήν ἤ κτισμάτων καί διά θεότητος μέσης ἐλθεῖν ἐπί τά κτίσματα».

Σύ δέ, ὤ τῆς βλασφημίας, ὁ λατινικῶς φρονῶν διά μέσου τοῦ Υἱοῦ, ταὐτό δ᾿ εἰπεῖν διά μέσης τῆς τοῦ Υἱοῦ θεότητος, ἐλθεῖν φῄς τόν Πατέρα ἐπί τό προενεγκεῖν τό Πνεῦμα τό ἅγιον, καί οὐδέ μέχρι τούτου σοι τά τῆς καινοφωνίας ἵσταται, ἀλλά καί ἐκ τοῦ Υἱοῦ τό Πνεῦμα λέγεις κοινόν εἶναι Πατρός καί Υἱοῦ τό ἐκπορεύειν, διά τό τοῦ τουτονί τόν θεολόγον λέγειν πρός τούς ἀπ᾿ Αἰγύπτου καταπλεύσαντας ἔχειν τόν Υἱόν ἅπαντα τά τοῦ Πατρός ἄνευ τῆς ἀγεννησίας μόνης. Ἐνταῦτα γάρ δεκτέον σοι τό «μόνης», κἄν μή συνεκφωνῆται˙ καί διά τοῦτό σοι κἀγώ τοῦτο προγράφω φανερῶς.

Ἀλλ᾿ εἰπέ μοι, οὐκ αὐτός οὗτος ὁ θεολόγος προσεπάγει γράφων, «πάντα δέ ὅσα τοῦ Υἱοῦ, καί τοῦ Πνεύματος, πλήν τῆς υἱότητος»; Εἴπερ οὖν καί τοῦ Υἱοῦ τό ἐκπορεύειν, ἔσται τοῦτο καί τοῦ Πνεύματος˙ οὐ γάρ υἱότητος τό ἐκπορεύειν˙ ἦν γάρ ἄν Υἱός καί Πατήρ, ἐπεί καί τό ἐκπορεύειν ἔχει. Ὁ αὐτός δέ κἄν τῷ Περί τοῦ ἁγίου Πνεύματος οἰκείῳ λόγῳ καί περί τοῦ ἁγίου Πνεύματος αὐτοῦ φησι˙ «τί οὐ δύναται τῶν μεγάλων καί ὧν Θεός; Τί δέ οὐ προσηγόρευται ὧν Θεός, πλήν ἀγεννησίας καί γεννήσεως»; Οὐκοῦν καί προβολέα ὀνομάσομεν τό Πνεῦμα. Καί τό ἐκπορεύειν δέ κατά σέ ὁμοίως ἔχει τῷ Υἱῷ κἀντεῦθεν καί διπλασίως ἤ ἐκεῖνος˙ ἕξει γάρ οὐ τό τοῦ Πατρός μόνον, ἀλλά καί τό τοῦ Υἱοῦ κατά τήν περί τοῦ Υἱοῦ δόξαν. Ὁρᾷς ὅσοις ἀτόποις περιπίπτει ὁ πάντα ἔχειν τόν Υἱόν τά τοῦ Πατρός ἀκούων καί μή μόνα τά τῆς φύσεως νοῶν, ἀλλ᾿ ἔστιν ἅ καί τῶν ὑποστατικῶν τοῖς φυσικοῖς συνείρων;

Προάγειν μέν οὖν τόν περί τούτου λόγον περαιτέρω οὐκ ἐπάναγκες, σοῦ γε ἐξεληλεγμένου, ἀλλά τοῦ καλοῦ γε ἕνεκα καί ἵνα μή προστρίψαιτό τις μέμψιν τῷ ἀμωμήτῳ, δείξομεν ἑξῆς ὡς ἔχειν μέν καλῶς ἡ τοῦ ἁγίου ρῆσις, ἀγνοίᾳ δέ τῶν λατινικῶς φρονούντων ἐκλαμβάνεται κακῶς. Συντελέσει δ᾿ οἶμαι καί πρός αὐτό τό προκείμενον ὁ λόγος οὐκ ἐλάχιστα. Προσεκτέον δ᾿ ὅτι μάλιστα τόν νοῦν.

Ταὐτόν εἰπεῖν ἐπί Θεοῦ ἀγέννητον καί ἀναίτιον˙ διό κἄν πάσας ἐναλίξῃς τάς θεολογούσας βίβλους, οὐδαμοῦ τό Πνεῦμα τό ἅγιον ἀγέννητον εὑρήσεις εἰρημένον καί ταῦτ᾿ ὄν τοῦ γεννητόν. Δαμασκηνός δέ ὁ θεοφόρος εἰπών ἐν ὀγδόῳ τῶν Δογματικῶν ὅτι, «πάντα ὅσα ἔχει ὁ Πατήρ καί αὐτοῦ τοῦ Πνεύματος εἰσι, πλήν τῆς ἀγεννησίας», ἔδειξεν ὡς οὐ μόνον τό ἀγέννητον τῷ ἀναιτίῳ ταὐτόν, ἀλλά καί τό ἀναίτιον τῷ αἰτίῳ ταὐτόν ἐστιν ἐπί Θεοῦ˙ συντρέχει γάρ τῷ ἀναιτίῳ τό αἴτιον ἐπί Θεοῦ, αἴτιον δέ φημι θεότητος Υἱοῦ καί Πνεύματος. Θέλων οὖν εἰπεῖν ὅτι τό Πνεῦμα πάντα τά τοῦ Πατρός ἔχει πλήν τοῦ ἀναιτίου εἶναι καί τοῦ αἴτιον εἶναι, κατά τό γεννᾶν δηλαδή καί ἐκπορεύειν, χωρίς μόνης τῆς ἀγεννησίας εἶπεν, ὡς αὐτῆς πάντα συμπεριβαλλούσης, ὅσα τοῦ Πατρός ἐστιν ἴδια.

Θεός οὖν ἀγέννητος καί ἀναίτιος˙ Θεός δέ ἀναίτιος θεότητος αἴτιος. Οὕτω δέ ὤν αἴτιος ἐμφύτου πλούτου, ἑαυτοῦ κατά μηδέν ἀποδέοντος, αὐτεπίβουλος ἄν ἦν, ἑνός καί μόνου ὑπάρχων αἴτιος καί οὕτω πενίαν ἑαυτῷ τόν πλοῦτον ποιούμενος. Πρό δέ τούτῳ καί ἀτελές τό πάντῃ καί πάντως ἕν˙ διό καί χωρητόν τοῖς  πρός θεογνωσίαν ἀτελέσιν Ἰουδαίοις ἐγένετο. Ἀλλ᾿ οὐδέ ὁμοουσίου δυάδος ὑπάρχων αἴτιος καί τό μέν γεννῶν, τό δέ ἐκπορευτῶς προβαλλόμενος, ἀπειροκάλως, ἵν᾿ οὕτως εἴπω, ἐπί πλεῖον ἐξενεχθείη, καί ταῦτ᾿ ἐν ἑαυτῷ τε καί τοῖς ἐξ αὐτοῦ πᾶσαν ἀπειρίαν περιορίζων. Πρός δέ τούτοις οὐδέ τρόπος ἕτερος ἐμφύτου ὑπάρξεως˙ διό καί τό ὑπέρ ταῦτα οὐ θεότης, ἀλλά θεότητος ἔκπτωσις˙ ταῦτ᾿ ἄρα καί τῶν ἀθέων Ἑλλήνων ἡ πολυθεΐα ἐστίν.

Ἀλλά μήν μονάδος πρός δυάδα κεκινημένης καί περαιτέρω μή προηγμένης, δηλαδή παντουργοῦ Θεοῦ Πατρός πρός γέννησίν τε καί πρόοδον Υἱοῦ δημιουργοῦ τῶν πάντων καί τά πάντα τελεσιουργοῦντος, οὔθ᾿ ὁ Υἱός διά τοῦ Πνεύματος (ἀτελής γάρ ἦν ἐκ τοῦ Πατρός, εἰ διά τοῦ τελεσιουργοῦντος ἐγεννᾶτο Πνεύματος) οὔτε τό Πνεῦμα δι᾿ Υἱοῦ˙ πρός γάρ τῷ ἀτελές εἶναι ἐκ Πατρός, καί ταῦτα τό πάντα τελειοῦν, καί τῶν δεδημιουργημένων ἦν ἄν ἕν˙ τά γάρ δι᾿ ἐκείνου γέγονε, δι᾿ Υἱοῦ δέ τό Πνεῦμα ἔγνωσται. Καί ἐν φωτί τῷ Πνεύματι φῶς ὁρῶμεν τόν Υἱόν προφητικῶς ὁμοῦ καί πατρικῶς εἰπεῖν˙ ὡς ἄν εἰδῶμεν μή μόνον ἐκ μιᾶς ὑπάρχοντα ἀρχῆς, ἀλλά καί ἀδιαστάτως ἔχοντα πρός ἄλληλα καί ἐνυπάρχοντα ἀλλήλοις καί ἄλληλα δεικνύντα καί δι᾿ ἀλλήλων προφαινόμενα, ἀλλ᾿ οὐ δι᾿ ἀλλήλων ἤ καί ἐξ ἀλλήλων ἤ ἀλλήλων ὄντα˙ ἕν γτάρ τό ἐξ οὗ.

Καί τοίνυν ὁ θεολογῶν πάντα ἔχειν πλήν τόν Υἱόν τά τοῦ Πατρός πλήν ἀγεννησίας πάντα ἔχειν αἰτίας εἴρηκεν, ὡς καί ἀλλαχοῦ τῶν συγγραμμάτων σαφῶς οὕτω προσδιώρισεν. Εἰ δέ πάντα ἔχει ὁ Υἱός τά τοῦ Πατρός πλήν τοῦ εἶναι αἴτιος, δηλαδή θεότητος, αἴτιος δέ ὁ Πατήρ οὐ γεννῶν μόνον τόν Υἱόν, ἀλλά καί τό Πνεῦμα ἐκπορεύων, πάντα ἔχει ὁ Υἱός τά τοῦ Πατρός, πλήν τοῦ τόν Υἱόν γεννᾶν τε καί τό Πνεῦμα ἐκπορεύειν˙ ἅ μόνου τοῦ Πατρός ὄντα τό ἀγέννητον αὐτῷ προσμαρτυρεῖ. Διό καί ὁ Δαμασκηνός θεολόγος ἐν τῷ Περί τῆς ἁγίας Τριάδος, «διά τόν Πατέρα», φησί, «τουτέστι διά τό εἶναι τόν Πατέρα, ἔχει ὁ Υἱός καί τό Πνεῦμα πάντα ἅ ἔχει, τουτέστι διά τό τόν Πατέρα ἔχειν αὐτά, πλήν τῆς ἀγεννησίας καί τῆς γεννήσεως καί τῆς ἐκπρορεύσεως».

Εἰ δέ ἡ ἀγεννησία τό πάντῃ τε καί πάντως αἴτιον ἐπί Θεοῦ δηλοῖ, ἡ γέννησις τό μηδαμῇ μηδαμῶς αἴτιον θεότητος εἶναι τό γεννητόν ἀναγκαιότατα δηλώσει, καθάπερ καί ἡ ἐκπόρευσις τό ἐκπορευτῶς ἐκ τοῦ Πατρός ὑπάρχον. Εἰ δέ μή μηδαμῇ μηδαμῶς αἴτιος ὑπάρχει ὁ Υἱός θεότητος, πῶς ἄν εἴη ἐξ αὐτοῦ τό Πνεῦμα; Ἤ πῶς πρῶτον αἴτιον ὁ Πατήρ, εἶται ὁ Υἱός τούτῳ, ὡς καί ἐξ αὐτοῦ τοῦ ἁγίου ἐκπορευομένου Πνεύματος, καθώς φρονεῖν δεῖν οἴονται Λατῖνοι, παραφρονοῦντες, ὡς ἐγᾦμαι, καί τάς πατρικάς παρανοοῦντες ρήσεις; Οὐ γάρ ὁ φερωνύμως θεολόγος οὗτος οὕτως, «ἀλλά πάντα», φησίν, «ἔχει ὁ Υἱός τά τοῦ Πατρός πλήν ἀγεννησίας», ταὐτόν δ᾿ εἰπεῖν, ἄνευ τῆς αἰτίας, τούτῳ δέ ταὐτόν εἰπεῖν, ἄνευ τοῦ γεννᾶν καί ἐκπορεύειν; Κατά ταῦτα γάρ αἴτιον τό αἴτιον.

Καί πάντα, ὅσα ἔχει ὁ Υἱός, τοῦ Πνεύματος, πλήν τῆς υἱότητος, εἰ δέ βούλει τῆς γεννήσεως˙ οὐ γάρ φοβησόμεθα μή ἀναίτιον, εἰ καί αὐτό αἴτιον εἶναι φωραθείη, γέννησιν μή ἔχον˙ οὐδέ γάρ ἀναίτιον, εἰ καί μή γεννητόν˙ τό γάρ ὡς ἀναίτιον γέννησιν μή ἔχον, αὐτό τε καθ᾿  ἑαυτό παντάπασιν ἀναίτιον, καί  παντί τρόπῳ θεότητος αἴτιον. Οὕτως ἡμεῖς τοῖς ἐν Πνεύματι θεολογοῦσι, συνῳδά φθεγγόμεθα˙ καί οὕτω τούς ἀπᾴδοντα φθεγγομένους ἀπελέγχομεν, καθ᾿ ἑαυτῶν δεικνύντες τάς γραφικάς μαρτυρίας προτιθέντας.

Κἀκεῖνο γάρ, ὅπαρά τοῦ αὐτοῦ θεολόγου προάγειν ὑπέρ τῆς σφῶν αὐτῶν δόξης τῶν Λατίνων οἴονται φῦλον, ὅτι τό οἰκεῖον ἀξίωμα ὁ Κύριος ἔδειξε πρός τούς μύστας εἰπών, «αὐτός ὑμῖν ἐγώ πέμψω τό Πνεῦμα» τό ἅγιον, καθ᾿ ἑαυτῶν ὡς οὐκ ἴσασι προάγουσιν. Ἐπεί γάρ ὡς ἀληθῶς τό πέμπειν τό Πνεῦμα μέγα καί ὑπέρ τό μέγα καί Θεοῦ μόνου (ὁ Πατήρ γάρ εἰπών πρότερον πέμψειν τόν παράκλητον, εἴτ᾿ αὐτό "ἐγώ", φησί, "πέμψω", τό οἰκεῖον ἀξίωμα δεικνύς, ὡς ἀν αὐτό τε τό πρᾶγμα φωνήν ὥσπερ ἀφιέν κηρύττοι καί ὁ τῆς θεολογίας ἐπώνυμος ἐξηγήσαιτο). Εἰ μή παρά τοῦ Πατρός ὁ Κύριος μόνου, ἀλλά καί παρ᾿ ἑαυτοῦ ᾔδει ἐκπορευόμενον καί τήν ὕπαρξιν ἔχον, πῶς οὐ προσθείς εἶπεν, «ὅ παρά τοῦ Πατρός καί παρ᾿ ἐμοῦ ἐκπορεύεται»; Οὐ γάρ ἦν ταπεινότερον τηνικαῦτα περί ἑαυτοῦ φθεγγόμενος, δι᾿ ὅπερ ἄν τοῦτο μόνον καί παρῆκεν ἐπικρυψάμενος. Δῆλον οὖν καί τυφλῷ, φασίν, ὡς οὐχί καί ἐκ τοῦ Υἱοῦ ἐκπορεύεται τό Πνεῦμα τό ἅγιον.

Μέγα μέν οὖν ἀξίωμα τό πέμπειν ἔχειν τό θεῖον Πνεῦμα, καί τοσοῦτο μέγα, ὡς ὁμοφυᾶ καί ἴσον καί ὁμότιμον δεικνύναι τῷ Πατρί τόν Υἱόν, καθάπερ καί τό Πνεῦμα ὁμοούσιόν τε καί ὁμότιμον τῷ Πατρί συνίστησι τό μή παρά τοῦ Πατρός μόνου, ἀλλά καί παρ᾿ αὐτοῦ τοῦ Πνεύματος τόν Υἱόν ἀποστέλλεσθαι. Θεϊκόν γε μήν καί φυσικόν ἐστι τουτί τό ἀξίωμα, ἀλλ᾿ οὐχ ὑποστατικόν˙ εἰ γάρ ὑποστατικόν ἦν τό ἀποστέλλειν, οὐκ ἄν ἦν κοινόν Πατρός, Υἱοῦ καί Πνεύματος. Θεός οὖν ἀληθινός ὁ ἄλλος παράκλητος˙ ὁ δή τοῦτον ἀποστέλλων πῶς οὐχί Θεός ἀληθινός; Εἰ δέ καί παρ᾿ ἑαυτοῦ ἐρχόμενον ὡς αὐτοκέλευστον ἀποστέλλει τόν παράκλητον ὁ Υἱός, πῶς οὐ μιᾶς ἐστιν ἐξουσίας καί θελήσεως, πῶς οὐχί καί μιᾶς ἄν εἶεν φύσεως;

Ὁρᾷς ὡς ἡ ἀποστολή τοῦ θείου Πνεύματος τήν τοῦ ἀποστέλλοντος πρός τόν ἀποστελλόμενον ὁμοβουλίαν καί ὁμουσιότητα παρίστησιν, ὅ μέγιστόν ἐστιν ἀξίωμα, προσόν μέντοι τοῖς τρισί καλῶς τε καί θεοπρεπῶς, ὡς καί τήν αὐτεξουσιότητα δεικνῦον τῶν ἀποστελλομένων οὕτως; Ὁ δέ λέγων μή θεϊκόν εἶναι τό ἀξίωμα τοῦτο, ἀλλά προβλητικόν, πρῶτον μέν οὐ τόν Υἱόν μόνον αἴτιον δείκνυσι τοῦ θείου Πνεύματος, ἀλλά καί τοῦ Υἱοῦ τό Πνεῦμα. Πρός δέ τούτῳ καί τῆς πρός ἡμᾶς ἐλεύθερως τήν ἑκατέρου τούτων αὐτοβουλίαν ἄλλοτε ἄλλην ἀθετεῖ κακῶς, μή θελήσεως ἀλλά φύσεως δογματίζων εἶναι τήν πρός ἡμᾶς ἀποστολήν, τοιγαροῦν καί ἄναρχον. Ἅ γάρ μή τῷ θέλειν ἀλλά τῷ πεφυκέναι ἐκ Θεοῦ, προάναρχά ἐστιν, ἀλλ᾿ οὐκ ἀρκτά.

Καί μήν ὁ τῆς θεολογίας ἐπώνυμος πρός τούς ἐλάττω νομίσαντας τόν Υἱόν, ὅτι ἀπεστάλη παρά τοῦ Πατρός, τεκμήριον εἶναί φησι τήν ἀποστολήν τῆς  πατρικῆς εὐδοκίας, ἀλλ᾿ οὐχί τῆς αὐτοῦ προαιωνίου ὑπάρξεως. Φρενοβλαβῶς οὐκοῦν οἱ Λατῖνοι τεκμήριον ἡγοῦνται τήν ἐκ τοῦ Υἱοῦ τοῦ Πνεύματος ἀποστολήν τῆς παρ᾿ αὐτοῦ προαιωνίου ὑπάρξεως. Ἀλλά καί ἐγήγερθαι γέγραπται, φησί, καί ἀνειλῆφθαι παρά τοῦ Πατρός, ἀλλά καί ἑαυτόν ἀνεστακέναι καί ἀνεληλυθέναι πάλιν˙ ἐκεῖνα τῆς εὐδοκίας, ταῦτα τῆς ἐξουσίας. Ἐπεί γοῦν καί τό Πνεῦμα τό ἅγιον εἰ καί παρά τοῦ Υἱοῦ ἀπεστάλη, ἀλλά καί παρ᾿ ἑαυτοῦ πρός ἡμᾶς ἀφίκετο, ἐκεῖνο τῆς εὐδοκίας χρή λέγειν, τοῦτο τῆς ἐξουσίας˙ ἀλλά μή καινοτομεῖν ἐντεῦθεν ἀλόγως τόν τῆς ὑπάρξεως τρόπον τοῦ θείου Πνεύματος.

Πρός μέν δή τῷ τῆς θεολογίας ἐπωνύμῳ τούτῳ οὐδ᾿ ὁ μέγας Βασίλειος εὕρηταί που λέγων καί ἐκ τοῦ Υἱοῦ τό Πνεῦμα˙ εἰ δ᾿ ἐκ τοῦ Πατρός τοῦτο διά τοῦ Υἱοῦ ἐν τοῖς Πρός Εὐνομιανούς περί τοῦ θείου Πνεύματος εἰρήκει κεφαλαίοις, ἀλλ᾿ αὐτός ἑαυτοῦ ἐν τοῖς αὐτοῖς κεφαλαίοις ἑρμηνεύς γενόμενος, ἐπί τῆς μεταδόσεως τοῦτο φάναι διεσάφησε γράφων˙ «τό μέν ἐκ Θεοῦ τό Πνεῦμα εἶναι τρανῶς ἀνεκήρυξεν ὁ ἀπόστολος, λέγων ὅτι τό Πνεῦμα τό ἐκ τοῦ Θεοῦ ἐλάβομεν, καί τό διά τοῦ Υἱοῦ πεφηνέναι σαφές πεποίηκεν, Υἱοῦ Πνεῦμα ὀνομάσας αὐτό, καθάπερ Θεοῦ, καί νοῦν Χριστοῦ προειπών, καθάπερ καί Θεοῦ Πνεῦμα ὡς τοῦ ἀνθρώπου.

Ὁρᾷς ὅτι ἐκ Θεοῦ μέν, δηλονότι τοῦ Πατρός, ἔχει τό εἶναι, διά δέ τοῦ Υἱοῦ τό μεταδιδόσθαι καί φανεροῦσθαι; Καί ὡς Υἱοῦ Πνεῦμα ὀνομάζεται καί νοῦς, ἀλλ᾿ οὐκ ἐκ τοῦ Υἱοῦ, καθάπερ καί τοῦ ἀνθρώπου; Καί τούτου γάρ τό οἰκεῖον πνεῦμα καί ὁ νοῦς αὐτοῦ ἐστιν, ἀλλ᾿ οὐκ ἐξ αὐτοῦ, εἰ μή ἄρα κατ᾿ ἐνέργειαν. Τοῦτο δή καί ἀλλαχοῦ ποιῶν ἀριδηλότερον ὁ μέγας οὗτος, «τό Πνεῦμα», φησί, «τοῦ Υἱοῦ μέν ἤρτηται, ᾧ ἀδιαστάτως συγκαταλαμβάνεται, ἐκ δέ τῆς τοῦ Πατρός αἰτίας ἐξημμένον ἔχει τό εἶναι, ὅθεν καί ἐκπορεύεται, τοῦτο γνωριστικόν τῆς κατά τήν ὑπόσταστιν ὑπάρξεως σημεῖον ἔχον, τό μετά τόν Υἱόν καί σύν αὐτῷ γνωρίζεσθαι καί ἐκ τοῦ Πατρός ὑφεστάναι. Ὁ δέ Υἱός, τό ἐκ τοῦ Πατρός ἐκπορευόμενον Πνεῦμα δι᾿ ἑαυτοῦ καί μεθ᾿ ἑαυτοῦ γνωρίζων, μόνος μονογενῶς ἐκ τοῦ ἀγεννήτου φωτός ἐκλάμψας, οὐδεμίαν κατά τό ἰδιάζον τῶν γνωρισμάτων τήν κοινωνίαν ἔχει πρός τόν πατέρα ἤ τό Πνεῦμα τό ἅγιον».

Ἀκούεις τό γνωριστικόν σημεῖον τῆς τοῦ θείου Πνεύματος ὑποστάσεως, ὅτι τό γνωρίζεσθαι διά τοῦ Υἱοῦ ἐστιν, ἀλλ᾿ οὐχί τό τήν ὑπόστασιν ἔχειν ἐξ αὐτοῦ, ἀλλ᾿ ἐκ τοῦ Πατρός ὑφεστάναι; Λέγων δέ καί αὐτός ὁ Κύριος ἐν τοῖς εὐαγγελίοις, «ὅταν ἔλθῃ ὁ Παράκλητος ὅν ἐγώ πέμψω ὑμῖν παρά τοῦ πατρός, τό Πνεῦμα τῆς ἀληθείας, ὅ παρά τοῦ Πατρός ἐκπορεύεται», οὐχί τοῦ Πνεύματος μέν ἔδειξεν ἰδιάζον ὑπάρχον γνώρισμα τό ἐκπορεύεσθαι, τό δέ ἐκπορεύειν τοῦ Πατρός, ἐπεί καί ὑποστατικόν τούτων ἑκάτερόν ἐστιν, ἰδιάζοντα δέ ἐστι τά ὑποστατικά; Μηδεμίαν οὖν κατά τόν μέγαν Βασίλειον πρός τά ἰδιάζοντα τῶν γνωρισμάτων τοῦ Πατρός τήν κοινωνίαν ἔχων ὁ Υἱός, οὐδέ τό ἐκπορεύειν ἕξει.

Διά τοῦτο πάλιν ὁ αὐτός Πρός τούς Εὐνομιανούς περί τοῦ Πνεύματός φησιν˙ «Υἱός Θεοῦ, καρπός ἅγιος ἐξ ἁγίου, ἀΐδιος ἐξ ἀϊδίου, Πνεύματος ἁγίου χορηγός εἰς ὑπόστασιν καί μόρφωσιν κτίσεως». Ὁρᾷς ὅτι χορηγός τοῦ Πνεύματος, ἀλλ᾿ οὐχ ὑποστάτης ὁ Υἱός; Καί ὡς ἡ ἐκ τοῦ Υἱοῦ χορηγία δι᾿ αἰτίαν, ἵν᾿ ὑποστήσῃ καί μορφώσῃ τήν κτίσιν τῷ Πνεύματι; Πρόσεχε δή καί τοῖς ἑξῆς˙ «ὁ γάρ τόν Υἱόν», φησίν, «ἀναιρῶν, τήν ἀρχήν τῆς τῶν ὅλων δημιουργίας ἀνεῖλεν˙ ἄρχει γάρ τῆς ἁπάντων ὑποστάσεως ὁ τοῦ Θεοῦ Λόγος, δι᾿ οὗ τά πάντα γέγονεν». Ὁρᾷς; Τῆς ἁπάντων ὑποστάσεως ὁ τοῦ Θεοῦ Λόγος, ἀλλ᾿ οὐχί τῆς τοῦ θείου Πνεύματος ὑποστάσεως ἄρχει˙ καί ἀρχή ἐστι τῆς τῶν ὅλων δημιουργίας, ἀλλ᾿ οὐχί τῆς ὑπάρξεως τοῦ Πνεύματος. Πῶς δ᾿ ἄν ἐνταῦθα τόν Υἱόν ὑπερυψοῦν βουλόμενος ὁ μέγας Βασίλειος, εἴπερ εἶχε λέγειν ἀρχήν τοῦτον τοῦ θείου Πνεύματος, ὡς δι᾿ αὐτοῦ τό εἶναι σχόντος, οὐκ ἄν εἶπεν, ἀλλά χορηγόν μέν αὐτοῦ μόνον, ἀρχήν δέ μόνης τῆς δι᾿ αὐτοῦ τό εἶναι λαβούσης κτίσεως;

Ἀλλ᾿ ὁ Χρυσόστομος, φασί, θεολόγος, «ἦλθε» φησίν «ὁ Χριστός πρός ἡμᾶς, ἔδωκεν ἡμῖν τό ἐξ αὐτοῦ Πνεῦμα καί ἀνέλαβε τό ἡμέτερον σῶμα»˙ καί πάλιν, «διά τό γενέσθαι ναόν τῆς θείας δυνάμεως ἐπί γῆς τό σῶμα τοῦ Χριστοῦ, γίνῃ καί σύ ναός καθ᾿ ὁμοίωσιν αὐτοῦ˙ δέχῃ γάρ ἐκπεμπόμενον παρ᾿ αὐτοῦ τό Πνεῦμα˙ ὥσπερ οὖν Χριστόν ἐπιγνούς ἐπέγνως Θεόν οὕτω δή καί Πνεῦμα Χριστοῦ ἐδέξω Θεόν».

Περί μέν οὖν τῆς ἐπιγνώσεως αὐτόθεν δῆλον˙ περί δέ τῆς ἀποστολῆς καί τῆς δόσεως καί πρότερον εἰρήκαμεν. Δεῖ δ᾿ ὅμως κἀνταῦθα πρῶτον συνιδεῖν, τί ποτ᾿ ἄρα Πνεῦμά φησιν ὁ Χρυσόστομος Πατήρ λαμβανόμενόν τε καί διδασκόμενον, αὐτήν τήν οὐσίαν καί τήν ὑπόστασιν τοῦ Πνεύματος ἤ τήν χάριν καί τήν ἐνέργειαν; Ἀλλ᾿ ἵνα μή κάμνωμεν ἀνερευνῶντες, αὐτόν τοῦτον τόν χρυσοῦν θεολόγον ἑρμηνέα προβαλώμεθα καί τοῦ νῦν ζητουμένου παρ᾿ ἡμῶν˙ οὗτος γάρ ἐν μέν τῷ Περί τοῦ Πνεύματος λόγῳ, «ἡ δωρεά», φησί, «πέμπεται, τό Πνεῦμα οὐκ ἀποστέλλεται». Ἰωάννου δέ τοῦ προδρόμου καί βαπτιστοῦ λέγοντος ἀκηκοώς περί Χριστοῦ, ὡς οὐκ ἐκ τοῦ μέτρου παρά τοῦ Πατρός ἔλαβε τό Πνεῦμα, «οὐ γάρ ἐκ μέτρου», φησί, «δίδωσι τό Πνεῦμα ὁ Πατήρ», ἀλλά πάντα δέδωκεν ἐν τῇ χειρί αὐτοῦ», ἐξηγούμενος αὐτός φησι˙ «Πνεῦμα ἐνταῦθα τήν ἐνέργειαν λέγει˙ αὕτη γάρ ἐστιν ἡ μεριζομένη. Πάντες γάρ ἡμεῖς μέτρῳ τήν ἐνέργειαν τοῦ Πνεύματος ἐλάβομεν, ἐκεῖνος δέ ὁλόκληρον ἔλαβε πᾶσαν τήν ἐνέργειαν˙ εἰ δέ ἡ ἐνέργεια αὐτοῦ ἀμέτρητος, πολλῷ μᾶλλον ἡ οὐσία». Καί ἀλλαχοῦ πάλιν ἐκεῖνο τό ψαλμικόν εἰς ἐξήγησιν προθείς, «ἐξεχύθη χάρις ἐν χείλεσί σου», «ὁρᾷς», φησίν, «ὅτι περί τῆς οἰκονομίας ὁ λόγος»; Καί μετ᾿ ὀλίγα˙ τήν χάριν γάρ φησιν ἐνταῦθα τήν ἐλθοῦσαν ἐπί τήν σάρκα˙ πᾶσα γάρ ἡ χάρις ἐξεχύθη εἰς τόν ναόν ἐκεῖνον˙ "οὐ γάρ ἐκ μέτρου δίδωσιν ἐκείνῳ τό Πνεῦμα ὁ Πατήρ". Ἡμεῖς δέ, μικρόν τι καί ρανίδα ἀπό τῆς χάριτος ἐκείνης ἔχομεν˙ "ἐκ τοῦ πληρώματος γάρ, φησίν", "αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν", ὡς ἄν εἴποι τις, ἐκ τοῦ ὑπερβλύζοντος, ἐκ τοῦ περιττεύοντος. Καί πάλιν, οὐκ εἶπε "δίδωμι τό Πνεῦμα", ἀλλ᾿ ἐκχεῶ ἀπό τοῦ Πνεύματός μου ἐπί πᾶσαν σάρκα". Καί ἡ ἐν τοσούτοις τοῦ κόσμου κλίμασι διδομένη χάρις μέρος τι τῆς δωρεᾶς ἐστι καί ἀρραβών˙ "δούς γάρ", φησί, "τόν ἀρραβῶνα τοῦ Πνεύματος ἐν ταῖς καρδίαις ἡμῶν". Τό μέρος λέγει τῆς ἐνεργείας, οὐ γάρ δή ὁ παράκλητος μερίζεται».

Τήν γοῦν ἐνέργειαν ταύτην καί ὁ ναός ἐκεῖνος  ἔλαβε καί τοῖς ἀξίοις παρ᾿ ἑαυτοῦ παρέχει ὁ Χριστός. Σύ δ᾿ ἐνταῦθα νῦν ἀκούων τοῦ χρυσορρήμονος λέγοντος, «ὁ Χριστός ἔδωκεν ἡμῖν», ἀναμνήσθητι καί τῶν λόγων ἐκείνων, οὕς φθάσαντες εἰρήκαμεν, ὅτι Θεός καί Θεοῦ ὕπαρξις πρός ἕτερον οὐκ ἔστιν, οὐδέ δόδοταί τινι˙ ἀλλά καί ἀναίτιός ἐστιν, αὐτόν αἰτίαν ἔχων τόν ἐξ οὗ ὑπάρχει ἀναιτίως, ἀλλ᾿ οὐκ ἐξ αὐτοῦ ὑπάρχων δι᾿ αἰτίαν. Ὥσπερ δέ Θεός καί Θεοῦ ὕπαρξις ἀναίτιος, οὕτω τό δι᾿ αἰτίαν γεγονός κοινόν αὐτῷ τε τῷ ἀναιτίῳ καί τοῖς ἀναιτίοις ἐξ αὐτοῦ ὑπάρχουσι. Διό πολλάκις εἰρημένον καί παρά τοῦ θεανθρώπου Λόγου καί καθεξῆς παρά τῶν θεοφόρων πέμπεσθαί τε καί δίδοσθαι παρά τοῦ Υἱοῦ τό Πνεῦμα, οὐδαμοῦ χωρίς αἰτίας εἴρηται, οὐδ᾿ ἄνευ προσώπου τοῦ λαμβάνοντος, δι᾿ ὅν καί πέμπεται˙ ἀλλ᾿ ἀεί συνεζευγμένον ταῖς αἰτίαις ἀποδέδωκε πρῶτον μέν ὁ μόνος καί Θεός καί θεολόγος, ὅς καί τό ἐκπορευόμενον ἀπολύτως ἔθηκε χωρίς ἡστινοσοῦν αἰτίας, ἔπειτα δέ καί οἱ δι᾿ αὐτοῦ λαλοῦντες ἅπαντες, παρ᾿ ὧν ἡμεῖς διδασκόμεθα μή τήν ὑπόστασιν τοῦ παναγίου Πνεύματος εἶναι καί ἐκ τοῦ Υἱοῦ, μηδέ δίδοσθαι ταύτην, μηδέ λαμβάνεσθαι παρ᾿ οὐδενός, ἀλλά τήν θείαν χάριν καί τήν ἐνέργειαν. Εἰ δ᾿ ἄρα καί μή πάντες, μηδ᾿ ἀεί μέμνηνται τῶν προσώπων ἤ τῶν αἰτιῶν, οὐχ ὡς μή οὕτω φρονοῦντες, ἀλλ᾿ ὡς πολλάκις εἰρημένων καί ὡς ἐντεῦθεν ὁμολογουμένων ὄντων. Καί τοῦτο μή προσχόντες μηδ᾿ ἐπιστήσαντες οἱ λατινικῶς φρονοῦντες, πολλά τῶν τοῦ μεγάλου Ἀθανασίου καί τῶν τοῦ  θείου Κυρίλλου παρενόησαν καί περιέτρεψαν κακῶς.

Ἀλλά τί ἄν τις  εἴπει, πάλιν οἱ τοιοῦτοι λέγουσιν, τοῦ Νύσσης θεηγόρου ἀκούων Γρηγορίου λέγοντος, «προθεωρεῖσθαι τόν Υἱόν κατά τόν τῆς αἰτίας λόγον τῆς τοῦ Πνεύματος ὑποστάσεως»; Τί δ᾿ ἄν τις φαίη, ἕτερον ἡμεῖς ἐροῦμεν ἀνθυπενεγκόντες ἤ τό ἀληθές καί τοῖς μικρόν ἐφιστᾶσι γνωριμώτατον, ὅτι προθεωρεῖται ἡ τοῦ Υἱοῦ ὑπόστασις ἐκ τοῦ Πατρός κατά τόν τῆς αἰτίας τοῦ Πνεύματος ὑποστάσεως, οὐ κατά τόν τῆς αἰτίας λόγον τῆς τοῦ Πνεύματος, ἀλλά κατά τόν λόγον τῆς ἑαυτοῦ ἐκ τοῦ Πατρός ὑποστάσεως, ὅς ἐστι τό γεννητῶς ὑπάρχειν ἐκ Πατρός; Πατέρα γάρ τις ἀκούων, γννήματος εὐθύς αὐτόν ἐννοεῖ Πατέρα˙ ἡνίκα δ᾿ ἄν ὄντα καί λόγον ἀκούσῃ τό γέννημα, τότε καί τοῦ θείου Πνεύματος εἰς ἔννοιαν ἔρχεται. Καί διά τοῦτο ὁ Υἱός πρό τοῦ Πνεύματός ἐστι καθ᾿ ὕπαρξιν οὐδαμῶς. Διό φησιν ὁ Νύσσης θεῖος οὗτος πρόεδρος ἐν τῷ πρώτῳ τῶν Πρός Εὐνόμιον ἀντιρρητικῶν˙ «ὡς συνάπτεται τῷ Πατρί ὁ Υἱός καί τό ἐξ αὐτοῦ εἶναι ἔχων οὐχ ὑστερίζει κατά τήν ὕπαρξιν, οὕτω πάλιν καί τοῦ μονογενοῦς ἔχεται τό Πνεῦμα τό ἅγιον, ἐπινοίᾳ μόνον κατά τόν τῆς αἰτίας λόγον προθεωρουμένου τῆς τοῦ Πνεύματος ὑποστάσεως».

Τί οὖν ἐστί τό ἐντεῦθεν τῷ ἁγίῳ δεικνύμνον; Οὐδέν ἄλλο πάντως ἤ ὅτι ἅμα ἐστίν ὁ Πατήρ καί ὁ Υἱός καί τό Πνεῦμα τό ἅγιον˙ καί οὔτε τό ἐκ τοῦ Πατρός εἶναι τόν Υἱόν προσίσταταί τι κωλῦον ἅμα τῷ Πατρί ἐξ ἀϊδίου εἶναι τόν Υἱόν, οὔτε τό ἐπινείᾳ μόνῃ κατά τόν τῆς οἰκείας αἰτίας λόγον, τουτέστιν ὡς Υἱόν προθεωρεῖσθαι ἀπό τοῦ Πατρός, προσίσταταί κωλῦον τοῦ Υἱοῦ ἔχεσθαι τό Πνεῦμα καί σύν αὐτῷ ἅμα εἶναι ἀπό τοῦ Πατρός. Σκεπτέον δέ καί τοῦτο φανερῶς προσκείμενον, ὡς οὐδ᾿ ἁπλῶς ἐπινοίᾳ, ἀλλ᾿ ἐπινοίᾳ μόνον ἔφη προθεωρεῖσθαι τόν Υἱόν τοῦ Πνεύματος˙ καί ὅτι τόν μέν Υἱόν εἶπεν ἐκ Πατρός, τό δέ Πνεῦμα τό ἅγιον ἔχεσθαί φησι τοῦ Υἱοῦ, τουτέστιν ἅμα σύν τῷ Υἱῷ ἐκ τοῦ Πατρός ὑπάρχειν, ἀλλ᾿ οὐκ ἐξ αὐτοῦ τό εἶναι ἔχειν. σ

Ἀλλ᾿ ὁ αὐτός, φασί, Νύσσης θεηγόρος, ἀλλαχοῦ σοφῶς  μέσον τίθησι τόν Υἱόν τοῦ Πατρός καί τοῦ Πνεύματος, καί δι᾿ αὐτοῦ προσεχῶς ὄντος τῷ Πατρί καί τό Πνεῦμα παραδίδωσιν˙ οὕτω γάρ, φησίν, ἔσται καί μονογενής. Τί γοῦν, ἄν ἡμεῖς δείξωμεν αὐτόν τήν ἐκπορευτικήν ἰδιότητα μόνῳ τῷ Πατρί προσμαρτυροῦντα καί μόνον αἴτιον Υἱοῦ καί Πνεύματος τόν Πατέρα λέγοντα καί ἐξ ἑνός καί τοῦ αὐτοῦ προσώπου τόν Υἱόν τε καί τό Πνεῦμα τό ἅγιον καί προσεχῶς ἄμφω ἐξ αὐτοῦ καί τόν μή οὕτω φρονοῦντα πολύθεον δεικνύντα; Διδάσκων γάρ, πῶς ἐν τρισί προσώποις εἷς ἐστι Θεός «τά τοῦ ἀνθρώπου», φησί, «πρόσωπα πάντα, οὐκ ἀπό τοῦ αὐτοῦ προσώπου κατά τό προσεχές ἔχει τό εἶναι, ὡς πολλά καί διάφορα εἶναι πρός τοῖς αἰτιατοῖς καί τά αἴτια. Ἐπί δέ τῆς ἁγίας Τριάδος οὐχ οὕτως˙ ἕν γάρ πρόσωπον καί τό αὐτό τοῦ Πατρός, ἐξ οὗπερ ὁ Υἱός γεννᾶται καί τό Πνεῦμα τό ἅγιον ἐκπορεύεται. Διό καί κυρίως τόν ἕνα αἴτιον μετά τῶν αὐτοῦ αἰτιατῶν ἕνα Θεόν φαμεν τεθαρρηκότως». Τήν δέ ἐκπορευτικήν ἰδιότητα μόνῳ προσεῖναι δεῖξαι τῷ Πατρί διά τοσαύτης ἐποιήσατο σπουδῆς, ὡς καί μάρτυρα παραγαγεῖν τόν ἐν βασιλεῦσι θεῖον ᾠδικόν Δαβίδ, οὐ μόνον ἐκ τοῦ Πατρός ἐκπορευόμενον λέγοντα τό Πνεῦμα τό ἅγιον, ἀλλ᾿ ἐξ αὐτῆς αὐτοῦ τῆς ὑποστάσεως. Φησί γάρ ἐν τῷ Περί θεογνωσίας λόγῳ προφιλοσοφήσας οὐκ ὀλίγα περί Πατρός καί Υἱοῦ, ὡς «Πνεῦμα δέ τό τῆς πατρικῆς ἐκπορευόμενον ὑποστάσεως˙ τούτου γάρ ἕνεκα καί πνεῦμα στόματος ὁ Δαβίδ εἴρηκεν, ἵνα τήν ἐκπορευτικήν ἰδιότητα τῷ Πατρί μόνῳ προσοῦσαν πιστώσηται». Τί τούτων τῶν ρημάτων σαφέστερον ἤ βεβαιότερον ἤ ἀλειπτότερον ἤ δεικτικώτερον, ὡς οὐχί καί ἐκ τοῦ Υἱοῦ ἐκπορεύεται τό Πνεῦμα;

Εἰ γάρ καί ἐξ αὐτοῦ, οὐκ ἄν ἦν ἐξ ἑνός προσώπου κατά τό προσεχές ἑκάτερον, οὐδ᾿ ἄν εἴχομεν θαρρεῖν μίαν λέγειν σέβειν θεότητος ἀρχήν καί ἕνα Θεόν ἰσχυρίζεσθαι τά τρία εἶναι πρόσωπα. Εἰ καθάπερ τό αἰτιατόν, οὕτω καί τό αἴτιον ἐν δυσί προσώποις ἦν ὡς καί ἐφ᾿ ἡμῶν ὁρᾶται, οὐδ᾿ ἄν  ἦν ἡ ἐκπορευτική ἰδιότης μόνον τοῦ Πατρός, εἰ καί ὁ Υἱός τό ἐκπορεύειν εἶχε˙ νῦν δέ μόνῳ τῷ Πατρί  προσοῦσαν αὐτός τε ὁ Νυσσαέων Γρηγόριος πιστοῦται καί τόν θεοπάτορα Δαβίδ προάγει προσπιστούμενον, μᾶλλον δέ τό Πνεῦμα τό ἅγιον τό διά τῶν προφητῶν λαλῆσαν.

Ὁρᾷς τἀναντία σαφῶς τοῦ Πνεύματος φρονῶν καί ἀπεναντίας ἐκείνου δογματίζων καί μαχόμενος, ἀλλ᾿ οὐ θεολογῶν τό Πνεῦμα, πονηρός διαιτητής θεογόνου θεότητος γενόμενος καί τῶν τοῦ Θεοῦ Πατρός ἰδίων ἀποστερητής, κινῶν καί μεταφέρων τάς ἀκινήτους ἰδιότητας καί τό σαυτοῦ μέρος κυκῶν καί συνταράσσων τήν ὑπέρ πάντα νοῦν καί αὐτόχρημα εἰρήνην; Τί οὖν, οὐ φρίττεις ταῦτ᾿ ἀκούων καί ἀφίστασαι πρός τάχος τῆς δεινῆς κακοδοξίας καί θρηνεῖς τόν πρῴην βίον ὡς μή εὐσεβῶς ἀνύσας;

Ἀλλ᾿ ἴδωμεν καί τήν προτεινομένην ὑπ᾿ αὐτῶν ἀρτίως τοῦ Νύσσης μαρτυρίαν καί πρός δύναμιν ἀναθεωρήσαντες αὐτήν ἀνακαθάρωμεν τοῖς πᾶσι τό ἐν ταύτῃ δύσληπτον, ὅ αὐτοῖς καί τήν πλάνην ὡς ἐπίπαν ἀπειργάσατο˙ εἴθε δ᾿ ἧν καί αὐτούς καθάραντας, ἐξελέσθαι τῆς ἀπάτης. Ἀλλά συντείνατε παρακαλῶ τόν νοῦν οἱ νῦν τε καί αὖθις ἐντευξόμενοι. Πάντα μέν γάρ τ᾿ ἀνδρός τουτουί τά ρήματα βαθείας ἔχεται φρενός, τά δέ περί Θεοῦ ὡς μάλιστα καί τούτων μᾶλλον τό νῦν προτεθησόμενον ἡμῖν˙ γράφων γάρ Πρός Ἀβλάβιον, διά τι, μίαν θεότητα ἐπί Πατρός καί Υἱοῦ καί Πνεύματος  ἁγίου λέγοντες, τρεῖς θεούς λέγειν ἀπαγορεύομεν, τό παντάπασιν ἑνιαῖον παραστήσας τῆς θείας φύσεως, «εἰ δέ τις», φησί, «συκοφαντοίη τόν Λόγον ὡς ἐκ τοῦ μή δέχεσθαι τήν κατά φύσιν διαφοράν μίξίν τινα τῶν ὑποστάσεων καί ἀνακύκλησιν κατασκευάζοντα, τοῦτο περί τῆς τοιαύτης ἀπολογησόμεθα μέμψεως˙ ὅτι τό ἀπαράλλακτον τῆς θείας φύσεως ὁμολογοῦντες τήν κατά τό αἴτιον καί αἰτιατόν διαφοράν οὐκ ἀρνούμεθα, ἐν ᾧ μόνῳ διακρίνεσθαι τό ἕτερον τοῦ ἑτέρου καταλαμβάνομεν, τῷ μέν αἴτιον πιστεύειν εἶναι, τό δέ ἐκ τοῦ αἰτίου. Καί τοῦ ἐξ αἰτίας ὄντος πάλιν ἄλλην διαφοράν ἐννοοῦμεν. Τό μέν γάρ προσεχῶς ἐκ τοῦ πρώτου, τό δέ διά τοῦ προσεχῶς ἐκ τοῦ πρώτου˙ ὥστε καί τό μονογενές ἀναμφίβολον ἐπί τοῦ Υἱοῦ μένειν καί τό ἐκ τοῦ Πατρός εἶναι τό Πνεῦμα μή ἀμφιβάλλειν, τῆς τοῦ Υἱοῦ μεσιτείας καί ἑαυτῷ τό μονογενές φυλαττούσης καί τό Πνεῦμα τῆς φυσικῆς πρός τόν Πατέρα σχέσεως μή ἀπειργούσης».

Τοῦτο δή πρῶτον ἐνταῦθα λεκτέον ἄν εἴη πρός Λατίνους˙ ἐπειδήπερ ὑμεῖς οὐ τό ἐξ αἰτίας μόνον, ἀλλά καί τό αἴτιον ἐν δυσίν οἴεσθε προσώποις (ἐν γάρ δυσί προσώποις τίθεσθε τήν αἰτίαν τοῦ θείου Πνεύματος καί ἐν ἑκατέρῳ τούτων διαφόρως), εἴπερ ἐφρόνει καθ᾿ ὑμᾶς ὁ τῆς Νύσσης οὗτος φανότατος φωστήρ, διεῖλεν ἄν πρό τοῦ αἰτιατοῦ τό αἴτιον. Τοῦτο δέ ποιήσας οὐδαμῶς δῆλός ἐστι μηδ᾿ εἰς νοῦν λαβών, ὅπερ ὑμεῖς ἐκ τῶν ἐκείνου συνάγειν πειρᾶσθε λόγων, ἀφ᾿ ὧν τῷ καλῶς σκοπουμένῳ καί τἀναντία τῶν ὑμετέρων ἀναφαίνεται δογμάτων. Τοῦτο γάρ ἐστιν ὅ φησιν, ὡς ὁ Υἱός οὐκ ἀπείργει τήν ἄμεσον τοῦ Πνεύματος πρός τόν Πατέρα σχέσιν, εἰ καί μόνος αὐτός ἐστιν Υἱός. Ἔπειτα μηδέ τοῦτο παραλειπτέον συνιδεῖν, ὡς μετά τό εἰπεῖν ὅτι «τήν κατά τό αἴτιον καί αἰτιατόν διαφοράν οὐκ ἀρνούμεθα», αἰτιατόν ὁμοῦ μετά τοῦ Πνεύματος καί τόν Υἱόν εἰπών, ἐπήνεγκεν, «ἐν ᾧ μόνῳ διακρίνεσθαι τό ἕτερον τοῦ ἑτέρου καταλαμβάνομεν», φανερῶς ἀπαγορεύων, τήν λατινικήν καινοτομίαν, ὡς οὐ μόνον αἰτιατός, ἀλλά καί αἴτιός ἐστιν ὁ Υἱός, καί πάσας τούτων ἐν βραχεῖ τάς ἐπινενοημένας διαφοράς ἀποσειόμενος, ὅτι πρῶτον μέν ὁ Πατήρ αἴτιόν ἐστιν ἐπί τοῦ Πνεύματος, δεύτερον δέ ὁ Υἱός, καί ὅσα τούτοις παραπλήσια˙ ἐν μόνῳ γάρ, φησί, τῷ αἰτίῳ καί τῷ αἰτιατῷ τήν θείαν φύσιν κατανοοῦμεν, καί τό μέν αἴτιον οὐκ ἐν δυσί προσώποις θεωροῦμεν, τοῦ δέ αἰτιατοῦ μόνου ταύτην τήν ἐν δυσί προσώποις διαφοράν ἐννοοῦμεν, ἥτις ἐστίν οὐχ ὅτι τό μέν τούτων καί αἴτιόν ἐστι, τό δέ μόνον αἰτιατόν, ὡς Ἰταλοί φρονοῦσι, μᾶλλον δέ παραφρονοῦσιν, ἀλλ᾿ ὅτι τό μέν Υἱός ἐστι, τό δέ οὐχ Υἱός. Καί οὐκ ἀπείργεται τοῦτο παρά τῆς τοῦ Υἱοῦ πρός τόν Πατέρα κατά φύσιν ἑνώσεως. Εἰπών γάρ ἀνωτέρω τοῦ λόγου, τί ἐστι τά τρία ταῦτα, ὁ Πατήρ, ὁ Υἱός καί τό Πνεῦμα τό ἅγιον, ὅτι μία ὑπερούσιος οὐσία, δεικνύς ἔπειτα πῶς ἐστι τά τρία ταῦτα, ἆρα αἰτιατῶς ὡς ἔχοντά τι καί αἴτιον, ἤ ἀναιτίως πάντῃ, φησίν ὅτι τό μέν αὐτῶν ἐστιν αἴτιον, τό δέ αἰτιατῶς ἔχει τό εἶναι, αἰτιατῶς δέ φησιν ἔχει τό εἶναι ὁ Υἱός τε καί τό Πνεῦμα τό ἅγιον.

Ἆρ᾿ οὐκ ἐντεῦθεν ἔδειξεν ἐνταῦθα, ἕν εἶναι μόνον αἴτιον τό ληφθέν ἐκ τῶν τριῶν, δηλονότι τόν Πατέρα μόνον; Εἶτα θέλων δεῖξαι πῶς τῶν δύο τούτων προσώπων ἑκάτερον αἰτιατῶς ἐστιν, ἵνα μή τις νομίσῃ, καθάπερ οἱ Λατῖνοι, πάλιν ἐκείνην τήν τοῦ αἰτίου καί αἰτιατοῦ διαφοράν καί ἐπί Υἱοῦ καί Πνεύματος εἰσάγειν, φησί σαφῶς, ὅτι ἐπί τούτων ἄλλην διαφοράν ἐννοῦμεν. Λατῖνοι δέ ἀντιθεϊκῶς τούτῳ φασίν οὐκ ἄλλην, ἀλλά τήν αὐτήν˙ καί τοῦ ἁγίου πάλιν, πῶς αἰτιατῶς ἔχει τό εἶναι ὁ Υἱός φάναι προθεμένου, αὐτοί πῶς αἴτιός ἐστι φάναι συκοφαντοῦσιν αὐτόν. Τό μέν γάρ εἶναι τόν Υἱόν ὁπωσοῦν αἴτιον, οὐδαμῇ δείκνυται λέγων ἤ φρονῶν ὁ θεοφόρος οὗτος, καί μάλιστα ἐν τοῖς ἀρτίως προκειμένοις ρήμασιν αὐτοῦ. Ἀλλά τό αἰτιατῶς μέν καί τοῦτον ὑπάρχειν, καθάπερ καί τό πνεῦμα τό ἅγιον, αἰτιατῶς μέντοι γεννητῶς, αἰτιατῶς δέ καί τό Πνεῦμα τό ἅγιον ὑπάρχειν, οὐ γεννητῶς δέ.

Ἀμφοτέρων γάρ λεγομένων, τοῦ Πατρός καί ἐκ Πατρός, Υἱοῦ δηλονότι καί Πνεύματος, τῷ Πατρί προσεχές ὁ μεγαλόνους εἶπε τόν Υἱόν, διά μέσου δέ αὐτοῦ, προσεχοῦς ὄντος τῷ πατρί, ἐκ Πατρός εἴρηκε τό Πνεῦμα νοούμενον, ἀλλ᾿ οὐκ ἐκπορευόμενον διά μέσου τοῦ Υἱοῦ, πάλιν οἷον ἐκεῖνο λέγων, ὅτι τοῦ αἰτίου καί πρώτου ὡς αἰτίου Πατρός φώτων ὄντος τε καί λεγομένου, τουτέστιν Υἱοῦ καί Πνεύματος (ἄμφω γάρ, ἀλλ᾿ οὐχ ὁ Υἱός μόνος δευτερεύει τοῦ Πατρός, ὡς καί Γρηγόριος ὁ θεολόγος ἐν τοῖς Ἔπεσι φησι) τοῦ γοῦν πρώτου πρός ἀμφότερα ταῦτα Πατρός τῶν φώτων λεγομένου (ἐκ γάρ τῶν λογίων οὐκ ἄν εὕροις ἑτέραν αὐτοῦ ἐπωνυμίαν) τῶν ἐξ αἰτίου τούτου ὄντων, τό γεννητῶς ἐκ φωτός προερχόμενον φῶς προσεχῶς τῷ Πατρί νοεῖται πάραυτα, καθάπερ καί αὐτός ὁ Νύσσης ἐν τῷ δευτέρῳ τῶν Πρός Εὐνόμιον διατείνεται γράφων, «ὡς οὐκ ἄν Πατήρ κεχωρισμένος ἀφ᾿ ἑαυτοῦ νοηθείη μή υἱοῦ συνημμένου διά τῆς τοῦ Πατρός ἐκφωνήσεως», καί πάλιν, «εἰς τόν Πατέρα τήν πίστιν ἔχοντες, ὁμοῦ τῷ ἀκοῦσαι τόν Πατέρα συμπαραδεξόμεθα τῇ διανοίᾳ καί τόν Υἱόν».

Ὁ μέν οὖν Υἱός ἐκ τοῦ Πατρός καί ἔστι καί νοεῖται, τό δέ Πνεῦμα τό ἅγιον δι᾿ ἑαυτό μέν ἐκ προβολέως εἴη ἄν καί νοηθείη, ἀλλ᾿ οὐκ ἐκ Πατρός, διά δέ τοῦ προσεχῶς νοουμένου ἐκ Πατρός Υἱοῦ, καί ἐκ Πατρός εἴη ἄν τό Πνεῦμα, ἐκπορεύοντος μέν αὐτό τό Πνεῦμα, γεννῶντος δέ τόν Υἱόν. Ἐκ γοῦν τοῦ γεννῶντος τό μή γεννητόν Πνεῦμα πῶς ἄν ρηθείη; Οὐ διά τόν Υἱόν μονογενῆ τε ὄντα καί διά τοῦτο προσεχῶς εὐθύς τῷ γεννῶντι συνοούμενον καί τό γεννητόν ἑαυτοῦ ποιοῦντα μόνον ἴδιον καί συντηροῦντα, τό δέ Πνεῦμα δεικνύντα οὐ γεννητῶς ὄν ἐκ τοῦ Πατρός; Διά τοῦ Υἱοῦ ἄρ᾿ ἔχει τό εἶναι καί νοεῖσθαι ἐκ Πατρός τό Πνεῦμα˙ δι᾿ ἑαυτοῦ ἐκ προβολέως ἀμέσως καί αὐτό προβαλλομένου. Διό, καθάπερ ἔφημεν, οὐδ᾿ αἴτιον, ἀλλ᾿ αἰτιατόν εἶπε μόνον τόν Υἱόν καί ἐπίσης τῷ Πνεύματι αἰτιατόν˙ καί ὁμοίως κατά τό αἴτιον ταῦτα διέστειλεν ἀπό Πατρός, καίτοι κατά τήν τῶν Λατίων ἐκδοχήν οὐχ οὕτως ἔδει φάναι.

Ἀλλά, καθάπερ ἔφημεν, τό αἴτιον πρῶτον διελεῖν διά τοῦ κατ᾿ αὐτούς ἐμμέσου ὑποστάσεσιν ὁρώμενον, εἶτα τῷ λόγῳ προϊών καί ἐκ τοῦ Πατρός εὐθύς νοεῖσθαι τόν Υἱόν εἰπών καί τήν αἰτίαν προστιθείς, ἐχρῆς εἰπεῖν, εἰ κατά Λατίνους ἦν φρονῶν, ἵνα μή μόνον αἰτιατός ὁ Υἱός, ἀλλά καί αἴτιος ἀναφανῇ˙ ὁ δέ, τοῦτο μέν οὐδαμῶς φησιν, ἀλλ᾿ "ἵνα", φησί, "μόνος ὤν γεννητός ἀναφανῇ" ταὐτό δ᾿ εἰπεῖν αἰτιατός τόν τρόπον τοῦτον. Ποῦ τοίνυν ἐνταῦθ᾿ ὁρᾶτε τόν Υἱόν, οὐ μόνον αἰτιατός ὤν ἀνακηρύττεται;

Καί τοῦτο δέ μοι λάβε κατά νοῦν, ὅτι μηδέ συνεργοῦσαν εἴρηκε ὁ μέγας οὗτος τήν μεσιτείαν τοῦ Υἱοῦ, ἀλλά μή ἀπείργουσαν, τουτέστι μή κωλύουσαν ἀμέσως ἐκ τοῦ Πατρός καί τό Πνεῦμα ἐκπορεύεσθαι. Ποιήσωμεν δ᾿ ὡς ἔνι φανεράν καί διά παραδειγμάτων τήν διάνοιαν. Ἐκ τοῦ πυρός ἀμέσως καί τό φῶς καί ὁ ἀτμός προέρχεται˙ οὐ γάρ ἕτερον διά θατέρου. Τό τοίνυν πῦρ ἐπειλημμένον ὕλης ἀτμίζειν ἅμα καί φωτίζειν πέφυκε, τό μέν φῶς οἷα δή γεννῶν, τόν ἀτμόν δέ ἐκπορεῦον, Ἐκ μέν οὖν τοῦ φωτίζοντος τό φῶς προσεχῶς καί ἔστι καί δ᾿ ἑαυτοῦ νοεῖται ἐξ αὐτοῦ˙ ὡσαύτως καί ὁ ἀτμός ἐκ τοῦ ἀτμίζοντος. Εἰ δέ τόν ἀτμόν φαίη τις ἐκ τοῦ φωτίζοντος, διά τό φῶς ἐρεῖ, διά τοῦ φωτός νοήσας τόν ἀτμόν ἐκ τοῦ φωτίζοντος, τῆς μεσιτείας τοῦ φωτός καί ἑαυτῷ τό μονογενές φυλαττούσης καί τόν ἀτμόν μή ἀπειργούσης τῆς πρός τό φωτίζον σχέσεως, τουτέστι μή ἐμποδιζούσης ἀμέσως εἶναι ἐξ αὐτοῦ.

Ἀλλ᾿ εἰ βούλεσθε, καί ἕτερον παράδειγμα προσθῶμεν, οὐ καινόν οὐδ᾿ ἄηθες τοῖς θεολόγοις, σαφηνείας χάριν πλείονος. Ὁ Κάϊν υἱός ὑπῆρχε τοῦ Ἀδάμ καί μονογενής αὐτῷ πρό τοῦ τεκεῖν τούς ἄλλους, ἡ δέ Εὔα τμῆμα˙ καί ἐγένετο ἄν καί ἐνοεῖτο τότε τμῆμα Πατρός ἐπ᾿ ἀληθείας πάσης διά τοῦ Κάϊν καί εἶναι καί νοεῖσθαι καί καί λέγεσθαι πατρός τμῆμα κτησαμένη, τῆς τοῦ υἱοῦ τούτου μεσιτείας καί τό μονογενές ἑαυτῷ τότε φυλαττούσης καί τήν Εὔαν πατρός εἶναι τμῆμα μή κωλυούσης˙ ἀλλ᾿ οὐ διά τοῦτο ἐμμέσως τε καί οὐκ ἀμέσως ἡ Εὔα τήν ἀρχήν ἐκ τοῦ Ἀδάμ ἐτμήθη. Ἀφείς τοίνυν τήν χρονικήν ἀρχήν τε καί διάστασιν καί τήν ἐκ συζυγίας γέννησιν καί τ᾿ ἄλλ᾿ ὅσα μή θεότητι κτάλληλα, σκόπει πρός τούς τοῦ ἁγίου λόγους τό παράδειγμα καί συνήσεις τἀληθές.

Ἀλλ᾿ μέν οὕτω δι᾿ Υἱοῦ νοοῦμεν ἐκ γεννητικοῦ, ταὐτόν δ᾿ εἰπεῖν ἀπό Πατρός, τό μή γεννητόν ὑπάρχον Πνεῦμα˙ διά τόν Υἱόν γάρ ἐστί τε καί λέγεται Πατήρ. Δι᾿ αὐτοῦ δέ τοῦ Πνεύματος, οὐ γεννητοῦ ὄντος ἀλλ᾿ ἐκπορευτοῦ, ἀμέσως ἐκ τοῦ ἐκπορεύοντος αὐτό νοοῦμεν, ταὐτόν δ᾿ εἰπεῖν ἐκ προβολέως. Διά τί γάρ καί ὁ φερώνυμος θεολόγος Γρηγόριος ὁ μέγας οὐ Πατέρα μόνον, ἀλλά καί  προβολέα τήν μόνην πηγαίαν θεότητα καλεῖ; Οὐ Πατέρα μέν γεννήματος, προβολέα δέ προβλήματος; Ὥσπερ οὖν ἔχει τό γέννημα πρός τόν γεννήσαντα, οὕτως ἕξει καί τό πρόβλημα πρός τόν προβολέα ἑαυτοῦ, ἀμέσως δηλαδή ἑκάτερον. Ἐάν δέ τό πρόβλημα Πατρός λέγῃς, διά τόν Υἱόν ἐρεῖς.

Ἐβουλόμην δέ καί περί τῆς "διά" διά πλειόνων δεῖξαι, ἀλλά τίς ἔτι χρεία λόγων, δι᾿ αὐτοῦ τοῦ ἁγίου Πνεύματος ἡμῖν ἑρμηνευθείσης; Ἐγώ γάρ ἐξετάζων τίς ὁ πρῶτος εἰρηκώς τό ἅγιον Πνεῦμα δι᾿ Υἱοῦ, μᾶλλον δέ τίς ὁ δι᾿ ἐπιπνοίας θείας τοῦτο παραδούς ἡμῖν (οὐδεμίαν γάρ λέξιν ἡ καθ᾿ ἡμᾶς θεολογία φέρει μή διά θείας ἀποκαλύψεως τήν ἀρχήν ἐκπεφασμένην) ἐξετάζων οὖν ἐγώ τίς ὁ πρῶτος οὗτος εἰρηκώς, τοῦτ᾿ αὐτό περί ἑαυτοῦ τό Πνεῦμα τό ἅγιον διά τοῦ θεολογικωτάτου ἐν ἀποστόλοις Ἰωάννου, Γρηγορίῳ τῷ θαυματουργῷ τῆς τοῦ Θεοῦ  μητρός προτρεψαμένης, ἀποκαλύψαν τε ὁμοῦ καί ἑρμηνεῦσαν εὗρον˙ καί ὁ συγγραφεύς τοῦ Γρηγορίου θαυμασίου Βίου καί τῆς ἐν αὐτῷ ἀποκαλύψεως, ὁμώνυμός τε καί ἀξιόλογος οὐχ ἧττον, Γρηγόριος γάρ ἐστιν ὁ Νυσσαέων οὗτος, οὗ μικρόν ἀνωτέρω διευκρινήσαντες τήν ρῆσιν ἐκ Πατρός δι᾿ Υἱοῦ τό Πνεῦμα νοούμενον εὑρήκαμεν, ἀλλ᾿ οὐκ ἐκπορευόμενον˙ ὅς εὖ ὅτι μάλιστα ποιῶν, αὐτοῖς ρήμασι προὔθηκεν ἡμῖν τήν ἀποκάλυψιν ἐκείνην οὕτω πως ἐν βραχεῖ διατρανοῦσαν τά τοῦ Πνεύματος˙ «ἕν γάρ», φησί, Πνεῦμα ἅγιον ἐκ Πατρός καί αὐτό τήν ὕπαρξιν ἔχον καί δι᾿ Υἱοῦ πεφηνός, δηλαδή τοῖς ἀνθρώποις». Ὁρᾷς πῶς χρή τό Πνεῦμα  νοεῖν καί λέγειν δι᾿ Υἱοῦ; Δηλονότι φανερωθέν τοῖς ἀνθρώποις δι᾿ αὐτοῦ. Οὕτω τοίνυν νόει καί αὐτός ὅπουπερ ἄν εὕρῃς διά τοῦ Υἱοῦ ἐκ τοῦ Πατρός τό Πνεῦμα διδόμενόν τε καί πεμπόμενον, εἴγε μή ἀντίθεος ἐθέλεις εἶναι, ἀλλ᾿ ὁμοῦ καί θεοσεβής καί θεοδίδακτος.

Εἰ δέ καί ἀντί τῆς "διά" τήν "ἐκ" πρόθεσιν τιθέντα βούλοιο, μεμψόμεθά σε οὐδαμῶς, μόνον τἀληθές κάι φρονῶν καί προστιθείς, ἐκ τοῦ Υἱοῦ φανερωθέν ἡμῖν τό Πνεῦμα λέγε˙ ἄν δέ τήν τοῦ ἁγίου Πνεύματος ὕπαρξιν λέγῃς δι᾿ Υἱοῦ, ὡς ἐκ τοῦ Υἱοῦ ὑπάρχουσαν, ὡς ἐκτός ὑπάρχοντα τῆς εὐσεβείας καί τῆς ἐκκλησίας ἔξω στήσομεν˙ ἐπεί γάρ «καί μεμαθήκαμεν Πνεῦμα θεῖον συμπαρομαρτοῦν τῷ λόγῳ, δύναμιν ὄν αὐτήν ἐφ᾿ ἑαυτῆς ἐν ἰδιαζούσῃ ὑποστάσει θεωρουμένην, ἐκφαντικήν τοῦ Λόγου, μή χωρισθῆναι τοῦ Θεοῦ ἐν ᾧ ἐστι καί τοῦ Λόγου, ᾧ παρομαρτεῖ δυναμένη;», ὡς συνακολουθούσης ἀδιαστάτως τε καί ἀχρόνως τῇ γεννήσει τῆς ἐκπορεύσεως, πῶς τήν "διά" ἐπί τῆς ἐκπορεύσεως εἰς τήν "ἐκ" μεταλαμβάνοντες οὐχ ἁμαρτήσομεν; Εὐσεβῶς οὖν εἴπουπερ εὑρεθείη διά τοῦ Υἱοῦ ἐκπορευόμενον τό Πνεῦμα τό ἅγιον, οὐκ εἰς τήν "ἐκ", ἀλλ᾿ εἰς τήν "σύν" πρόθεσιν τήν "διά" νοήσομέν τε καί μεταληψόμεθα, μετά τοῦ τῆς θεολογίας ἐπωνύμου Γρηγορίου λέγοντος, «εἷς ἡμῖν Θεός, ὁ ἄναρχος Πατήρ˙ ἡ ἀρχή τῶν πάντων, ὁ Υἱός καί τό οὐκ ἐκ τῆς ἀρχῆς, ἀλλά σύν τῇ ἀρχῇ καί μετά τῆς ἀρχῆς ἐκ τοῦ Πατρός Πνεῦμα ἅγιον».  Διό καί αὐτός ὁ θεῖος Κύριλλος ἐν Θησαυροῖς ἐν Υἱῷ παρά Πατρός φυσικῶς ὑπάρχειν διά πολλῶν τό Πνεῦμα συμπεραίνει καί παρά Πατρός φυσικῶς τε καί οὐσιωδῶς διήκειν ἐν Υἱῷ τό Πνεῦμα γράφει, δι᾿ οὗ πάντα χρίων οὗτος ἁγιάζει˙ἐκ μέν οὖν τοῦ Πατρός ἐν τῷ Υἱῷ διήκει ἀϊδίως, ἐκ δέ τοῦ Πατρός διά τοῦ Υἱοῦ τοῖς ἁγιαζομένοις ἐγγίνεται, ἡνικ᾿ ἄν δέοι.

Καί τοῦτο δέ σκοπεῖν τῶν ἀναγκαιοτάτων, ὡς ὅταν μηδέν διαφέρῃ φάναι ἐκ τοῦ Πατρός διά τοῦ Υἱοῦ, καί ἐκ τοῦ Πατρός καί ἐκ τοῦ Υἱοῦ, καί τοῦτον τόν τρόπον ἐπί τῆς θεολογίας ἰσοδυναμῶσιν ἀλλήλαις ἡ "ἐκ" καί ἡ "διά", οὐ τήν διαίρεσιν οὐδέ τήν διαφοράν παριστῶσι τῆς ἁγίας Τριάδος, ἀλλά τήν ἕνωσιν καί τήν ἀπαραλλαξίαν, ἥτις ἐστί κατά τά φυσικά ἰδιώματα, δεικνῦσα μιᾶς καί τῆς αὐτῆς ἐνεργείας καί θελήσεως εἶναι τόν Πατέρα καί τόν Υἱόν καί τό Πνεῦμα τό ἅγιον.

Λατῖνοι δέ τήν διαφοράν τῶν θείων ὑποστάσεων ἐκ τούτων ἐπιχειροῦσι δεικνύναι τῶν προθέσεων, καί ὡς ἐκ τῶν δύο ὑποστάσεων καί παρ᾿ ἑκατέρας τούτων διαφόρως ἔχει τήν ὑπόστασιν τό Πνεῦμα. Φανερόν οὖν ὡς ἐν μέν τοῖς ἁγίοις αἱ προθέσεις ἔχουσιν εὐσεβῶς τε καί καλῶς, ἐκλαμβάνονται δ᾿ αὗται παρά τῶν Λατίνων κακῶς καί δυσσεβῶς. Ὅτι δέ τήν ἕνωσιν καί τό ἀπαράλλακτον ἡ τοιαύτη δείκνυσι "διά", παρίστησι σαφῶς ὁ μέγας Βασίλειος γράφων ἐν ὀγδόῳ τῶν Πρός Ἀμφιλόχιον˙ «τό διά τοῦ Υἱοῦ δημιουργεῖν τόν Πατέρα οὔτε ἀτελῆ τοῦ Πατρός τήν δημιουργίαν συνίστησιν, οὔτε ἄτονον τοῦ Υἱοῦ παραδηλοῖ τήν ἐνέργειαν, ἀλλά τό ἡνωμένον τοῦ θελήματος παρίστησιν˙»

Ὁ γοῦν λέγων διά τοῦ Υἱοῦ καί ἐκ τοῦ Υἱοῦ τό Πνεῦμα προϊέναι κατά τήν χορηγίαν, τήν ὁμοβουλίαν τοῦ Πατρός καί τοῦ Υἱοῦ παρέστησε καλῶς˙ εὐδοκίᾳ γάρ τοῦ Πατρός καί τοῦ Υἱοῦ καί αὐτό συνευδοκοῦν, τοῖς ἀξίοις χορηγεῖται τό Πνεῦμα τό ἅγιον. Ὁ δέ λέγων διά τοῦ Υἱοῦ καί ἐκ τοῦ Υἱοῦ τήν ὕπαρξιν τό Πνεῦμα ἔχειν, θελήσεως ἔργον καί κτίσμα ἐξ ἀνάγκης, ἀλλ᾿ οὐ θείας φύσεως καρπόν ὑπάρχειν δυσσεβῶς παρίστησι τό Πνεῦμα τό ἅγιον. Κατά γάρ τόν ἱερόν Δαμασκηνόν, ἔργον θείας θελήσεως ἡ κτίσις, ἀλλ᾿ οὐχ ἡ θεότης, ἄπαγε˙οὐδέ γάρ τῆς θελήσεως, ἀλλά τῆς θείας φύσεως ἔργον, αὖθις κατά τόν αὐτόν, ἡ προαιώνιος καί ἀΐδιος γέννησίς τε καί ἐκπόρευσις.

Πῶς δέ καί φῄς αὐτός ἐκ τοῦ Πατρός εἶναι τό Πνεῦμα δι᾿ Υἱοῦ καί ἐξ Υἱοῦ λατινικῶς φρονῶν; Ἡμεῖς μέν γάρ τήν φανέρωσιν ὑπό χρόνον οὖσαν ἴσμεν, πάντα δέ τά ὑπό χρόνον ὄντα διά τοῦ Υἱοῦ γενόμενα˙ διό καί φανεροῦσθαι μέν ἐξ αὐτοῦ καί δι᾿ αὐτοῦ φαμεν τό Πνεῦμα, ἀλλ᾿ οὐκ ἐκπορεύεσθαι. Σύ δέ πῶς λέγεις τό Πνεῦμα δι᾿ αὐτοῦ; Εἰ μέν διαβατικῶς τε καί παροδικῶς, βαβαί τῆς ἀσεβείας˙ὡς γάρ διά σωλῆνος οἴει τοῦ Υἱοῦ διέρχεσθαι τό Πνεῦμα καί κενόν ἑαυτοῦ τοίνυν ἕξει μεταξύ ὁ πληρῶν τά πάντα καί πλήρης ὤν ἀεί˙ καί ὡς ἐν τόπῳ τῷ Υἱῷ περιληφθήσεται τό Πνεῦμα καί πέρας ἔσται τοῦ Υἱοῦ, καθ᾿ ὅ τό Πνεῦμα περιλήψεται (πέρας γάρ τοῦ περιέχοντος ὁ τόπος), καί φύσεως δέ οὐκ ἔσται τῆς αὐτῆς τῷ Πνεύματι˙ καί γάρ οὐχ ἡ αὐτή τόπου φύσις καί τοῦ ἐν αὐτῷ. Πῶς δέ καί αὐτός ὁ Υἱός ἐστιν ἐν τῷ παροδικῶς δι᾿ αὐτοῦ διερχομένῳ Πνεύματι;

Εἰ δ᾿ ὡς δι᾿ ὀργάνου, καί τοῦτο ἀσεβές˙ ἄλλη γάρ ὀργάνου φύσις καί τοῦ δι᾿ ἐκείνου ἄλλη˙ καί αὖθις ἑτέρα τοῦ δι᾿ αὐτοῦ τό τελούμενον τελοῦντος. Οὐκοῦν τοῦτό σοι λέγειν ἔτι λείπεται, ὅτι καθάπερ δι᾿ αὐτοῦ τά πάντα ἐκ Πατρός, οὐ διαβατικῶς ἀλλά δημιουργικῶς, οὐχ ὡς δι᾿ ὀργάνου ἀλλ᾿ ὡς συνδημιουργοῦντος, οὕτω καί τό Πνεῦμα δι᾿ αὐτοῦ. Ὁρᾷς ποῦ κατάγεις, ὦ οὗτος, τό ἀνωτάτω Πνεῦμα καί τίσι συντάττεις τόν ἐπί πάντων Θεόν; Ἀλλ᾿ οὐχ ὡς συνδημιουργοῦντος λέγω, φησίν, ἀλλ᾿ ὡς συνεκπορεύοντος. Οὐκοῦν συνεκπορεῦον καί τό Πνεῦμα τελειώσει ἑαυτό ὥσπερ κἀκεῖ συνδημιουργοῦν τελεσιουργεῖ τά πάντα˙ μᾶλλον δέ οὐχ ἑαυτό, ἀλλ᾿ ἕτερον ἀπαράλλακτον αὐτοῦ ἐν ἰδίᾳ ὑποστάσει θεωρούμενον˙ καί τοῦ Πατρός γάρ δι᾿ Υἱοῦ ἐν ἁγίῳ Πνεύματι δημιουργοῦντος ἕτερον παντάπασι τό ὑφιστάμενον, καί τοῦ Πατρός πρό τῶν αἰώνων γεννῶντός τε καί ἐκπορεύοντος, εἰ καί ὁμοούσια τά παρ᾿ ἑαυτοῦ, ἀλλ᾿ ἑκάτερον ἕτερον αὐτοῦ τε καί ἀλλήλων καθ᾿ ὑπόστασιν.

Οὐκοῦν ἐπειδήπερ, ὡς κοινόν Πατρί τε καί Υἱῷ τό ἐκπορεύειν κατ᾿ αὐτούς, ἀνάγκη τοῦτ᾿ ἔχειν καί τό Πνεῦμα, τετράς ἔσται ἡ Τριάς. Τί γάρ ποτε κοινόν Υἱῷ τε καί Πατρί, ὅ μή καί τῷ Πνεύματι κοινόν; Πῶς δέ οὐχί καί ὁ Υἱός αἴτιος θεότητος ἐπίσης τῷ πατρί καί πηγαία καί αὐτός θεότης; Καίτοι τοῦτ᾿ ἀνωτέρω διά πλείστων ἀποδέδεικται καί μεμαρτύρηται, ὅτι πάντῃ τε καί πάντως μία πηγαία θεότης ὁ Πατήρ καί μόνος ἀρχή καί μόνος ἀγέννητος καί μόνος αἴτιος καί μόνος Πατήρ καί μόνος προβολεύς καί μόνος πηγή θεότητος καί μόνος θεότης θεογόνος˙ καί ὡς τῷ αἰτίῳ τοῦ Υἱοῦ μείζων ὁ Πατήρ, ὡς αἰτιατοῦ μόνον ὄντος τοῦ Υἱοῦ, ἀλλ᾿ οὐχί καί θεότητος αἰτίου.

Εἰ δέ τις εὕρηται μείζω λέγων τόν Υἱόν τοῦ Πνεύματος, ἀλλά καί τό Πνεῦμα τοῦ Υἱοῦ, ὡς καί ὁ θεῖος Κύριλλος ἐν Θησαυροῖς φησι˙ προθείς γάρ ἐκεῖνο τό παρά τοῦ Σωτῆρος εἰρημένον, «εἰ δέ ἐγώ ἐν Πνεύματι Θεοῦ ἐκβάλλω τά δαιμόνια», ἐπήνεγκεν, «εἰ διά τῆς ἐνεργείας τοῦ Πνεύματος Θεός ἐξελαύνων τά δαιμόνια δοξάζεται, πῶς οὐ μεῖζόν ἐστι αὐτοῦ, τό ἐν ᾧ δοξάζεται»; Κατασκευάζων ἐντεῦθεν ἄκτιστον εἶναι τό Πνεῦμα τό ἅγιον. Πῶς γάρ ἄν ἐπί κτίσματος ἔμφασιν ἐξ ὧν εἶπεν ὁ Κύριος παρεῖχε τοῦ τοιούτου μείζονος; Λέγεται δέ τά τοιαῦτα ἐπί τε τοῦ Υἱοῦ καί τοῦ Πνεύματος οὐ διά τό ἀλλήλων αἴτια ὑπάρχειν, ἄπαγε, ἀλλά διά τό ποικίλον καί πολυειδές τῆς κατά τήν πρός ἡμᾶς οἰκονομίαν σοφίας τοῦ Θεοῦ δι᾿ ἀλλήλων τό ἴσον ἐν πᾶσι δεικνύσης ἀμφοτέρων, τοῦ Υἱοῦ λέγω καί τοῦ Πνεύματος.

Ἀλλ᾿ ὁ τῆς Ἀλεξανδρείας, φασί, Κύριλλος, ἔχειν φησί τόν Υἱόν φυσικῶς ἐν ἑαυτῷ τά τοῦ Πατρός ἴδια καί ἐξαίρετα, διαβαινούσης εἰς αὐτόν φυσικῶς τῆς τοῦ γεννήσαντος ἰδιότητος, καί ἐκ τῆς οὐσίας τοῦ Υἱοῦ τό Πνεῦμα λέγει καί προχεόμενον ἐκ Πατρός δι᾿ Υἱοῦ τήν κτίσιν ἁγιάζειν, καί ἐξ ἀμφοῖν προχεόμενον οὐσιωδῶς. Καί αὖθις ἐν ἑβδόμῳ τῶν Πρός Ἑρμείαν ἐξενηνεγμένων λόγων περί τοῦ Υἱοῦ ταῦθ᾿ ἡμῖν διατρανοῖ˙ «ἀπολύων γάρ», φησίν, «ἁμαρτίας τόν αὐτῷ προσκείμενον, τῷ ἰδίῳ λοιπόν καταχρίει Πνεύματι, ὅπερ ἐνίησι μέν αὐτός ὡς ἐκ Θεοῦ Πατρός Λόγος καί ἐξ ἰδίας ἡμῖν ἀναπηγάζει φύσεως. Καί οὐκ ἐκ μέτρου ἔχων δίδωσι τό Πνεῦμα κατά τήν Ἰωάννου φωνήν, ἀλλ᾿ αὐτός ἐνίησιν ἐξ ἑαυτοῦ, καθάπερ ἀμέλει καί ὁ Πατήρ».

Καιρός δή ἡμῖν εἰπεῖν πρός τόν τά τοιαῦτα  προβαλλόμενον˙ ἔτ᾿ ἀσύνετος εἶ καί οὐδ᾿ ἀκηκοώς πάνυ πολλάκις ἀνωτέρω παρ᾿ ἡμῶν συνῆκας, ὅτι Θεός καί ἐκ Θεοῦ ὕπαρξις ἀναίτιός τε καί ὑπέρχρονος; Ἐνταῦθα γάρ προχεόμενον φησι καί τήν κτίσιν ἁγιάζον. Χρονικόν τοίνυν καί δι᾿ αἰτίαν ἀκούων τό προχεῖσθαι (καί γάρ μετ᾿ αὐτήν καί δι᾿ αὐτήν προκέχυται τήν ἁγιαζομένην˙ πῶς γάρ οὔ;), πρός δέ καί εἰς ἄφεσιν ἁμαρτιῶν διδόμενον παρά τοῦ Υἱοῦ, ὥσπερ ἀμέλει καί παρά τοῦ Πατρός, καί οὐκ ἀπολύτως πηγαζόμενον ἀλλά τισίν ἀκούων, οὐκ ἀναμιμνήσκῃ ὅ διδαχθείς ἔχεις παρ᾿ ἡμῶν τε καί τῆς ἀληθείας, ὡς ἡ παρά τοῦ Πατρός προαιώνιος τοῦ ἁγίου Πνεύματος ἐκπόρευσις οὐ διά τι οὐδέ πρός τινας οὔτε ὑπό χρόνον ὅλως; Εἰ δέ καί οὐσιωδῶς ἐξ ἀμφοῖν εἶπε προχεόμενον, οὐδέν καινόν. Ὡς γάρ ἐπιδημοῦν τοῖς ἀποστόλοις καί ἐνεργοῦν τελεώτερον, καί ὡς Γρηγόριος ὁ θεολόγος λέγει, «οὐσιωδῶς ὡς ἄν εἴποι τις παρόν καί συμπολιτευόμενον˙. Τί δέ, οὐκ οὐσιώδης ἦν καί ἡ πρός ἡμᾶς ἀποστολή τοῦ Λόγου, ἐξ ἀμφοῖν τοῦ Πατρός γενομένη καί τοῦ Πνεύματος; Ἀλλ᾿ ἡ ἀποστολή γέννησις οὐκ ἦν˙ οὐ γάρ ἐξ ἀμφοῖν ὁ Υἱός γεγέννηται, οὐδέ δι᾿ ἡμᾶς, ἀλλ᾿ οὐδέ μεθ᾿ ἡμᾶς, εἰ καί μεθ᾿ ἡμᾶς δι᾿ ἡμᾶς οὐσιωδῶς κατῆλθεν ἑνωθείς τῇ καθ᾿ ἡμᾶς φύσει καθ᾿ ὑπόστασιν καί γεγονώς καθ᾿ ἡμᾶς ὑπέρ ἡμῶν, μή πρό ἡμῶν μόνον, ἀλλά καί πρό τῶν αἰώνων, ἐκ μόνου τοῦ Πατρός γεγεννημένος ὤν. Καί τό Πνεῦμα τοίνυν τό ἅγιον οὐσιωδῶς ἐπέμφθη ἐξ ἀμφοῖν ἀρτίως, εἰ δέ βούλει, καί ἐκκέχυται παρ᾿ ἀμφοτέρων˙ ὕδωρ γάρ ἐκλήθη ζῶν. Καί «Ἰωάννης μέν ἐβάπτισεν ὕδατι˙ ὑμεῖς δέ, φησίν ὁ Κύριος, βαπτισθήσεσθε ἐν Πνεύματι ἁγίῳ». Πῶς ἄν οὖν ἐβαπτίσθησαν, μή τοῦ ζῶντος ἐκχυθέντος ὕδατος;

Ἐκκέχυται τοίνυν οὐσιωδῶς δι᾿ ἡμᾶς καί μεθ᾿ ἡμᾶς˙ αὐτό γάρ ἐφανερώθη δι᾿ ἑαυτοῦ τήν θείαν δύναμιν παρέχον, ἀλλά καί πάρεστιν ἀεί οὐσιωδῶς ἡμῖν, πάντως δέ καί καθ᾿ ὑπόστασιν, κἄν ἡμεῖς τῆς οὐσίας ἤ τῆς ὑποστάσεως ἥκιστα μετέχωμεν, ἀλλά τῆς χάριτος. Ἐκπορεύεται δέ οὐ πρό ἡμῶν μόνον, ἀλλά καί πρό τῶν αἰώνων ἀναιτίως ἐκ μόνου τοῦ Πατρός. Ὁ δέ τῆς ἐκκλησίας ἐν ταὐτῷ καί θεμέλιος καί κορυφαῖος Πέτρος καί αὐτῆς τῆς παρ᾿ ἀμφοτέρων ἐκχύσεως τοῦ ἁγίου Πνεύματος διαφοράν ἐγνώρισεν ἡμῖν˙ «τήν γάρ ἐπαγγελίαν τοῦ Πνεύματος ὁ Υἱός λαβών, φησί, παρά τοῦ Πατρός, ἐξέχεε τοῦτο ὅ νῦν ὑμεῖς βλέπετε καί ἀκούετε», ἄντικρυς ἐκείνην λέγων τοῦ Κυρίου καί διδασκάλου τήν φωνήν, «ὅταν δέ ἔλθῃ ὁ παράκλητος, ὅν ἐγώ πέμψω παρά τοῦ Πατρός».

Ἐκχεῖται τοιγαροῦν ἡμῖν τό Πνεῦμα παρά τοῦ Πατρός ὡς καί ἑαυτοῦ, παρά δέ τοῦ Υἱοῦ ὡς παρά τοῦ Πατρός λαμβάνοντος. Ὥστε, οὐκ ἐξ ἑαυτοῦ μέν ἔχει τό Πνεῦμα ὁ Υἱός, οὐδέ διά τοῦ Υἱοῦ τήν ὕπαρξιν τό Πνεῦμα ἔχει, ἀλλ᾿ ἐξ ἑαυτοῦ ἔχει ὁ Πατήρ, ἐξ ἑαυτοῦ ἀμέσως ἐκπορευόμενον ἀναιτίως καί προαιωνίως˙ ἀλλά καί ἐκ τῆς ἰδίας ἡμῖν, φησί, ὁ Υἱός τοῦτ᾿ ἀναπηγάζει φύσεως, εἰκότως καί παναληθῶς˙ μία γάρ φύσις τοῖς τρισί καί φυσικῶς ἔνεισιν ἀλλήλοις. Καί ὁσάκις ὁ θεόφρων οὗτος Κύριλλος ἐκ τοῦς οὐσίας τοῦ Υἱοῦ τό Πνεῦμα λέγει, τό ὁμοούσιον παρίστησιν, ἀλλ᾿ οὐκ αἴτιον εἶναι τόν Υἱόν τοῦ Πνεύματος. Ἐπεί καί πρός τούς ἀντιλέγοντας τῷ ὁμοουσίῳ τά τοιαῦτα γέγραφεν˙ ὕδωρ μέν γάρ ζω[ν ακλεῖται τό Πνεῦμα τό ἅγιον καί πηγή ἐστι τούτου τοῦ ὕδατος ὁ Πατήρ, ὅς διά τοῦ προφήτου  περί τῶν Ἰουδαίων λέγει˙ «ἐμέ ἐγκατέλιπον πηγήν ὕδατος ζῶντος καί ὤρυξαν ἑαυτοῖς λάκκους συντετριμμένους».

Πηγή ἐστι τούτου τοῦ ὕδατος καί ὁ Υἱός, καθό καί ὁ Χρυσόστομος περί τοῦ βαπτίσματος γράφων, «δείκνυσι», φησίν, «ἑαυτόν ὁ σωτήρ πηγήν ζωῆς καί ὕδωρ ζῶν τό Πνεῦμα τό ἅγιον». Ἀλλά τοῦ ὕδατος τούτου πηγήν εἶναι δείκνυσιν ὁ Χριστός καί αὐτό τό Πνεῦμα τό ἅγιον˙ «ὁ πιών γάρ», φησίν, «ἐκ τοῦ ὕδατος οὗ ἐγώ δώσω αὐτῷ, οὐ μή διψήσῃ εἰς τόν αἰῶνα˙ ἀλλά τό ὕδωρ ὅ ἐγώ δώσω, δηλαδή τό Πνεῦμα τό ἅγιον, γενήσεται αὐτῷ πηγή ὕδατος ἁλλομένου εἰς ζωήν αἰώνιον».

Ἔστιν οὖν καί ὁ Πατήρ καί ὁ Υἱός καί τό Πνεῦμα τό ἅγιον ὁμοῦ πηγή τοῦ ζῶντος ὕδατος, τουτέστι τῆς θείας χάριτος καί ἐνεργείας τοῦ Πνεύματος. Τήν χάριν γάρ τοῦ Πνεύματος ἡ Γραφή, ὁ Χρυσόστομός φησι πατήρ, ποτέ μέν πῦρ, ποτέ δέ ὕδωρ καλεῖ δεικνῦσα ὅτι οὐ οὐσίας ἐστί ταῦτα ὀνόματα, ἀλλ᾿ ἐνεργείας». Οὐ γάρ ἐκ διαφόρων οὐσιῶν συνέστηκε τό Πνεῦμα τό ἅγιον, ἀόρατόν τε καί μονοειδές ὄν. «Ἀλλ᾿ ἐκ τῆς θείας φύσεως», φασί, «καί αὐτῆς τῆς τοῦ Υἱοῦ ἀναπηγάζει τό Πνεῦμα τό ἅγιον». Ἔστω δή, εἰ βούλεσθε, καί κατά τήν ἀΐδιον ὕπαρξιν˙ πηγάζει γοῦν ἐκ τῆς θείας φύσεως, ἀλλά καθ᾿ ὑπόστασιν μόνην τήν πατρικήν. Διό οὐδείς οὐδέποτε τῶν ἀπ᾿ αἰῶνος εὐσεβῶν θεολόγων ἐκ τῆς ὑποστάσεως εἶναι τοῦ Υἰοῦ τό Πνεῦμα εἶπεν, ἀλλ᾿ ἐκ τῆς τοῦ Πατρός ὑποστάσεως˙ ἐκ δέ τῆς φύσεως τοῦ Υἱοῦ καί φυσικῶς εἶναι ἐξ αὐτοῦ εἴπερ τις φαίη, ἀλλ᾿ ὡς μιᾶς καί τῆς αὐτῆς φύσεως οὔσης τοῦ Πατρός καί τοῦ Υἱοῦ.

Ἵνα γάρ κατ᾿ αὐτόν εἴπω τόν θεῖον Κύριλλον, ὡς αὐτός Πρός Ἑρμείαν γράφει, «οὐχ ἕτερος ἄν ὁ Υἱός εἶναι νοοῖτο παρά τόν Πατέρα, ὅσον εἰς ταὐτότητα φυσικήν, πάντως δέ καί τό Πνεῦμα τό ἅγιον», ὡς καί περί τούτου ὁ αὐτός ἐξηγούμενος ἐκεῖνο τό εὐαγγελικόν, «οὐ γάρ λαλήσει ἀφ᾿ ἑαυτοῦ», φησίν, «οὐδέν ἕτερον παρά τόν Υἱόν ὑπάρχει τό Πνεῦμα τό ἅγιον, ὅσον εἰς ταὐτότητα φύσεως». «Πηγή δέ ἐστι ζωῆς, κατά τόν μέγαν Διονύσιον, ἡ θεία φύσις εἰς ἑαυτήν χεομένη καί ἐφ᾿ ἑαυτῆς ἑστῶσα καί ἀεί δι᾿ ἑαυτῆς θεωμένη».

Ἀλλ᾿ οὐκ ἔστι, φησίν, ἐκ τῆς οὐσίας τοῦ Υἱοῦ εἶναι τό Πνεῦμα καί ἐκ τῆς ὑποστάσεως αὐτοῦ μή εἶναι˙ οὐ γάρ συνορῶσιν, ὡς, ὅταν τι  μιᾶς μέν οὐσίας ᾖ καί ὑποστάσεως, τό ἐξ ἐκείνης τῆς οὐσίας ἔχον ὁπωσδήποτε τήν ὕπαρξιν καί ἐκ τῆς ὑποστάσεως ἐκείνης ταύτην ἔχει, καί ἀντιστρόφως˙ ὅ γάρ ἄν ἐκ τῆς ὑποστάσεως ἐκείνης ᾖ καί ἐκ τῆς οὐσίας ἐκείνης ἐστίν, Ὅταν δέ τι μιᾶς μέν οὐσίας ᾖ, οὐ μιᾶς δέ ὑποστάσεως, ἀλλά πλειόνων, τό ἐκ τῆς μιᾶς ἐκείνης οὐσίας οὐκ ἐκ τῶν λοιπῶν αὐτῆς ὑποστάσεών ἐστιν, ἀλλ᾿ ἐκ μιᾶς τινος αὐτῶν. Ἐπεί γοῦν ἡ ἀνωτάτω καί προσκυνητή Τριάς ἡμῖν μία φύσις ἐστίν ἐν ὑποστάσεσι τρισίν, οὐχί τό ἐκ τῆς οὐσίας τήν ὑπόστασιν ἔχον ἐκ τῶν ὑπολοίπων ὑποστάσεών ἐστιν, ἀλλ᾿ ἐκ μιᾶς τινος αὐτῶν, δηλαδή τῆς πατρικῆς˙ ἐκ ταύτης γάρ μή εἶναι οὐκ ἐνδέχεται, οὐκοῦν οὐχί καί ἐξ ἑτέρας, ἀλλ᾿ ἐκ μόνης, εἴπερ ἐκ μιᾶς.

Καί τοῦτο δῆλον ἀπό τῶν ἀνθρώπων˙ ἕκαστος γάρ ἡμῶν ἐκ τῆς οὐσίας μέν ἔστι τοῦ Ἀδάμ, οὐκ ἔστι δέ καί ἐκ τῆς ὑποστάσεως αὐτοῦ, διότι μία μέν οὐσία τῶν ἀνθρώπων νῦν, πολλαί δέ ὑποστάσεις. Ἀνθρωπίνης δέ τήν ἀρχήν μιᾶς οὔσης οὐσίας τε καί ὑποστάσεως, τῆς τοῦ Ἀδάμ, ἐκ τῆς οὐσίας τοῦ Ἀδάμ ἡ Εὔα οὖσα, καί ἐκ τῆς ὑποστάσεως ἐκείνου ἦν. Ἀλλά καί πρίν τόν Κάϊν εἶναι, μιᾶς οὔσης ἀνδρικῆς οὐσίας τε καί ὑποστάσεως, ἐκ μιᾶς καί τῆς αὐτῆς ὁ Κάϊν ἀνδρικῆς οὐσίας τε καί ὑποστάσεως ὑπῆρχε, τοῦ Ἀδάμ˙ δυοῖν δέ ἀνδρῶν ἤδη καθ᾿ ὑπόστασιν τελούντων, ὁ τοῦ Κάϊν Ἐνώχ ἐκ τοῦ οὐσίας μέν ὑπῆρχε τοῦ Ἀδάμ, ἀλλ᾿ οὐχί καί ἐκ τῆς ὑποστάσεως αὐτοῦ, ἀλλ᾿ ἐκ μόνης τῆς τοῦ Κάϊν.

Οἱ γοῦν λατινικῶς φρονοῦντες διατεινόμενοι καί ἐκ τῆς ὑποστάσεως εἶναι τοῦ Υἱοῦ τό Πνεῦμα, εἴπερ εἶναι θεολογεῖται ἐκ τῆς φύσεως, πλήν τοῦ θείου Πνεύματος, μίαν εἶναι δείκνυνται φρονοῦντες ὥσπερ οὐσίαν οὕτω καί ὑπόστασιν ἐπί Θεοῦ, τόν Πατέρα τελέως ἀθετοῦντες καί τόν Υἱόν εἶναι μόνον καθ᾿ ὑπόστασιν δεικνύντες καί τό Πνεῦμα τό ἅγιον ἐκ μόνου τοῦ Υἱοῦ τήν ὕπαρξιν ἔχειν παριστῶντες.

Εἰ τις οὖν ἐκ τῆς φύσεως ἀκούων τοῦ Υἱοῦ τό Πνεῦμα, ἐκ τῆς ὑποστάσεως νοεῖ, ὁμοϋπόστατον ποιεῖ τῷ Πατρί τόν Υἱόν, ἐπειδήπερ ὁμοούσιος˙ ἤ καί τήν διαφοράν καί τήν διάκρισιν κἄν τῇ θείᾳ φύσει, ἀλλ᾿ οὐκ ἐν μόναις ταῖς τρισί θείαις ὑποστάσεσι νοεῖ, μή πρός τοῖς ἄλλοις καί τοῦ Χρυσοστόμου θεολόγου διδάσκοντος ἀκούων, «ὡς ἡ μέν τῶν θείων ὑποστάσεων διακριτική τάξις, τοῖς ἁγίοις καθέστηκε γνώριμος, ἡ δέ φύσεων διακριτική ἐπί τῆς ἁγίας Τριάδος ἀπόβλητος». «Οὐ γάρ ἐμερίσθη ἡ οὐσία ἀπό τοῦ Πατρός εἰς Υἱόν, πρός τάς κανονικάς φησιν ὁ μέγας Βασίλειος, οὐδέ ρυεῖσα ἐγέννησεν».

Τοιγαροῦν εὖ ἄν ἔχοι λέγειν οὐκ ἐκ τῆς ὑποστάσεως τοῦ Υἱοῦ, ἀλλ᾿ ἐξ αὐτοῦ φυσικῶς κἀκ τῆς οὐσίας τοῦ Υἱοῦ τό Πνεῦμα, διά τό τοῦ Υἱοῦ πρός τόν Πατέρα ὁμοούσιον, καί τῆς τοῦ θείου Πνεύματος πρός τόν Πατέρα καί τόν Υἱόν ὁμοουσιότητος ἐντεῦθεν δεικνυμένης, ἀλλ᾿ οὐχί τῆς διαφόρου ἐκ τοῦ Πατρός ὑπάρξεως τοῦ Πνεύματος, ἴσον δέ ἐστιν εἰπεῖν καί ἐκ τῆς οὐσίας τοῦ Υἱοῦ τό Πνεῦμα διά τήν ὁμοουσιότητα, καί ὅτι τῆς αὐτῆς ἐστιν οὐσίας τῷ Υἱῷ τό Πνεῦμα. Ἐκ δέ τῆς τοῦ Υἱοῦ ἡ ὁμοουσιότης δείκνυται τοῦ Πνεύματος ὡς φανερωτέρας καί προκατηγγελμένης καί προπεπιστωμένης˙ «ἔχει τε ὁ Υἱός φυσικῶς ἐν ἑαυτῷ τά τοῦ Πατρός ἴδια καί ἐξαίρετα, διαβαινούσης εἰς αὐτόν φυσικῶς τῆς τοῦ γεννήσαντος ἰδιότητος»˙ οὐ τά ὑποστατικά ἴδια τοῦ Πατρός καί ἐξαίρετα – οὐδέ γάρ τό ἄναρχον ἔχει καί ἀγέννητον ἤ τό γόνιμον - ἀλλά τά φυσικά καί ἴδια τῆς τοῦ Πατρός φύσεως αὐχήματα, ἅπερ ἔχει φυσικῶς καί τό Πνεῦμα τό ἅγιον.

Καί τοῦτο διά  πολλῆς ποιούμενος σπουδῆς ὁ θεῖος Κύριλλος, τό μηδένα παραχθέντα δοξάζειν ἐκ τῆς ὑποστάσεως τοῦ Υἱοῦ τό Πνεῦμα τό ἅγιον, ἐκ τῆς φύσεως αὐτοῦ καί φυσικῶς καί κατά φύσιν ὁσάκις λέγει, τό Πνεῦμά φησι τό ἅγιον καί ἐκ τῆς φύσεως αὐτοῦ πηγάζειν, καθ᾿ ἥν ὁ αὐτός ἐστι μετά Πατρός, ἀλλ᾿ οὐδαμοῦ τῶν λόγων ἐκ τῆς ὑποστάσεως˙ καί τά ἴδια τοῦ Πατρός ἔχειν αὐτόν φυσικῶς τε καί οὐσιωδῶς καί κατά φύσιν ἀεί θεολογεῖ.

Καί συκοφαντηθείς γάρ ὡς καί ἐκ τῆς ὑποστάσεως τοῦ Υἱοῦ δοξάζων τήν ὕπαρξιν τό Πνεῦμα ἔχειν, τοῦτ᾿ αὐτό ὅτι συκοφαντεῖται ἰσχυρίσατο, ἴδιον τοῦ Υἱοῦ καί οὐκ ἀλλότριον εἶναι τό Πνεῦμα διατεινάμενος, ἀλλ᾿ οὐκ ἐκ τοῦ Υἱοῦ. Καί τοῦτ᾿ ἀνάγραπτον κεῖται πρός Λατίνων περιφανῆ τε καί λαμπρόν ἔλεγχον˙ οἵ παρ᾿ ὧν ἔδει μᾶλλον ἀποσχέσθαι τῆς κακονοίας, ἐκ τούτων ἐνάγεσθαι δικαιοῦσιν εἰς τό μή τόν Πατέρα μόνον, ἀλλά καί τήν τοῦ Υἱοῦ ὑπόστασιν αἰτίαν αἶναι κακῶς νομίζειν τῆς τοῦ θείου Πνεύματος ὑποστάσεως. Ὁ δέ λέγων εἶναι ἐκ τῆς τοῦ Υἰοῦ ὑποστάσεως τό Πνεῦμα, διά τό εἰπεῖν τόν θεῖον Κύριλλον διαβαίνειν φυσικῶς εἰς τόν Υἰόν τήν τοῦ γεννήσαντος ἰδιότητα παρ᾿ αὐτοῦ τοῦ θείου Κυρίλλου ἐντρεπέσθω, γράφοντος ἐν Θησαυροῖς˙ «πῶς οὐκ ἔσται τό Πνεῦμα ὁ Θεός, ὅλην ἔχον ἐν ἑαυτῷ οὐσιωδῶς τήν ἰδιότητα τοῦ Πατρός καί τοῦ Υἱοῦ, οὗ καί Πνεῦμα ἐστι, δι᾿ Υἱοῦ τῇ κτίσει χορηγούμενον»; Κατά γάρ τήν αὐτῶν σύνεσιν, ἥν ἐν ταῖς τῶν θεοφόρων κέκτηνται θεολογίαις, τό Πνεῦμα γεννητόν τε ἅμα καί γεννήτωρ ἔσται˙ οὗ τί ἀν ἀκουσθείη καινότερον;

Ἀλλά ταῦτα μέν ὥσπερ ἐκ περιουσίας ἡμῖν ἀρτίως εἴρηται πρός τούς διατεινομένους ἐκ τῆς ὑποστάσεως εἶναι τοῦ Υἱοῦ τό Πνεῦμα, ἐπειδήπερ ἐκ τῆς φύσεως εἴρηται. Ὁ γάρ θεῖος Κύριλλος ἐνταῦθ᾿ ἡμῖν ἀναπηγάζειν ἐκ τῆς φύσεως οὐ τήν φύσιν φησί τοῦ Πνεύματος, οὐδέ τήν ὑπόστασιν, ἀλλά τήν ἐνέργειαν, ἥτις ἀναπηγάζει, κατά τόν Δαμασκηνόν θεολόγον, ἐκ μιᾶς τρισυποστάτου φύσεως. Ὅτι μέν γάρ ἄκτιστός ἐστι καί ἡ τῆς θείας φύσεως ἐνέργεια καί ὅτι φυσική καί οὐσιώδης λέγεται, παραστήσει δι᾿ ὀλίγων καί ὁ μέγας Ἀθανάσιος ἐν τοῖς Κατά Μακεδονίου γράφων˙ «οὐ κατά ἄλλην καί ἄλλην πρόνοιαν ὁ Πατήρ καί ὁ Υἱός ἐργάζεται, ἀλλά κατά μίαν καί τήν αὐτήν οὐσιώδη τῆς θεότητος ἐνέργειαν».

Ὅτι δέ οὐκ ἐκ μιᾶς τινος τῶν ὑποστάσεων, ἀλλ᾿ ἐκ τῆς τρισυποστάτου φύσεως ἡ τοιαύτη ἐνέργεια πηγάζει προσμαρτυρείτω καί ὁ μέγας Διονύσιος γράφων ἐν κεφαλαίῳ τετάρτῳ τῆς Περί τῆς οὐρανίου ἱεραρχίας βίβλου˙ «πάντα μετέχει προνοίας ἐκ τῆς παναιτίου θεότητος ἐκβλυζομένης». Ὅτι δέ Πνεῦμα ἐνταῦθα ὁ θεῖος Κύριλλος ἐκ τοῦ Πατρός καί τοῦ Υἱοῦ διδόμενον ἡμῖν οὐ τήν φύσιν φησίν οὐδέ τήν ὑπόστασιν τοῦ Πνεύματος, ἀλλά τήν ἄκτιστον αὐτοῦ καί φυσικήν χάριν καί ἐνέργειαν, σαφές δεῖγμα πρός τοῖς ἄλλοις καί τό μνησθῆναι τῆς ἐν τῷ εὐαγγελίῳ τοῦ προδρόμου καί βαπτιστοῦ περί τοῦ Χριστοῦ φωνῆς, τῆς οὐκ ἐκ μέτρου δίδοσθαι λεγούσης παρά τοῦ Πατρός τό Πνεῦμα τῷ Υἱῷ. Ἰωάννης γάρ ὁ χρυσορρήμων, τό χωρίον τοῦτο τοῦ κατά τόν θεολόγον Ἰωάννην εὐαγγελίου ἐξηγούμενος, «Πνεῦμα», φησίν, «ἐνταῦθα τήν ἐνέργειαν λέγει˙ πάντες γάρ ἡμεῖς μέτρῳ τήν ἐνέργειαν τοῦ Πνεύματος ἐλάβομεν, ἐκεῖνος δέ ὁλόκληρον˙ εἰ δέ ἡ ἐνέργεια αὐτοῦ ἀμέτρητος, πολλῷ μᾶλλον ἡ οὐσία».

Οὕτω πάντα νικᾷ τῆς τῶν παρ᾿ ἡμῶν εἰρημένων ἀληθείας ἡ δύναμις, εὐπορίας ἀφορμήν ποιουμένη τάς ὑμῶν ἀπορίας καί δι᾿ ἑαυτῆς ὡς διά μιᾶς τινος εὐθείας πλῆθος σκολιῶν, ἑτεροκλινεῖς ἀπελέγχουσα γραμμάς.

Ταύτῃ τοι τῶν μέν γραφικῶς προβαλλομένων ἅλις.

Ἐπεί δέ οὐ μόνον τοῖς λογίοις οἱ Λατῖνοι χρῶνται καθ᾿ ἡμῶν, μᾶλλον δέ καθ᾿ ἑαυτῶν, ἀλλά καί διανοήμασιν οἰκείοις, φέρ᾿ ἴδωμεν τό ἀναμφίλεκτον αὐτοῖς δοκοῦν, ᾧ καί τ᾿ ἄλλα συνδιαρρυήσεται λυθέντα, μᾶλλον δέ καί τό παρωνύμως ἀπό τῆς διανοίας λέγεσθαι στερήσεται, ἀδιανόητα δειχθέντα˙ κατά μέρος γάρ ταῦτ᾿ ἐπαξιέναι οὐκ ἀνάγκη. Καί ταῦθ᾿ ἡμῖν ἀρτίως οἷς πέρα τοῦ μετρίου μηκύνειν ἥκιστα προῃρημένοις, ὅμως εἰς  μῆκος ἐκτέταται ὁ λόγος, ταῖς αὐτῶν ἐξ ἀγνοίας ἀπορρίαις συμπαρεκτεινόμενος.

Ἀλλά τί τό δοκοῦν αὐτοῖς ἀκράδαντον τῆς δυσσεβείας ἔρεισμα; Πᾶν, φησί, τό ἐκπορευόμενον ἔκ τινος, διά τινος ἐκπορεύεται καί οὕτως ἐπί πάντων ἐστί, κἄν μή ρήματι ὁ λέγων ἐπισημαίνηται˙ τό δ᾿ αὖ διά τινος, καί ἐξ ἐκείνου δι᾿ οὗ ἐστι λέγεται˙ διά τίνος οὖν ἑτέρου, εἰ μή διά τοῦ Υἱοῦ τό Πνεῦμα; Σαφές οὐκοῦν τό περαινόμενον, ὅτι διά τοῦ Υἱοῦ καί ἐκ τοῦ Υἱοῦ τό Πνεῦμα ἐκπορεύεται.

Τί οὖν ἡμεῖς πρός ταῦτα; Οὐ τήν "διά" μέν αὐτοῖς δώσομεν, τήν δέ "ἐκ"  ἀπαγορεύσομεν, ὅ πολλοί πεπόνθασιν, ἀγνοοῦντες ὅ πεπόνθασι. Τό γάρ διά στόματος, καί ἐκ στόματος σαφῶς προφέρεται. Καί τῷ Ἰώβ «διά νεφέλης» γέγραπται λαλήσας ὁ Θεός καί αὖθις «ἐκ τοῦ νέφους». Ἀλλ᾿ οὐδ᾿ ἐπί τῶν κτιστῶν καί κατά φύσιν ἐκπορευομένων τό διά τινος οὐ συννοήσομεν καί μή λεγόμενον. Οὐ μήν διά τοῦτο τοῖς κατά φύσιν τά ὑπέρ φύσιν ὁμοιώσομεν. Ἀπόκριναι γάρ δή μοι ὁ ἐμβατεύων ἅ μή ἑώρακας˙ οὐχί καί πᾶς υἱός ἔκ τινος γεννώμενος διά τινος γεννᾶται καί οὕτως ἐπί πάντων ἔχει, κἄν μή ρήματι ὁ λέγων ἐπισημαίνηται; Ἆρ᾿ οὖν διά τοῦτο καί τήν κάτω καί χρονικήν τοῦ μονογενοῦς ὑπέρ φύσιν οὖσαν ἐκ μόνης παρθένου  μητρός ἀθετήσομεν γέννησιν καί τήν ἄνω ἐκ μόνου παρθένου Πατρός προαιώνιον, ζητοῦντες τό διά τίνος τε καί ἐκ τίνος κατά τάς ἀπολουμένας σάς ὑποθήκας καί τούς ἀσυλλογίστους συλλογισμούς; Οὔμενουν, ἀλλά δι᾿ αὐτῆς κἀπί γῆς φανερωθείσης καί τήν τοῦ ἁγίου Πνεύματος ἐκπόρευσιν ἀμέσως οὖσαν ἐκ Πατρός ἐπιγνωσόμεθα καί τήν σήν ἀποποιησόμεθα προσθήκην, ὡς τοῖς φυσικῶς διοικουμένοις τά ὑπερφυῆ συντάττουσαν.

Καί τοῦτο δέ οὐ συννοεῖς ὁ τῶν ἀνεξερευνήτων ἐξεταστής, ὅτι τό ἐκπορευόμενον ἅπαν οὐ διά τινος μόνον, ἀλλά καί εἴς τι ἀεί ἐκπορεύεται; Ἤ τοίνυν δώσεις ἡμῖν εἰς τί πρό τῶν αἰώνων τό Πνεῦμα τό ἅγιον ἐκπορεύεται, καί ἀντί τῆς μόνης προαιωνίου καί σεπτῆς διά τοῦτο Τριάδος τετράδα σεβόμενος ἀποδειχθήσῃ, τό ἐξ οὗ, τό δι᾿ οὗ, τό εἰς ὅ καί αὐτό τό ἐκπορευόμενον, ἤ τοῦτο σοῦ μή διδόντος οὐδ᾿ ἐκεῖνο δεξόμεθα. Τίς γάρ ὁ λόγος καθ᾿ ὅν, ἀμφοτέρων ἑπομένων τῷ ἐκπορευομένῳ παντί, τό μέν προσίεσθαι, τό δέ μή;

Καίτοι τό μέν ἐκ Πατρός ἐκπορευέσθαι τό Πνεῦμα τό ἅγιον καί ἐν τῷ Υἱῷ ἀναπαύεσθαι, καί γέγραπται παρά τῶν θεολόγων καί πεφανέρωται ἐν Ἰορδάνῃ τοῦ Σωτῆρος βαπτιζομένου καί τοῦθ᾿ οὕτως ἔχον ὁμολογοῦμεν, οὐκ ἐκ τῶν ὄντων τά ὑπέρ πάντα τά ὄντα στοχαζόμενοι, ἀλλ᾿ ἐκ τῶν ἀρρήτως τελουμένων τά ὑπέρ ἔννοιαν διδασκόμενοι. Ποῦ δή σοι τό δι᾿ Υἱοῦ καί ἐξ Υἱοῦ ἐπί τῆς τοῦ θείου Πνεύματος ὑπάρξεως, εἰ ἐκ Πατρός ἐκπορευόμενον τό Πνεῦμα πρός τόν Υἱόν σαφῶς ἔρχεται καί ἐν αὐτῷ ἀναπαύεσθαι τό θεολογεῖται; Καθάπερ ὁ ἱερός Δαμασκηνός ἐπί λέξεώς φησι καί Γρηγόριος ὁ θεολόγος τοῦτ᾿ αὐτό δεικνύς ταμίαν εἶναι τοῦ θείου Πνεύματος ὡς Θεοῦ Υἱόν καταγγέλλει τόν Χριστόν. Καί ὁ θεῖος Κύριλλος ἐν Θησαυροῖς ἐν Υἱῷ παρά Πατρός φυσικῶς ὑπάρχειν τό Πνεῦμα συμπεραίνει καί παρά Πατρός φυσικῶς τε καί οὐσιωδῶς διήκειν ἐν Υἱῷ τό Πνεῦμα λέγει, δι᾿ οὗ πάντα χρίων ἁγιάζει ὁ Υἱός. Ἐκ γοῦν τοῦ Πατρός ἐν τῷ Υἱῷ ὑπάρχον φυσικῶς καί ἀϊδίως, ἐκ τοῦ Υἱοῦ πρός τούς ἀξίους, ὅπως καί ἡνίκα δέοι, πρόεισι καί φανεροῦται τό Πνεῦμα τό ἅγιον.

Οὐ μήν, ἀλλ᾿ ἐπιεικέστερον τόν προκείμενον μεταχειρίζων λόγον, μάλιστα διά τούς μετ᾿ εὐγνωμοσύνης ἐντυγχάνειν μέλλοντας καθολικωτέραν ἔκφανσιν ἐν βραχεῖ ποιήσομαι τῆς ἀληθείας, ὡς ἐν ἐπιλόγῳ τό πᾶν διαλαμβάνουσαν. Ὁ δ᾿ ἔχων ὦτα πρός διάκρισιν ὀρθοῦ καί μή τοιούτου μυείσθω κατά τό ἐγχωροῦν τό τοῦ μυστηρίου βάθος˙ πύλας δ᾿ἐπίθεσθε τοῖς ἑαυτῶν ὠσίν, ὅσοι μή κριτικωτάτην κέκτησθε διάνοιαν, εἰ μή τοῖς εὖ λέγειν δυναμένοις, μᾶλλον δέ παρά Θεοῦ δυναμουμένοις, πειθηνίους ἑαυτούς παρέχετε, ὡς ἄν μή τό ὑπέρ τήν ὑμετέραν γνῶσιν ἀφροσύνην τῶν εὖ εἰδότων ὀνομάσητε. Τί δέ ἐστιν ὅ λέγω; Καί συντείνατε παρακαλῶ τόν νοῦν.

Τό Πνεῦμα τό ἅγιον πρό αἰώνων καί ἀπ᾿ αἰῶνας καί ἔτι ἰδιαίτατον μέν ἔχει τῆς ἰδιοτρόπου ὑπάρξεως τό ἐκ τοῦ Πατρός, τῆς μόνης πηγαίας θεότητος, ἐκποερεύεσθαι, τουτέστιν ἐκ τῆς ὑπερθέου ἐκείνης οὐσίας καθ᾿ ὑπόστασιν μόνην τήν πατρικήν, ὑπέρθεος ὄν καί αὐτοουσία καί κατ᾿ αὐτήν τοῦ προσενεγκότος κατ᾿ οὐδέν ἀποδέον, μᾶλλον δέ μηδαμῶς διαφέρον ἤ διαιρούμενον, ἑτεροϋπόστατον δ᾿ ὅμως καί αὐθυπόστατον. Οὕτω δέ ὄν ἐκ τοῦ Πατρός, οὔτ᾿ αὐτοῦ διΐσταταί ποτε, καί τῷ Υἱῷ οὐχ ἧττον ἥνωται οὐσιωδῶς τε καί ἀδιαστάτως, αὐτῷ τε ἐπαναπαυόμενον καί ἴδιον αὐτοῦ ὑπάρχον καί ἐν αὐτῷ φυσικῶς διατελοῦν ἀεί˙ αὐτός γάρ ἐστιν ὁ τοῦ Πνεύματος ταμίας. Οὐδέν οὖν καινόν, εἰ καί ἐξ αὐτοῦ καί ἐκ τῆς φύσεως αὐτοῦ προϊέναι λέγεται, καθ᾿ ὑπόστασιν μέντοι τήν πατρικήν˙ καί δι᾿ αὐτοῦ καί ἐξ αὐτοῦ φυσικῶς καί δίδοται καί πέμπεται καί προχεῖται καί προέρχεται, δι᾿ αὐτοῦ διδόμενόν τε καί φανερούμενον, εἰ δέ βούλει καί ἐκπορευόμενον πρός οὕς ἄξιον. Καί ἐκπόρευσιν γάρ εἴπουπερ ἄν ἐν τοῖς τοιούτοις ἀκροάσῃ, τήν φανέρωσιν νόει˙ οὐ γάρ ἀεί τό ἐκπορεύεσθαι παρά Θεοῦ ὑπάρξεώς ἐστι σημαντικόν αὐθυποστάτου˙ «οὐκ ἐπ᾿ ἄρτῳ γάρ», φησί, «μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ᾿ἐπί παντί ρήματι ἐκπορευομένῳ διά στόματος Θεοῦ». Ὁρᾷς ὅτι τά μέν παρά Θεοῦ ἐκπορευόμενα πολλά, πλήθους γάρ συνεκτικόν τό πᾶν, τό δέ Πνεῦμα τό ἅγιον ἕν, ὅ καί ἰδιοτρόπως παρά πάντα ἐκπορεύεται παρά Θεοῦ; Καί πάλιν˙ «ἐθαύμαζον», φησί, «οἱ ὄχλοι ἐπί τοῖς λόγοις τῆς χάριτος τοῖς ἐκπορευομένοις ἐκ τοῦ στόματος αὐτοῦ». Ἄρ᾿ οὖν ἡ τῶν λόγων χάρις αὐθυπόστατος, ὥσπερ τό Πνεῦμα τό ἐκπορευόμενον παρά μόνου τοῦ Πατρός; Ἄπαγε˙ καίτοι ταύτην τήν χάριν ὁ Κύριος Πνεῦμα προσηγόρευσεν εἰπών, «τά ρήματα ἅ ἐγώ λαλῶ, Πνεῦμα εἰσι καί ζωή εἰσιν». Ἀλλ᾿ ὁρᾷς ὅπως ἐξ Υἱοῦ ἡ χάρις καί οὐκ αὐτή μόνον, ἀλλά καί πᾶσαι αἱ δωρεαί τοῦ ἁγίου Πνεύματος.

Εἰ γάρ ἐκ τῆς τῶν πιστευόντων εἰς Χριστόν κοιλίας ποταμοί ρέουσιν ὕδατος ζῶντος κατά τήν ἐπαγγελίαν («ὁ πιών γάρ», φησίν ὁ Κύριος «ἐκ τοῦ ὕδατος, οὐ ἐγώ δώσω αὐτῷ γενήσεται πηγή ὕδατος ἁλλομένου εἰς ζωήν αἰώνιον», ταὐτόν δ᾿ εἰπεῖν ἐκπορευομένη, κατά τό «πηγή δέ ἦν ἐκπορευομένη ἐξ Ἐδέμ») εἰ οὖν ἐκ τῶν ὡμοιωμένων τῷ Υἱῷ ποταμηδόν ἅλλεται, ταὐτόν δ᾿ εἰπεῖν πηγάζεται καί ἐκπορεύεται τό Πνεῦμα κατά χάριν ἐνυπάρχον αὐτοῖς, πολλῷ μᾶλλον ἐκ τοῦ Υἱοῦ τοῦ κατά φύσιν προαιωνίως τε καί ἀϊδίως ἔχοντος ἑαυτῷ ἐπαναπαυόμενον αὐτό καί συνημμένον φυσικῶς.

Ἀλλ᾿ οὐ διά τοῦτο δογματίσομεν ἐκ τοῦ Πατρός καί ἐκ τοῦ Υἱοῦ καί ἐκ τῶν ὡμοιωμένων κατά χάριν τῷ Υἱῷ ἐκπορεύεσθαι τό Πνεῦμα˙ ἰδιαίτατα γάρ ἐκ τοῦ Πατρός, ὡς ἐξ αὐτοῦ μόνου τήν ὕπαρξιν ἔχον τήν προαιώνιόν τε καί ὁμοούσιον. Ἔστι γάρ καί ἐκ τοῦ Πατρός καί τοῦ Πατρός τό Πνεῦμα τό ἅγιον, καί προηγεῖται τῇ ἐπινοίᾳ τοῦ εἶναι Πατρός τό ἐκ τοῦ Πατρός εἶναι˙ (τό γάρ εἶναί τι προθεωρεῖται τοῦ τίνος εἶναι, εἰ καί μή κατά χρόνον) καί διά τοῦτο τοῦ Πατρός, ὅτι ἐκ Πατρός, ὡς καί ὁ μέγας Βασίλειος ἐν τοῖς Πρός Εὐνομιανούς φησι κεφαλαίοις˙ «τήν πρός τόν Πατέρα οἰκειότητα νοῶ τοῦ Πνεύματος, ἐπειδή παρά τοῦ Πατρός ἐκπορεύεται». Ἐκ δέ τοῦ Υἱοῦ, εἴπου εὑρεθείη καί οἷς τισι ρήμασιν, ὡς αὐτῷ φυσικῶς ἐναναπαυόμενον προαιωνίως τε καί ἀϊδίως, ἅτε κατά τήν ἀπόρρητόν τε καί ἄχρονον ἐκείνην γέννησιν τέλειον ἐν ἑαυτῷ σχόντι ἐκ Πατρός τό Πνεῦμα, ἐκ τῆς αὐτῆς ὄν αὐτῷ οὐσίας, καθ᾿ ὑπόστασιν μέντοι τήν πατρικήν. Οὐκοῦν ἐπί τοῦ Υἱοῦ προθεωρεῖται τό εἶναι αὐτοῦ Πνεῦμα τοῦ ἐξ αὐτοῦ εἶναι, εἰ καί μή κατά χρόνον˙ καί διά τοῦτο ἐκ τοῦ Υἱοῦ, ὅτι τοῦ Υἱοῦ. Τοιγαροῦν οὐκ ἔχει παρ᾿ αὐτοῦ τήν ὕπαρξιν.

Διά δέ τοῦ Υἱοῦ λέγεται τό Πνεῦμα τό ἅγιον, ἔσθ᾿ ὅτε μέν ὡς δι᾿ αὐτοῦ νοούμενον Πνεῦμα Πατρός καί ἐκ Πατρός, ἅτε μή γεννητόν ὑπάρχον ἀλλ᾿ ἐκπορευτόν, καί ὡς ἐκπορευτόν ἀμέσως ἐκ τοῦ ἐκπορευόντος αὐτό νοούμενον˙ ἔστι δέ καί ὡς συμπαρομαρτοῦν ἀχρόνως αὐτῷ κατά τούς θεολόγους καί σύν αὐτῷ καί μετ᾿ αὐτοῦ, ἀλλ᾿ οὐχί καί ἐξ αὐτοῦ ἐκ τοῦ πατρός ὑπῆρχον, ὡς καί αὐτόθεν τοῖς συνετοῖς ἐστι κατάδηλον˙ οὐδείς γάρ τῶν εὖ φρονούντων λόγον ἀκούσας προαιωνίως ἐκ Πατρός γεννώμενον οὐκ εἰς ἔννοιαν εὐθύς ἔρχεται τοῦ τῷ λόγῳ συμφυῶς καί συνανάρχως συμπαραμαρτοῦντος Πνεύματος, καθ᾿ ἥν ἔννοιαν οὐδ᾿ εἰς "ἐκ" τήν "διά" χρή μεταλαμβάνειν˙ ἔστι δέ καί ὡς δι᾿ Υἱοῦ καί ἐξ Υἱοῦ τοῖς ἁγίοις χορηγούμενον, οὐ μήν προαιωνίως ἐκεῖθεν πεμπόμενον ἤ διδόμενον ἤ πηγάζον, εἰ δέ βούλει ἐκπορευόμενον, ἀλλ᾿ ἡνίκα ληφθῆναι καί φενερωθῆναι εὐδόκησε καί ὡς εὐδόκησε διδόμενόν τε καί φανερούμενον˙ οὐ γάρ αὐτή καθ᾿ ἑαυτήν ἡ οὐσία καί ἡ ὑπόστασις φανεροῦταί ποτε τοῦ θείου Πνεύματος. Εἰ δέ Λατῖνοί φασιν ἐντεῦθεν στοχάζεσθαι τήν προαιώνιον πρόοδον, ἀκολούθως οὐδ᾿ ἐκεῖ κατά τήν ὕπαρξιν ἔσται. Καί τό τεκμήριον ὅ φασιν αὐτοί τοῦτο, οὐδέν αὐτοῖς συμβαλεῖται πρός τήν πρόθεσιν.

Ἀλλ᾿ ἐκ μέν τοῦ Υἱοῦ καί διά τοῦ Υἱοῦ οὕτω προϊόν θεολογεῖται τό Πνεῦμα τό ἅγιον˙ μιᾶς γάρ καί τῆς αὐτῆς οὐσίας, μία καί ἡ αὐτή καί θέλησις καί δόσις καί φανέρωσις. Ἐκ δέ τῶν υἱοποιήτων τῷ Θεῷ καί διδόμενόν ἐστι καί ἁλλόμενον καί πηγάζον καί ἐνεργοῦν καί φαινόμενον, ὡς ἐνυπαρχούσης μέν αὐτοῖς καί ἐνοικούσης τῆς ἐμφύτου χάριτος καί δυνάμεως τοῦ Πνεύματος, ἀλλά κατά χάριν καί οὐ φυσικῶς καί ὕστερον ἐπιδημησάσης, τουτέστι δι᾿ αὐτῶν ἐνεργησάσης, ἀλλ᾿ οὐ προαιωνίως ἐπαναπαυομένης.

Ὁρᾷς ὅση ἡ διαφορά, ὡς ἀπειρίας ἐπέκεινα; Λατῖνοι δέ ἐν τῷ συμβόλῳ τῆς πίστεως, ἐκ μέν τοῦ Πατρός λέγοντες γεννηθῆναι τόν Υἱόν, ἐκ δέ τοῦ Πατρός καί τοῦ Υἱοῦ τό Πνεῦμα ἐκπορεύεσθαι, οὐ σαφῶς περί τῶν προαιωνίων καί ὑποστατικῶν φασι προόδων καί αὐτῆς τῆς ὑπάρξεως τοῦ Υἱοῦ τε καί τοῦ Πνεύματος; Σαφῶς τοιγαροῦν μιγνύουσι τά ἄμικτα˙ τοῖς ὑπέρ χρόνον τά ὑπό χρόνον, τοῖς ὑπέρ αἰτίαν τά δι᾿ αἰτίαν. Δι᾿ ἡμᾶς γάρ ἐκ τοῦ Υἱοῦ πέμπεται˙ εἰ δέ δι᾿ ἡμᾶς, καί καθ᾿ ἡμᾶς. Ἐκ δέ τοῦ Πατρός οὐ διά τι, οὐδέ μετά τι˙ ἄπαγε τῆς βλασφημίας, εἰ μή σύ καί τοῦτ᾿ ἀναπλάσεις ὁ πάντολμος, μᾶλλον δέ ψευδώνυμος θεολόγος, καί τόν λόγον οἷον ἐγγυτέρω τοῦ Πατρός τιθείς, πορρωτέρω δέ τό Πνεῦμα τό ἅγιον.

Ταῦτ᾿ ἄρα καί οἱ θεόσοφοι Πατέρες ἡμῖν μέν παραδιδόντες τήν τῆς πίστεως ὁμολογίαν, ὡς ἐκ τοῦ Πατρός ἐθεολόγησαν γεννηθέντα τόν Υἱόν, οὕτω καί τό Πνεῦμα ἐξ αὐτοῦ τοῦ Πατρός ἐκπορευόμενον˙ δηλονότι ἀμέσως ἑκάτερον αὐτῶν καί ἐκ μόνου τοῦ Πατρός, ἐξ αὐτῆς δηλαδή τῆς πατρικῆς ὑποστάσεως. Εἰ δέ διά τήν γενομένην ἐπιφοίτησιν ὕστερον ἡμῖν, καί ταῦτα  πρός τούς ἀλλοτριοῦντας τοῦ Υἱοῦ τό Πνεῦμα ἐνιστάμενοι, ἐξ ἀμφοῖν εἶπέ τις αὐτό, ἤ ἐκ πατρός δι᾿ Υἱοῦ ἤ ὅτι τοῦ Υἱοῦ ἐκλάμπει καί τά ὅμοια τούτοις, ἀλλ᾿ ὡς καί ἐν τῷ Υἱῷ ὑπάρχον καί ἴδιον αὐτοῦ καί κατ᾿ οὐδέν ἀλλότριον.

Πρός δέ τούτοις οὐδ᾿ ἄνευ χρονικῆς προσθήκης ἤ αἰτίας εἴρηκέ τις δι᾿ Υἱοῦ ἤ καί ἐξ Υἱοῦ τό Πνεῦμα τό ἅγιον ἀποστελλόμενον, προσημαίνων δέ ἀεί ἐνέργειαν, καθ᾿ ἥν ἐφ᾿ ἡμᾶς ἐλθεῖν πρό ἡμῶν τῶν ἀδυνάτων ἦν. Εἰ δ᾿ ἄρα που καί μή προσημήναντες εἰρήκεσαν, ἀλλ᾿ ὡς  πολλάκις τοῦτο πράξαντες. Ἔπειτα οὐδέ συνίης τοῦτο, ὦ ὑπερλίαν σύ καί καυχώμενος εἰς τά ἄμετρα, ὅτι πολλ᾿ ἄττα τῶν λεγομένων παρά τῇ θείᾳ Γραφῇ, τῇ μέν συνόδῳ τῶν ρημάτων ἐστίν ἕν, τῇ δέ διανοίᾳ καί τῷ πράγματι οὐχ ἕν; Ὅ καί τοῖς αἱρετικοῖς τήν πλάνην ὡς ἐπίπαν ἀπειργάσατο, μή δυναμένοις διακρίνειν τό τῇ συνόδῳ τῶν ρημάτων ἕν, τοῖς δέ πράγμασιν οὐχ ἕν, ὡς καί Γρηγορίῳ τῷ θεολόγῳ συνδοκεῖ;

Σαφές γάρ τοῦτο τοῖς σοφοῖς τά θεῖα καί τῷ θείῳ Πνεύματι μεμυημένοις, ὡς ὅταν ἐξ ἀμφοτέρων, Πατρός καί Υἱοῦ, τό Πνεῦμα λέγηται, ἤ ἐκ Πατρός δι᾿ αὐτοῦ, εἰ καί συνάγεται ρήματι, ἀλλά διέστηκε πράγματι. Καί πρός μέν τούς ἀλλοτριοῦντας τό Πνεῦμα τοῦ Υἱοῦ δεόντως ἄν συνημμένως οὕτως εἴποιμεν ἐν κρίσει τούς λόγους οἰκονομοῦντες, οἰκειωθεῖσι δέ Θεῷ διά τοῦ γνῶναι ἴδιον αὐτοῦ τό Πνεῦμα ἠκριβωμένως ἐκκαλύψομεν ἑκάτερον, ὡς ἐκ Πατρός μέν ἔχει πρό πάντων τῶν αἰώνων τήν ὑπαρκτικήν τό Πνεῦμα πρόοδον, τῷ Υἱῷ δέ αἰωνίως ἐνυπάρχον, ἐξ αὐτοῦ εἰς τοὐμφανές προῆλθε δι᾿ ἡμᾶς καί μεθ᾿ ἡμᾶς κατ᾿ ἐκφαντικήν καί οὐχ ὑπαρκτικήν προέλευσιν.

Ἀλλά καί ὁ Υἱός, φησίν, ἐν τῷ Πνεύματί ἐστι. Πάνυ γε, διό καί ἐκφαντικόν ἐστιν αὐτοῦ τό Πνεῦμα, καί ἀποστέλλεται καί παρ᾿ αὐτοῦ οὐχ ὡς ἄνθρωπος μόνον, ἀλλά καί ὡς Θεός κατά τόν θεολόγον Γρηγόριον, καί ἐμμορφοῦται ταῖς καρδίαις τῶν πιστῶν καί ἐνοικεῖ καί ὁρᾶται δι᾿ αὐτοῦ. Ἐν γάρ Θησαυροῖς ὁ θεῖος Κύριλλος, «Χριστοῦ», φησί, «τό Πνεῦμα, ὡς τοῦ Θεοῦ λόγου διά Πνεύματος ἡμῖν ἐνοικιζομένου». Γεννᾶσθαι δέ οὐ λέγεται, ἐπεί τό γεννώμενον Υἱός ἀεί τοῦ γεγεννηκότος ἐστί τε καί λέγεται καί ὁ γεννῶν ἀεί Πατήρ˙ τό δέ ἐκπορευόμενον ἐπί Θεοῦ, καθά προέφημεν, οὐχ ἁπλῶς οὐδέ μόνου τοῦ ἁγίου Πνεύματός ἐστι˙ ἀλλά τό μέν προαιώνιον καί ὑπαρκτικήν πρόοδον δηλοῦν, ἑτερότροπον οὖσαν τῆς τοῦ Υἱοῦ ἐκ τοῦ Πατρός γεννήσεως, μόνου τοῦ ἁγίου Πνεύματος ἐστι˙ τό δ᾿ ἐκ τοῦ κρυφίου φανεροῦσθαι καί παρρησιάζεσθαι καί δημοσιεύειν τήν οἰκείαν δύναμιν διά τῶν ἐπιτελουμένων θαυμασίων οὐ μόνον τοῦ ἁγίου Πνεύματος, ἀλλ᾿ ἔστι καί αὐτοῦ˙ «ὁ Θεός» γάρ, φησίν ὁ προφητικώτατος ἐν βασιλεῦσιν «ἐν τῷ ἐκπορεύεσθαί τε ἐν μέσῳ τοῦ λαοῦ σου, ἐν τῷ διαβαίνειν σε ἐν τῇ ἐρήμῳ γῆ ἐσείσθη».

Καί τοῦ Πατρός τοίνυν πάλαι ποτέ φανερουμένου καί διά Μωσέως θαυματοποιοῦντος, ὁ πρῶτος κατά τόν θεολογικώτατον Γρηγόριον γέγονε σεισμός, μετατιθεμένων τῶν Ἑβραίων ἀπό τῆς τῶν εἰδώλων προσκυνήσεως ἐπί τήν ἀμυδράν μέν, ἀληθῆ δέ θεογνωσίαν. Ἀλλά καί ἐπί τοῦ Υἱοῦ καί τοῦ ἁγίου Πνεύματος ὁ δεύτερον γέγονε σεισμός, τῶν μέν Ἰουδαίων μεταρρυθμιζομένων ἀπό τοῦ νόμου πρός τό εὐαγγέλιον, παντός δέ ἔθνους καλουμένου  πρός τήν εὐγγελιζομένην κοινωνίαν τῆς θεώσεως. Ἀλλά καί τοῦ Υἱοῦ μόνου διά τοῦ σταυροῦ διαβαίνοντος ἐν τῇ ὡς ἀληθῶς ἐρήμῳ, τῷ θανάτῳ καί τῷ ᾅδῃ, καί φανερουμένου ἐν μέσῳ τοῦ λαοῦ τῶν Ἰουδαίων, διά τῆς ἐκ τῶν οὐρανῶν θεοσημίας καί αἰσθητῶς ἡ γῆ ἐσείσθη. Ὁρᾷς ἐπί τῆς τοιαύτης σημασίας τό ἐκπορευόμενον οὐ μόνον ὄν τοῦ Πνεύματος, ἀλλά κοινόν Πατρός, Υἱοῦ καί Πνεύματος; Ἀλλ᾿ ὑστερογενής καί ὑπό χρόνον αὕτη ἡ ἐκπόρευσις˙ «ἐν τῷ λαῷ» γάρ φησιν. Εἰ δ᾿ ἐν τῷ λαῷ, καί μετά τόν λαόν.

Καλῶς ἄρ᾿ ἔφημεν, ὡς τό ἐκπορευόμενον ἐπί τοῦ ἁγίου Πνεύματος οὐκ ἀεί τήν ἐκ τοῦ Πατρός προαιώνιον ὕπαρξιν δηλοῖ, ἀλλ᾿ ἔστιν ὅτε καί τήν ὕστερον φανέρωσιν, καθ᾿ ἥν καί ὁ Υἱός κοινωνήσει τῷ Πατρί, ὅ καί ὁ θεῖος Κύριλλος δείκνυσι σαφῶς λέγων, «Τό Πνεῦμα τόν Υἱόν ἐξ ἰδίας ἡμῖν ἀναπηγάζει φύσεως». Προστιθείς γάρ τό "ἡμῖν", συνιέναι δίδωσι τό χρονικόν τῆς ἀναδόσεως. Καί ὅτι ἐνέργεια καί δωρεά ἐστι τοῦ θείου Πνεύματος τό ἐκ Πατρός καί Υἱοῦ πηγαζόμενον ἡμῖν, Ἰωήλ προκαταγγέλλων, μᾶλλον δέ διά τούτου ὁ Θεός, οὐκ «ἐκχεῶ τό Πνεῦμα μου», φησίν, ἀλλ᾿ «ἐκχεῶ ἀπό τοῦ Πνεύματός μου». Ὡς γάρ καί ὁ Χρυσόστομός φησι πατήρ, «τό μέρος λέγει τῆς ἐνεργείας˙ οὐ γάρ ὁ παράκλητος μερίζεται». Ὁ δέ τῶν ἀποστόλων κορυφαῖος πολλαχοῦ, μᾶλλον δέ πανταχοῦ, δωρεάν καλεῖ τήν ἐκχυθεῖσαν τηνικαῦτα πρός αὐτούς. Καί ὁ χρυσοῦς πάλιν θεολόγος˙ «οὐχ ὁ Θεός», φησίν, «ἀλλ᾿ ἡ χάρις ἐκχεῖται».

Οὐκ ἄρα διά ταῦτα ἐκ τοῦ Πατρός καί τοῦ Υἱοῦ ἐκπορεύεσθαι τό Πνεῦμα˙ ἀτιμάσαμεν γάρ ἄν τοῦτο μᾶλλον ἤ δοξάσαιμεν, τοῖς διά τοῦ Υἱοῦ εἶναι σχοῦσι συντάττοντες αὐτό. Τοιγαροῦν ἐκ τοῦ Πατρός μόνου δοξάζομεν ἐκπορευόμενον ἰδιοτρόπως καί προαιωνίως, ὡς καί ὁ Υἰός γεννᾶται˙ καί οὕτω δοξάζοντες, συνδοξάζομεν αὐτό καί συμπροσκυνοῦμεν τῷ Υἱῷ καί τῷ Πατρί.

Καί τοῦτο δηλοῦντες οἱ θεόσοφοι πατέρες, ἐπί τοῦ συμβόλου τῆς ὀρθοδοξίας τό ἐκ τοῦ Πατρός ἐκπορεύεσθαι τό Πνεῦμα καί τό συνδοξάζεσθαι τῷ Πατρί καί τῷ Υἱῷ συνήγαγον εἰς ἕν, συνημμένως ἐκφωνήσαντες καί παραδόντες, ὡς τῶν μή δοξαζόντων ἐκ μόνου τοῦ Πατρός ἐκπορευόμενον τό Πνεῦμα τό ἅγιον, ὥσπερ ἀμέλει καί τόν Υἱόν γεγεννημένον, οὐδέ συμπροσκυνεῖν τό Πνεῦμα ἐκείνοις δυναμένων, ἐν ἰδίᾳ ὑποστάσει θεωρούμενον.

Εἰ γάρ κοινόν ἀεί αὐτοῖς ὡς ἐξ αὐτῶν ἡ τοῦ Πνεύματος ἐκπόρευσις, ἐνέργεια ἄν τό Πνεῦμα εἴη μόνη καί οὐκ ἐν ὑποστάσει˙ μόνον γάρ ἐνέργια, ἤ γε αὐτοῖς κοινή. Κοινόν μέν οὖν αὐτοῖς ὡς ὁμοούσιον, ἀλλ᾿ οὐκ ἀεί αὐτοῖς κοινόν ὡς ἐξ ἀμφοῖν εἰ καί νῦν ἐπ᾿ ἐσχάτου τῶν αἰώνων ἐξ ἀμφοῖν ἐκκέχυται, προσθήσω δ᾿ ὅτι καί παρ᾿ ἑαυτοῦ˙ καί γάρ αὐτεξουσίως πρός ἡμᾶς ἐκχεῖται. Καί πρός τόν Υἱόν γάρ εἴρηται προφητικῶς εἰπεῖν, «Υἱός μου εἰ σύ, ἐγώ σήμερον γεγέννηκά σε». Ἀλλ᾿ ἴσμεν ὑπό χρόνον ταύτην ὑπάρχουσαν τήν γέννησιν. Τί δέ, οὐχί καί τό Πνεῦμα ταύτην συνειργάσατο τήν γέννησιν, ᾧ τό καθ᾿ ἡμᾶς ἀνειλημμένον τοῦ Υἱοῦ φύραμα ἐπί τοῦ βαπτίσματος ἐχρίσθη καί χρισθέν ἐφανερώθη, ὅτι καί πρό τοῦ βαπτίσματος γέγονεν ὁμόθεον, ἐπεί καί τήν ἀρχήν ὁ τοῦ Θεοῦ Υἱός, «ἐκ Πνεύματος ἁγίου καί Μαρίας ἐσαρκώθη τῆς παρθένου», κατά τό γεγραμμένον;

Ἆρ᾿ οὖν ἐκ τοῦ Πατρός καί ἐκ τοῦ Πνεύματος ἐρεῖςγεγεννῆσθαι πρό αἰώνων τόν Υἱόν διά τήν ὑπό χρόνον ταύτην γέννησιν;  Σύ δέ ἴσως ὁ λογικαῖς ἐφόδοις τήν περί Θεοῦ γνῶσιν ποριζόμενος καί ἐκ τῶν ὕστερον ὡς αὐτός φῄς γεγονότων τά προαιωνίως ὄντα στοχαζόμενος˙ ἀλλά καί μάρτυρά γε ἀξιολογώτατον ἡμῖν ἄν ἐπαγάγοις τόν Υἱόν αὐτόν διά τοῦ προφήτου λέγοντα, «Κύριος ἀπέσταλκέ με καί τό Πνεῦμα αὐτοῦ»˙ καί τοῦτο γάρ σόν, ταὐτόν εἴεσθαι ἀποστολήν τε καί τρόπον ὑπάρξως. Πρός δέ τούτῳ καί τῷ τοῦ μεγάλου προσχρήσῃ καί παρεξηγήσῃ Παύλου, καί τοῦθ᾿ ἑκών καί ἐθελοκακῶν ἤ ἀγνοῶν καί μή ὁμολογῶν. «Ὧ μέν γάρ» φησίν ἐκεῖνος, «διά τοῦ Πνεύματος δίδοται λόγος σοφίας, ἄλλῳ δέ λόγος γνώσεως». Ἀλλά καί ὁ Χριστός ἐνοικεῖ ταῖς καρδίαις τῶν μή ἀδοκίμων, πάντως διά τοῦ Πνεύματος, καί νοερῶς ὁρᾶται καί ἐμμορφοῦται καί ἐμφανίζεται, καί ταῦτα διά τοῦ Πνεύματος. Οὐκοῦν προσυλλογιζόμενος ἐρεῖς, εἰ διά τοῦ Πνεύματος, καί ἐκ τοῦ Πνεύματος. Εἰ δ᾿ ἐκ τοῦ Πατρός καί ἐκ τοῦ Πνεύματος ὁ Υἱός σαφῶς ἀποστέλλεται καί τό βάπτισμα δέχεται, καθ᾿ ὅ πᾶς βαπτιζόμενος γεννᾶται ἐκ Πνεύματος, καί ταῖς καρδίαις ἐλλάμπει, καί τοῦτο διά τοῦ Πνεύματος, καί πολλά ἕτερα τῶν παραπλησίων συνείρας, εἶτα κοινῶς κατά τάς σάς ἐπιστήμας συμπεραίνων, καί ἐκ τοῦ Πνεύματος γεγεννημένον εἶναι τόν Υἱόν δοξάσεις τε καί δείξεις. Ἀλλ᾿ οὐχ ἡμεῖς γε, ὦ σοφώτατε ἐπιχθονίων, οἱ τῆς κατά σέ ταύτης θεολογίας ἄμοιροι παντάπασιν, ἀλλ᾿ ὀρθῶς ἄν καί προσενέγκωμεν καί διέλωμεν τήν τῆς πίστεως ὁμολογίαν, ἐκ τοῦ Πατρός μόνου λέγοντες ἐξ ἀρχῆς ἀμέσως εἶναι τόν Υἱόν τε καί τό Πνεῦμα, ἰδιοτρόπως μέντοι ἑκάτερον αὐτῶν.

Καί δή τό ἴδιον δηλοῦντες ἑκατέρου τρόπου, τήν μέν ἐκ Πατρός ὕπαρξιν τοῦ Υἱοῦ γέννησιν προσαγορεύομεν, ἐκπόρευσιν δέ τήν τοῦ ἁγίου Πνεύματος. Τά δ᾿ ὕστερον ἐν χρόνῳ καί μετά τήν κτίσιν ἐπί ταύτης καί ὑπό τούτων ὑπηργμένα, νοήμασι μέν ἀεί διαιροῦμεν τῶν προαιωνίων καί ἀνάρχων ὑπάρξεων ἐκείνων, ρήμασι δ᾿ ἔστιν ὅτε καί τοῦτο σπανιώτατα συνάπτοντες ἤ καί συνημμένα παρά τινων ἀκούοντες, τήν ἐν τοῖς νοήμασι διαίρεσιν οὐκ ἀποβάλλομεν. Τοιοῦτόν ἐστι καί τό παρά τοῦ Κυρίου λεγόμενον, «ἐγώ ἐκ τοῦ Θεοῦ ἐξῆλθον καί ἥκω», καί «ἐξῆλθον παρά τοῦ Πατρός καί ἐλήθυθα εἰς τόν κόσμον». Κἀνταῦθα γάρ τό "ἐξῆλθον" ἕν ὄν οὐ μιᾶς διακονίας ἐστί δηλωτικόν˙ τήν τε γάρ ἐφ᾿ ἡμᾶς δι᾿ ἡμᾶς ἐφ᾿ ἡμῶν παρά τοῦ πατρός ἀποστολήν δηλοῖ καί τήν ἐκ τῆς οὐσίας καί τῆς τοῦ Πατρός ὑποστάσεως προαιώνιον πρόοδον.

Τί οὖν, διά τό τοῦ ρήματος ἑνιαῖον συνάψομεν τά πλεῖστον διεστῶτα; Ἤ διότι τό "ἐξῆλθον" καί τήν ἀποστολήν δηλοῖ, ἡ δέ τοῦ Υἱοῦ ἀποστολή παρά τοῦ Πατρός ἐγεγόνει καί τοῦ Πνεύματος, κατά τό «Κύριος ἀπέσταλκέ με καί τό Πνεῦμα αὐτοῦ», ἵν᾿ εἴπω πάλιν τό πολλάκις εἰρημένον, προελθεῖν δογματίσομεν ἐκ τοῦ Πατρός καί ἐκ τοῦ Πνεύματος τόν Υἱόν καί Λόγον τοῦ Θεοῦ; Οὔμενουν. Οὐκοῦν οὐδέ διά τήν ἐκ Πατρός καί Υἱοῦ τοῦ ἁγίου Πνεύματος ἀποστολήν ἤ ἔκφανσιν ἤ πρόοδον, τήν ἐκφαντικήν καί ὑπό χρόνον λέγω, κἄν εἰς ἕν τῇ προαιωνίῳ ἐνίοτε συνάγηται κατά τήν λέξιν, ἐκ τοῦ Πατρός καί ἐκ τοῦ Υἱοῦ δογματίσομεν ἐκπορεύεσθαι τό Πνεῦμα τό ἅγιον, μέχρις ἄν ἐκ Θεοῦ Θεόν γινώσκωμεν αὐτό τῷ προενεγκόντι Πατρί ἐπίσης προαιώνιον.

Ἀλλ᾿ ὁ μόνος διανοίγων ὀφθαλμοῖς τυφλῶν, καί δι᾿ οὗ ὁρῶσιν οἱ ὁρῶντες, εἰ καί μή ἁπαξαπλῶς τοῖς πᾶσιν, ἀλλά τοῖς ἐν ἀληθείᾳ σε ζητοῦσιν ἅπασι, δίδου δι᾿ ἀοράτου θεωρίας ἀνηκούστοις σοῖς ἐν νῷ διδάγμασιν, ἐπιγινώσκειν  τήν ἀλήθειαν. Εἰ δ᾿ οὖν, ἀλλά δι᾿ ἀκοῆς πιστεύσαντας πρός τήν ἑνότητα τῆς σῆς ἐπιγνώσεως διά πίστεως ἀνάγαγε, καί δι᾿ ἔργων ἀγαθῶν βεβαιοπίστους ἀποδείξας ἐν καιρῷ εὐθέτῳ φανέρωσον σαὐτόν αὐτοῖς, ἵν᾿ εἰδῶμεν τήν σήν ἐπ᾿ ἀληθείας δόξαν ἅπαντες καί καταπολαύσωμεν ἐν πνευματικῇ καί ἀπορρήτῳ θέᾳ τῆς τρισηλίου καί μοναρχικωτάτης φαιδρότητος, καί δοξάσωμέν σε πρός δύναμιν ἀδιαλείπτως, νῦν καί ἀεί καί εἰς τους ἀκαταλήκτους αἰῶνας τῶν αἰώνων. Ἀμήν.
πηγη: orthodoxfathers.com

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου